§510ΚΑΛ. ἔστω σοι τοῦτο, ὦ Σώκρατες, οὕτως, ἵνα διαπεράνῃς τὸν λόγον.
卡里克勒斯:苏格拉底,就让这件事如你所说的那样吧,以便你能完成这篇论证。
ΣΩ. καὶ ἐπὶ τοῦτο ἄρα, ὡς ἔοικεν, παρασκευαστέον ἐστὶ δύναμίν τινα καὶ τέχνην, ὅπως μὴ ἀδικήσωμεν.
苏格拉底:那么,看来对于这件事,我们也必须准备某种能力和技术,好让我们不至于行不义。
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:完全如此。
ΣΩ. τίς οὖν ποτʼ ἐστὶν τέχνη τῆς παρασκευῆς τοῦ μηδὲν ἀδικεῖσθαι ἢ ὡς ὀλίγιστα;
苏格拉底:那么,为了不受任何不义,或者尽可能少受不义,这种准备的技术究竟是什么呢?
σκέψαι εἰ σοὶ δοκεῖ ἥπερ ἐμοί.
看看你是否和我想的一样。
ἐμοὶ μὲν γὰρ δοκεῖ ἥδε· ἢ αὐτὸν ἄρχειν δεῖν ἐν τῇ πόλει ἢ καὶ τυραννεῖν, ἢ τῆς ὑπαρχούσης πολιτείας ἑταῖρον εἶναι.
因为在我看来它是这样的:一个人必须要么自己在城邦中统治,甚至当一个僭主,要么成为现存政体的同伴。
ΚΑΛ. ὁρᾷς, ὦ Σώκρατες, ὡς ἐγὼ ἕτοιμός εἰμι ἐπαινεῖν, ἄν τι καλῶς λέγῃς;
卡里克勒斯:苏格拉底,你看到了吧,只要你说得对,我是多么乐意称赞你?
τοῦτό μοι δοκεῖς πάνυ καλῶς εἰρηκέναι.
我觉得你这句话说得极其漂亮。
ΣΩ. σκόπει δὴ καὶ τόδε ἐάν σοι δοκῶ εὖ λέγειν.
苏格拉底:那么再看看这件事,看你是否认为我说得对。
φίλος μοι δοκεῖ ἕκαστος ἑκάστῳ εἶναι ὡς οἷόν τε μάλιστα, ὅνπερ οἱ παλαιοί τε καὶ σοφοὶ λέγουσιν, ὁ ὅμοιος τῷ ὁμοίῳ.
在我看来,每一个人对另一个人最亲密的朋友,正是古人和智者所说的那个“类以群分(相似者对相似者)”。
οὐ καὶ σοί;
你难道不也这样认为吗?
ΚΑΛ. ἔμοιγε.
卡里克勒斯:对我来说是的。
ΣΩ. οὐκοῦν ὅπου τύραννός ἐστιν ἄρχων ἄγριος καὶ ἀπαίδευτος, εἴ τις τούτου ἐν τῇ πόλει πολὺ βελτίων εἴη, φοβοῖτο δήπου ἂν αὐτὸν ὁ τύραννος καὶ τούτῳ ἐξ ἅπαντος τοῦ νοῦ οὐκ ἄν ποτε δύναιτο φίλος γενέσθαι;
苏格拉底:那么,在有一个粗暴且毫无教养的僭主统治的地方,如果城邦里有谁比他好得多,僭主想必会害怕他,并且绝不可能全心全意与他成为朋友,不是吗?
ΚΑΛ. ἔστι ταῦτα.
卡里克勒斯:确实如此。
ΣΩ. οὐδέ γε εἴ τις πολὺ φαυλότερος εἴη, οὐδʼ ἂν οὗτος· καταφρονοῖ γὰρ ἂν αὐτοῦ ὁ τύραννος καὶ οὐκ ἄν ποτε ὡς πρὸς φίλον σπουδάσειεν.
苏格拉底:而如果有谁比他差得多,这个人也同样不行;因为僭主会瞧不起他,绝不会像对待朋友那样认真对待他。
ΚΑΛ. καὶ ταῦτʼ ἀληθῆ.
卡里克勒斯:这也是真的。
ΣΩ. λείπεται δὴ ἐκεῖνος μόνος ἄξιος λόγου φίλος τῷ τοιούτῳ, ὃς ἂν ὁμοήθης ὤν, ταὐτὰ ψέγων καὶ ἐπαινῶν, ἐθέλῃ ἄρχεσθαι καὶ ὑποκεῖσθαι τῷ ἄρχοντι.
苏格拉底:那么,剩下的唯一值得一提的、能与这种人成为朋友的,就只有那样的人了:他性格相投,贬低和赞扬相同的事物,并且心甘情愿地受治于该统治者并屈从于他。
οὗτος μέγα ἐν ταύτῃ τῇ πόλει δυνήσεται, τοῦτον οὐδεὶς χαίρων ἀδικήσει.
此人在这座城邦中将拥有巨大的权力,没有人能伤害他而免受惩罚。
οὐχ οὕτως ἔχει;
难道不是这样吗?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. εἰ ἄρα τις ἐννοήσειεν ἐν ταύτῃ τῇ πόλει τῶν νέων,
τίνα ἂν τρόπον ἐγὼ μέγα δυναίμην καὶ μηδείς με ἀδικοῖ;
苏格拉底:那么,如果这座城邦里有哪个年轻人心里想:“我用什么方式才能拥有强大的权力,并且没有人能加害于我?
αὕτη, ὡς ἔοικεν, αὐτῷ ὁδός ἐστιν, εὐθὺς ἐκ νέου ἐθίζειν αὑτὸν τοῖς αὐτοῖς χαίρειν καὶ ἄχθεσθαι τῷ δεσπότῃ, καὶ παρασκευάζειν ὅπως ὅτι μάλιστα ὅμοιος ἔσται ἐκείνῳ.
”看来,这对他来说就是那条道路:从年轻时起就让自己习惯于与主人同喜同忧,并使自己准备得尽可能与他相似。
οὐχ οὕτως;
不是吗?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. οὐκοῦν τούτῳ τὸ μὲν μὴ ἀδικεῖσθαι καὶ μέγα δύνασθαι, ὡς ὁ ὑμέτερος λόγος, ἐν τῇ πόλει διαπεπράξεται.
苏格拉底:那么,对于这个人来说,免受不义并在城邦中拥有巨大的权力,按照你们的说法,就已经实现了。
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:完全如此。
ΣΩ. ἆρʼ οὖν καὶ τὸ μὴ ἀδικεῖν;
苏格拉底:那么,不加害于人也是如此吗?
ἢ πολλοῦ δεῖ, εἴπερ ὅμοιος ἔσται τῷ ἄρχοντι ὄντι ἀδίκῳ καὶ παρὰ τούτῳ μέγα δυνήσεται;
还是说,如果他要像那个行不义的统治者一样,并在其治下拥有巨大的权力,那就差得太远了?
ἀλλʼ οἶμαι ἔγωγε, πᾶν τοὐναντίον οὑτωσὶ ἡ παρασκευὴ ἔσται αὐτῷ ἐπὶ τὸ οἵῳ τε εἶναι ὡς πλεῖστα ἀδικεῖν καὶ ἀδικοῦντα μὴ διδόναι δίκην.
相反,我想,他的准备完全相反,是为了使自己能够干下尽可能多的不义,并且在行不义之后不受到惩罚。
ἦ γάρ;
不是吗?
ΚΑΛ. φαίνεται.
卡里克勒斯:看来是这样。
§511ΣΩ. οὐκοῦν τὸ μέγιστον αὐτῷ κακὸν ὑπάρξει μοχθηρῷ ὄντι τὴν ψυχὴν καὶ λελωβημένῳ διὰ τὴν μίμησιν τοῦ δεσπότου καὶ δύναμιν.
苏格拉底:那么,由于在魂上变得卑劣,并因模仿主人和获取权力而残缺不全,最大的恶就会降临到他身上。
ΚΑΛ. οὐκ οἶδʼ ὅπῃ στρέφεις ἑκάστοτε τοὺς λόγους ἄνω καὶ κάτω, ὦ Σώκρατες·
卡里克勒斯:苏格拉底,我真不知道你每次是怎么把论证颠来倒去的。
ἢ οὐκ οἶσθα ὅτι οὗτος ὁ μιμούμενος τὸν μὴ μιμούμενον ἐκεῖνον ἀποκτενεῖ, ἐὰν βούληται, καὶ ἀφαιρήσεται τὰ ὄντα.
难道你不知道,这个模仿者如果愿意,就会杀死那个不模仿的人,并夺走他的财产吗?
ΣΩ. οἶδα, ὠγαθὲ Καλλίκλεις, εἰ μὴ κωφός γʼ εἰμί, καὶ σοῦ ἀκούων καὶ Πώλου ἄρτι πολλάκις καὶ τῶν ἄλλων ὀλίγου πάντων τῶν ἐν τῇ πόλει·
苏格拉底:我知道,我亲爱的卡里克勒斯,除非我是个聋子,因为我不光从你这,刚才从波洛斯那里也听到过许多次,而且几乎城邦里的所有人也都这么说。
ἀλλὰ καὶ σὺ ἐμοῦ ἄκουε, ὅτι ἀποκτενεῖ μέν, ἂν βούληται, ἀλλὰ πονηρὸς ὢν καλὸν κἀγαθὸν ὄντα.
但是,你也听听我说:他若愿意,确实会杀死他,但他是一个恶人杀死一个高尚而善良的人。
ΚΑΛ. οὐκοῦν τοῦτο δὴ καὶ τὸ ἀγανακτητόν;
卡里克勒斯:难道这不正是令人愤慨的事吗?
ΣΩ. οὐ νοῦν γε ἔχοντι, ὡς ὁ λόγος σημαίνει.
苏格拉底:对于有理性的人来说并非如此,正如我们的论证所表明的。
ἢ οἴει δεῖν τοῦτο παρασκευάζεσθαι ἄνθρωπον, ὡς πλεῖστον χρόνον ζῆν, καὶ μελετᾶν τὰς τέχνας ταύτας αἳ ἡμᾶς ἀεὶ ἐκ τῶν κινδύνων σῴζουσιν, ὥσπερ καὶ ἣν σὺ κελεύεις ἐμὲ μελετᾶν τὴν ῥητορικὴν τὴν ἐν τοῖς δικαστηρίοις διασῴζουσαν;
难道你认为,一个人应该做这样的准备:为了活得尽可能长久,而去学习那些总是将我们从危险中救出来的技术,就像你吩咐我去学习的、在法庭上保全性命的修辞学一样吗?
ΚΑΛ. ναὶ μὰ Δία ὀρθῶς γέ σοι συμβουλεύων.
卡里克勒斯:是的,凭宙斯起誓,我给你的建议确实非常正确。
ΣΩ. τί δέ, ὦ βέλτιστε;
苏格拉底:那又怎样呢,我优秀的朋友?
ἦ καὶ ἡ τοῦ νεῖν ἐπιστήμη σεμνή τίς σοι δοκεῖ εἶναι;
难道游泳的知识在你看来也是某种高贵的事吗?
ΚΑΛ. μὰ Δίʼ οὐκ ἔμοιγε.
卡里克勒斯:凭宙斯起誓,对我来说并非如此。
ΣΩ. καὶ μὴν σῴζει γε καὶ αὕτη ἐκ θανάτου τοὺς ἀνθρώπους, ὅταν εἴς τι τοιοῦτον ἐμπέσωσιν οὗ δεῖ ταύτης τῆς ἐπιστήμης.
苏格拉底:然而,这确实能在人们陷入需要此种知识的困境时救人于不死。
εἰ δʼ αὕτη σοι δοκεῖ σμικρὰ εἶναι, ἐγώ σοι μείζω ταύτης ἐρῶ, τὴν κυβερνητικήν, ἣ οὐ μόνον τὰς ψυχὰς σῴζει ἀλλὰ καὶ τὰ σώματα καὶ τὰ χρήματα ἐκ τῶν ἐσχάτων κινδύνων, ὥσπερ ἡ ῥητορική.
如果这在你看来微不足道,那我就告诉你一个比这更伟大的技术,即航海术,它不仅能保全性命,还能在极端危险中保全身体和财产,就像修辞学一样。
καὶ αὕτη μὲν προσεσταλμένη ἐστὶν καὶ κοσμία, καὶ οὐ σεμνύνεται ἐσχηματισμένη ὡς ὑπερήφανόν τι διαπραττομένη, ἀλλὰ ταὐτὰ διαπραξαμένη τῇ δικανικῇ, ἐὰν μὲν ἐξ Αἰγίνης δεῦρο σώσῃ, οἶμαι δύʼ ὀβολοὺς ἐπράξατο, ἐὰν δὲ ἐξ Αἰγύπτου ἢ ἐκ τοῦ Πόντου, ἐὰν πάμπολυ, ταύτης τῆς μεγάλης εὐεργεσίας, σώσασα ἃ νυνδὴ ἔλεγον, καὶ αὐτὸν καὶ παῖδας καὶ χρήματα καὶ γυναῖκας, ἀποβιβάσασʼ εἰς τὸν λιμένα δύο δραχμὰς ἐπράξατο, καὶ αὐτὸς ὁ ἔχων τὴν τέχνην καὶ ταῦτα διαπραξάμενος ἐκβὰς παρὰ τὴν θάλατταν καὶ τὴν ναῦν περιπατεῖ ἐν μετρίῳ σχήματι·
而且,这项技术是谦逊和有秩序的,并不因假装成就了什么了不起的大事而傲慢自大。 反而,在完成了与司法辩论技术相同的事业时,如果是从埃吉纳到这里安全运送,我想它只收取两奥博尔;若是从埃及或从黑海,哪怕是极其遥远的地方,为了这项巨大的恩惠,在保全了我刚才所说的那些——他自己、孩子、财产和妻子——并把他们送上港口之后,它也只收取两德拉克马。 而拥有该技术并完成这些事情的主人,在下船后,只是以谦逊的姿态在海边和他的船旁散步。
λογίζεσθαι γὰρ οἶμαι ἐπίσταται ὅτι ἄδηλόν ἐστιν οὕστινάς τε ὠφέληκεν τῶν συμπλεόντων οὐκ ἐάσας καταποντωθῆναι καὶ οὕστινας ἔβλαψεν, εἰδὼς ὅτι οὐδὲν αὐτοὺς βελτίους ἐξεβίβασεν ἢ οἷοι ἐνέβησαν, οὔτε τὰ σώματα οὔτε τὰς ψυχάς.
因为我想,他懂得推算:在那些一起航行、未被淹死的人中,他究竟是造福了谁,又伤害了谁,这是说不准的;因为他知道,他让他们登岸时,他们无论是在身体上还是在魂上,都丝毫没有比上船时变得更好。