§509ΣΩ. ταῦτα ἡμῖν ἄνω ἐκεῖ ἐν τοῖς πρόσθεν λόγοις οὕτω φανέντα, ὡς ἐγὼ λέγω, κατέχεται καὶ δέδεται, καὶ εἰ ἀγροικότερόν τι εἰπεῖν ἔστιν, σιδηροῖς καὶ ἀδαμαντίνοις λόγοις, ὡς γοῦν ἂν δόξειεν οὑτωσί, οὓς σὺ εἰ μὴ λύσεις ἢ σοῦ τις νεανικώτερος, οὐχ οἷόν τε ἄλλως λέγοντα ἢ ὡς ἐγὼ νῦν λέγω καλῶς λέγειν·
苏格拉底:在先前的讨论中,对我们而言正如我所说的那样显露出来的这些结论,已被固定并束缚住——并且,如果允许说得粗俗一点的话,就是被铁和金刚石般的论证(所束缚),至少就目前这样看来是如此;除非你或某个比你更朝气蓬勃的人能解开它们,否则任何以不同于我现在的说法说话的人,都不可能把话说好。
ἐπεὶ ἔμοιγε ὁ αὐτὸς λόγος ἐστιν ἀεί, ὅτι ἐγὼ ταῦτα οὐκ οἶδα ὅπως ἔχει, ὅτι μέντοι ὧν ἐγὼ ἐντετύχηκα, ὥσπερ νῦν, οὐδεὶς οἷός τʼ ἐστὶν ἄλλως λέγων μὴ οὐ καταγέλαστος εἶναι.
因为对我来说,我的立场始终是一样的:也就是,我并不清楚这些事情究竟是如何,但是在我所遇到过的人当中,正如现在一样,没有任何一个人在持相反说法时能不沦为笑柄。
ἐγὼ μὲν οὖν αὖ τίθημι ταῦτα οὕτως ἔχειν·
因此,我再次认定事情就是这样的。
εἰ δὲ οὕτως ἔχει καὶ μέγιστον τῶν κακῶν ἐστιν ἡ ἀδικία τῷ ἀδικοῦντι καὶ ἔτι τούτου μεῖζον μεγίστου ὄντος, εἰ οἷόν τε, τὸ ἀδικοῦντα μὴ διδόναι δίκην, τίνα ἂν βοήθειαν μὴ δυνάμενος ἄνθρωπος βοηθεῖν ἑαυτῷ καταγέλαστος ἂν τῇ ἀληθείᾳ εἴη;
如果事情确实如此,且行不义对行事者而言是最大的恶,而如果可能的话,比这最大的恶还要更大的恶,则是行不义而不受惩罚,那么一个人若无法为自己提供何种帮助,才会在事实上沦为笑柄呢?
ἆρα οὐ ταύτην, ἥτις ἀποτρέψει τὴν μεγίστην ἡμῶν βλάβην;
难道不正是那能避开我们最大伤害的帮助吗?
ἀλλὰ πολλὴ ἀνάγκη ταύτην εἶναι τὴν αἰσχίστην βοήθειαν μὴ δύνασθαι βοηθεῖν μήτε αὑτῷ μήτε τοῖς αὑτοῦ φίλοις τε καὶ οἰκείοις, δευτέραν δὲ τὴν τοῦ δευτέρου κακοῦ καὶ τρίτην τὴν τοῦ τρίτου καὶ τἆλλα οὕτως· ὡς ἑκάστου κακοῦ μέγεθος πέφυκεν, οὕτω καὶ κάλλος τοῦ δυνατὸν εἶναι ἐφʼ ἕκαστα βοηθεῖν καὶ αἰσχύνη τοῦ μή.
然而,无法为自己、也无法为自己的朋友和亲人提供帮助,这大有必要是最可耻的无法自助,而第二可耻的则是无法防范第二种恶,第三可耻的则是无法防范第三种恶,其余依此类推;正如每种恶的严重程度是天生定好的一样,能够针对每种恶提供帮助的美好,以及无法提供帮助的耻辱,也是如此。
ἆρα ἄλλως ἢ οὕτως ἔχει, ὦ Καλλίκλεις;
卡里克勒斯,事情是别的样子,还是正是这样?
ΚΑΛ. οὐκ ἄλλως.
卡里克勒斯:并非别样。
ΣΩ. δυοῖν οὖν ὄντοιν, τοῦ ἀδικεῖν τε καὶ ἀδικεῖσθαι, μεῖζον μέν φαμεν κακὸν τὸ ἀδικεῖν, ἔλαττον δὲ τὸ ἀδικεῖσθαι.
苏格拉底:既然行不义和受不义是这两件事,我们说行不义是更大的恶,而受不义是较小的恶。
τί οὖν ἂν παρασκευασάμενος ἄνθρωπος βοηθήσειεν αὑτῷ, ὥστε ἀμφοτέρας τὰς ὠφελίας ταύτας ἔχειν, τήν τε ἀπὸ τοῦ μὴ ἀδικεῖν καὶ τὴν ἀπὸ τοῦ μὴ ἀδικεῖσθαι;
那么,一个人应该为自己准备什么来帮助自己,从而使自己能够同时获得这两种益处——不加害于人的益处和不被害的益处?
πότερα δύναμιν ἢ βούλησιν; ὧδε δὲ λέγω·
是能力还是意愿?
πότερον ἐὰν μὴ βούληται ἀδικεῖσθαι, οὐκ ἀδικήσεται, ἢ ἐὰν δύναμιν παρασκευάσηται τοῦ μὴ ἀδικεῖσθαι, οὐκ ἀδικήσεται;
我是这样说的:如果他不愿意受不义,他就不会受不义,还是如果他准备了不受不义的能力,他就不会受不义?
ΚΑΛ. δῆλον δὴ τοῦτό γε, ὅτι ἐὰν δύναμιν.
卡里克勒斯:这显然是,如果他准备了能力。
ΣΩ. τί δὲ δὴ τοῦ ἀδικεῖν;
苏格拉底:那么对于行不义呢?
πότερον ἐὰν μὴ βούληται ἀδικεῖν, ἱκανὸν τοῦτʼ ἐστίν—οὐ γὰρ ἀδικήσει—ἢ καὶ ἐπὶ τοῦτο δεῖ δύναμίν τινα καὶ τέχνην παρασκευάσασθαι, ὡς, ἐὰν μὴ μάθῃ αὐτὰ καὶ ἀσκήσῃ, ἀδικήσει;
如果他不想行不义,这是否就足够了——因为他不会行不义——还是说,对于这件事也必须准备某种能力和技术,以至于除非他学习并锻炼这些,否则他就会行不义?
τί οὐκ αὐτό γέ μοι τοῦτο ἀπεκρίνω, ὦ Καλλίκλεις, πότερόν σοι δοκοῦμεν ὀρθῶς ἀναγκασθῆναι ὁμολογεῖν ἐν τοῖς ἔμπροσθεν λόγοις ἐγώ τε καὶ πῶλος ἢ οὔ, ἡνίκα ὡμολογήσαμεν μηδένα βουλόμενον ἀδικεῖν, ἀλλʼ ἄκοντας τοὺς ἀδικοῦντας πάντας ἀδικεῖν;
卡里克勒斯,你为什么不直接回答我这一个问题呢:你认为我和波洛斯在先前的讨论中被迫同意这一点,是正确的还是不正确? 当时我们一致同意:没有人自愿行不义,而是所有行不义的人都是非自愿地行不义?