Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §505-506

灵魂的管束与苏格拉底的自问自答

第 40 段,共 53 段 · 希腊语

内容简介

苏格拉底论证道,正如限制生病身体的欲望一样,当灵魂处于恶劣状态时,也必须通过限制其欲望来惩罚(管束)它。由于卡里克勒斯拒绝继续对话,苏格拉底在戈尔吉亚斯的鼓励下,以自问自答的方式继续阐述,重温了快感与善的区别以及德性如何源于秩序。

§505ΚΑΛ. ἔστω.
卡里克勒斯:就这么着吧。
ΣΩ. οὐ γὰρ οἶμαι λυσιτελεῖ μετὰ μοχθηρίας σώματος ζῆν ἀνθρώπῳ· ἀνάγκη γὰρ οὕτω καὶ ζῆν μοχθηρῶς.
苏格拉底:因为我认为,对于一个人来说,身体在恶劣状态下活着是毫无益处的;因为在那种情况下,他必然也活得很恶劣。
ἢ οὐχ οὕτως;
难道不是这样吗?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. οὐκοῦν καὶ τὰς ἐπιθυμίας ἀποπιμπλάναι, οἷον πεινῶντα φαγεῖν ὅσον βούλεται ἢ διψῶντα πιεῖν, ὑγιαίνοντα μὲν ἐῶσιν οἱ ἰατροὶ ὡς τὰ πολλά, κάμνοντα δὲ ὡς ἔπος εἰπεῖν οὐδέποτʼ ἐῶσιν ἐμπίμπλασθαι ὧν ἐπιθυμεῖ;
苏格拉底:那么,关于满足欲望,比如在饥饿时想吃多少就吃多少,或者在口渴时想喝多少就喝多少,医生们在人健康时通常会允许,但在生病时,可以说是决不允许他们去满足自己所欲望的东西,难道不是这样吗?
συγχωρεῖς τοῦτό γε καὶ σύ;
至少这一点你也同意吧?
ΚΑΛ. ἔγωγε.
卡里克勒斯:我同意。
ΣΩ. περὶ δὲ ψυχήν, ὦ ἄριστε, οὐχ ὁ αὐτὸς τρόπος;
苏格拉底:那么,我优秀的朋友,对于灵魂而言,不也是同样的方式吗?
ἕως μὲν ἂν πονηρὰ ᾖ, ἀνόητός τε οὖσα καὶ ἀκόλαστος καὶ ἄδικος καὶ ἀνόσιος, εἴργειν αὐτὴν δεῖ τῶν ἐπιθυμιῶν καὶ μὴ ἐπιτρέπειν ἄλλʼ ἄττα ποιεῖν ἢ ἀφʼ ὧν βελτίων ἔσται·
只要它还是邪恶的,也就是愚蠢、放纵、不正义和不敬的,就必须使它远离它的欲望,不允许它做任何其他事情,除非是那些能使它变得更好的事情。
φῂς ἢ οὔ;
你赞同还是不赞同?
ΚΑΛ. φημί.
卡里克勒斯:我赞同。
ΣΩ. οὕτω γάρ που αὐτῇ ἄμεινον τῇ ψυχῇ;
苏格拉底:因为我想,这样对灵魂自身也更好吧?
ΚΑΛ. πάνυ γε.
卡里克勒斯:确实如此。
ΣΩ. οὐκοῦν τὸ εἴργειν ἐστὶν ἀφʼ ὧν ἐπιθυμεῖ κολάζειν;
苏格拉底:那么,使它远离它所欲望的东西,就是惩戒它吗?
ΚΑΛ. ναί.
卡里克勒斯:是的。
ΣΩ. τὸ κολάζεσθαι ἄρα τῇ ψυχῇ ἄμεινόν ἐστιν ἢ ἡ ἀκολασία, ὥσπερ σὺ νυνδὴ ᾤου.
苏格拉底:那么,对于灵魂来说,被惩戒要比放纵更好,正如你刚才所认为的那样。
ΚΑΛ. οὐκ οἶδʼ ἅττα λέγεις, ὦ Σώκρατες, ἀλλʼ ἄλλον τινὰ ἐρώτα.
卡里克勒斯:我不知道你在说什么,苏格拉底,你问别人去吧。
ΣΩ. οὗτος ἀνὴρ οὐχ ὑπομένει ὠφελούμενος καὶ αὐτὸς τοῦτο πάσχων περὶ οὗ ὁ λόγος ἐστί, κολαζόμενος.
苏格拉底:这个人无法忍受接受益处,无法忍受自己去承受我们这番讨论的主题本身——也就是被惩戒。
ΚΑΛ. οὐδέ γέ μοι μέλει οὐδὲν ὧν σὺ λέγεις, καὶ ταῦτά σοι Γοργίου χάριν ἀπεκρινάμην.
卡里克勒斯:而且我根本不在乎你说的任何话,我回答你这些只是为了戈尔吉亚斯的面子。
ΣΩ. εἶεν·
苏格拉底:好吧;那么我们该怎么办呢?
τί οὖν δὴ ποιήσομεν; μεταξὺ τὸν λόγον καταλύομεν;
在半途废止我们的讨论吗?
ΚΑΛ. αὐτὸς γνώσῃ.
卡里克勒斯:你自己看着办吧。
ΣΩ. ἀλλʼ οὐδὲ τοὺς μύθους φασὶ μεταξὺ θέμις εἶναι καταλείπειν, ἀλλʼ ἐπιθέντας κεφαλήν, ἵνα μὴ ἄνευ κεφαλῆς περιίῃ.
苏格拉底:但人们说,即使是神话故事也不应该在半途丢弃,而应该给它们安上一个头,免得它们没有头到处乱跑。
ἀπόκριναι οὖν καὶ τὰ λοιπά, ἵνα ἡμῖν ὁ λόγος κεφαλὴν λάβῃ.
那么请回答剩下的部分吧,以便让我们的讨论得到一个头。
ΚΑΛ. ὡς βίαιος εἶ, ὦ Σώκρατες.
卡里克勒斯:你真是个强人所难的人,苏格拉底。
ἐὰν δὲ ἐμοὶ πείθῃ, ἐάσεις χαίρειν τοῦτον τὸν λόγον, ἢ καὶ ἄλλῳ τῳ διαλέξῃ.
但如果你听我的,你就会放弃这番讨论,或者去和别人谈。
ΣΩ. τίς οὖν ἄλλος ἐθέλει;
苏格拉底:那么还有谁愿意呢?
μὴ γάρ τοι ἀτελῆ γε τὸν λόγον καταλίπωμεν.
我们可千万不要让这番讨论半途而废。
ΚΑΛ. αὐτὸς δὲ οὐκ ἂν δύναιο διελθεῖν τὸν λόγον, ἢ λέγων κατὰ σαυτὸν ἢ ἀποκρινόμενος σαυτῷ;
卡里克勒斯:难道你不能自己把讨论进行下去吗,要么自己对自己说,要么自己回答自己?
ΣΩ. ἵνα μοι τὸ τοῦ Ἐπιχάρμου γένηται, ἃ πρὸ τοῦ δύο ἄνδρες ἔλεγον, εἷς ὢν ἱκανὸς γένωμαι.
苏格拉底:这样就能让埃皮哈尔莫斯的话应验在我身上了:“以前要两个人说的话,我现在一个人就足够说了。
ἀτὰρ κινδυνεύει ἀναγκαιότατον εἶναι οὕτως.
”不过,看来这样做确实是极其必要的。
εἰ μέντοι ποιήσομεν, οἶμαι ἔγωγε χρῆναι πάντας ἡμᾶς φιλονίκως ἔχειν πρὸς τὸ εἰδέναι τὸ ἀληθὲς τί ἐστιν περὶ ὧν λέγομεν καὶ τί ψεῦδος· κοινὸν γὰρ ἀγαθὸν ἅπασι φανερὸν γενέσθαι αὐτό.
但是,如果我们这样做,我想我们所有人都应当热切地去认识,在我们所说的话中,什么是真理,什么是谎言;因为这显露出来对大家都是共同的善。
§506ΣΩ. δίειμι μὲν οὖν τῷ λόγῳ ἐγὼ ὡς ἄν μοι δοκῇ ἔχειν·
苏格拉底:那么,我将按照我认为的样子来阐述这番论证。
ἐὰν δέ τῳ ὑμῶν μὴ τὰ ὄντα δοκῶ ὁμολογεῖν ἐμαυτῷ, χρὴ ἀντιλαμβάνεσθαι καὶ ἐλέγχειν.
但如果你们中有人觉得我同意了自己某些不合事实的事情,就必须打断并反驳我。
οὐδὲ γάρ τοι ἔγωγε εἰδὼς λέγω ἃ λέγω, ἀλλὰ ζητῶ κοινῇ μεθʼ ὑμῶν, ὥστε, ἂν τὶ φαίνηται λέγων ὁ ἀμφισβητῶν ἐμοί, ἐγὼ πρῶτος συγχωρήσομαι.
因为我并不是在以一个知晓者的身份说我所说的话,而是和你们共同探求,所以如果反对我的人显得说出了什么真理,我将第一个表示同意。
λέγω μέντοι ταῦτα, εἰ δοκεῖ χρῆναι διαπερανθῆναι τὸν λόγον· εἰ δὲ μὴ βούλεσθε, ἐῶμεν ἤδη χαίρειν καὶ ἀπίωμεν.
不过,我说这些,是在认为有必要完成这番论证的前提下;如果你们不想,我们现在就放弃它,走人吧。
ΓΟΡ. ἀλλʼ ἐμοὶ μὲν οὐ δοκεῖ, ὦ Σώκρατες, χρῆναί πω ἀπιέναι, ἀλλὰ διεξελθεῖν σε τὸν λόγον· φαίνεται δέ μοι καὶ τοῖς ἄλλοις δοκεῖν.
戈尔吉亚斯:但我认为,苏格拉底,我们还不能走,而你应该把论证进行到底;而且在我看来,其他人也是这么想的。
βούλομαι γὰρ ἔγωγε καὶ αὐτὸς ἀκοῦσαί σου αὐτοῦ διιόντος τὰ ἐπίλοιπα.
因为我自己也想听你独自阐述完剩下的部分。
ΣΩ. ἀλλὰ μὲν δή, ὦ Γοργία, καὶ αὐτὸς ἡδέως μὲν ἂν Καλλικλεῖ τούτῳ ἔτι διελεγόμην, ἕως αὐτῷ τὴν τοῦ Ἀμφίονος ἀπέδωκα ῥῆσιν ἀντὶ τῆς τοῦ Ζήθου·
苏格拉底:但是确实,戈尔吉亚斯,我自己本也是非常乐意和这位卡里克勒斯继续交谈的,直到我把安菲翁的唱词还给他,以报答他之前给我的齐托斯的唱词。
ἐπειδὴ δὲ σύ, ὦ Καλλίκλεις, οὐκ ἐθέλεις συνδιαπερᾶναι τὸν λόγον, ἀλλʼ οὖν ἐμοῦ γε ἀκούων ἐπιλαμβάνου, ἐάν τί σοι δοκῶ μὴ καλῶς λέγειν.
但是卡里克勒斯,既然你不愿意共同完成这番论证,那么至少在听我说时纠正我,如果你觉得我说得不好。
καί με ἐὰν ἐξελέγχῃς, οὐκ ἀχθεσθήσομαί σοι ὥσπερ σὺ ἐμοί, ἀλλὰ μέγιστος εὐεργέτης παρʼ ἐμοὶ ἀναγεγράψῃ.
如果你反驳我,我不会像你对我那样对你感到恼火,而是你将被我记录为最大的恩人。
ΚΑΛ. λέγε, ὠγαθέ, αὐτὸς καὶ πέραινε.
卡里克勒斯:你说吧,好人,你自己来完成它。
ΣΩ. ἄκουε δὴ ἐξ ἀρχῆς ἐμοῦ ἀναλαβόντος τὸν λόγον.
苏格拉底:那么,请听我从头重新提起这番论证。
ἆρα τὸ ἡδὺ καὶ τὸ ἀγαθὸν τὸ αὐτό ἐστιν;
快感和善是同一件东西吗?
—οὐ ταὐτόν, ὡς ἐγὼ καὶ Καλλικλῆς ὡμολογήσαμεν.
——不是同一件,正如我和卡里克勒斯同意的那样。
—πότερον δὲ τὸ ἡδὺ ἕνεκα τοῦ ἀγαθοῦ πρακτέον, ἢ τὸ ἀγαθὸν ἕνεκα τοῦ ἡδέος;
——那么,我们应当为了善而去追求快感,还是为了快感而去追求善?
—τὸ ἡδὺ ἕνεκα τοῦ ἀγαθοῦ.
——为了善而去追求快感。
—ἡδὺ δέ ἐστιν τοῦτο οὗ παραγενομένου ἡδόμεθα, ἀγαθὸν δὲ οὗ παρόντος ἀγαθοί ἐσμεν;
——而快感就是其到来使我们感到快乐的东西,善则是其存在使我们变得优秀的东西吗?
—πάνυ γε.
——确实如此。
—ἀλλὰ μὴν ἀγαθοί γέ ἐσμεν καὶ ἡμεῖς καὶ τἆλλα πάντα ὅσʼ ἀγαθά ἐστιν, ἀρετῆς τινος παραγενομένης;
——然而,我们以及所有其他好的事物,难道都是因为某种德性的到来才变得优秀的吗?
—ἔμοιγε δοκεῖ ἀναγκαῖον εἶναι, ὦ Καλλίκλεις.
——卡里克勒斯,在我看来这是必然的。
—ἀλλὰ μὲν δὴ ἥ γε ἀρετὴ ἑκάστου, καὶ σκεύους καὶ σώματος καὶ ψυχῆς αὖ καὶ ζῴου παντός, οὐ τῷ εἰκῇ κάλλιστα παραγίγνεται, ἀλλὰ τάξει καὶ ὀρθότητι καὶ τέχνῃ, ἥτις ἑκάστῳ ἀποδέδοται αὐτῶν·
——但是,每一个事物的德性,无论是工具的、身体的,还是灵魂的,乃至每一个动物的,难道都不是凭空偶然来到它们身上,而是通过分配给它们每个事物的秩序、正确性和技术吗?
ἆρα ἔστιν ταῦτα;
是这样吗?
—ἐγὼ μὲν γάρ φημι.
——因为我是这么主张的。
— τάξει ἆρα τεταγμένον καὶ κεκοσμημένον ἐστὶν ἡ ἀρετὴ ἑκάστου;
—— 那么,每一个事物的德性,就是因秩序而被组织和整饰的那个东西吗?
—φαίην ἂν ἔγωγε.
——我确实会这么说。
—κόσμος τις ἄρα ἐγγενόμενος ἐν ἑκάστῳ ὁ ἑκάστου οἰκεῖος ἀγαθὸν παρέχει ἕκαστον τῶν ὄντων;
——那么,在每一个事物中产生的、适合每一个事物的某种秩序,使得现存的每一个事物变得优秀吗?
—ἔμοιγε δοκεῖ.
——在我看来是这样的。
—καὶ ψυχὴ ἄρα κόσμον ἔχουσα τὸν ἑαυτῆς ἀμείνων τῆς ἀκοσμήτου;
——那么,拥有其自身秩序的灵魂,要比无秩序的灵魂更好吗?
—ἀνάγκη.
——必然如此。
—ἀλλὰ μὴν ἥ γε κόσμον ἔχουσα κοσμία;
——然而,拥有秩序的灵魂是守序(节制)的吗?
—πῶς γὰρ οὐ μέλλει; —
——怎么可能不是呢?

词汇与语法注释

  1. 505aὑγιαίνοντα μὲν ἐῶσιν οἱ ἰατροὶ... κάμνοντα δὲ... — 宾格分词 `ὑγιαίνοντα`(处于健康状态)和 `κάμνοντα`(处于生病状态)在修饰上下文省略的宾语“人”(`ἄνθρωπον`)或“他”(`αὐτόν`),该词同时作为不定式的主语。它们既是 `ἐῶσιν`(允许)的直接宾语,也是满足欲望这一动作的逻辑主语。
  2. 505cοὗτος ἀνὴρ οὐχ ὑπομένει ὠφελούμενος — 动词 `ὑπομένω`(忍受)接补充性分词(`ὠφελούμενος`、`πάσχων`、`κολαζόμενος`),表示“无法忍受被给予益处/承受/被惩戒”。苏格拉底在此使用第三人称的 `οὗτος ἀνὴρ`(这个人)来指代卡里克勒斯,带有某种旁白性质地表达对其固执的不满。
  3. 505eἃ πρὸ τοῦ δύο ἄνδρες ἔλεγον, εἷς ὢν ἱκανὸς γένωμαι — 引用自埃皮哈尔莫斯的残篇。`πρὸ τοῦ` 是表示“以前、从前”的副词性短语。`εἷς ὢν` 是分词的让步或对比用法,意为“虽然只是一个人(却变得足够)”。整个从句由前面的目的连词 `ἵνα` 引导,并要求虚拟语气 `γένωμαι`。
  4. 506bἕως αὐτῷ τὴν τοῦ Ἀμφίονος ἀπέδωκα ῥῆσιν — 连词 `ἕως` 伴随直说过去式(`ἀπέδωκα`),表示动作持续“直到”某一过去事实的完成。在此处带有违背事实的色彩:苏格拉底本乐意与卡里克勒斯交谈“直到”还清他那段唱词,但现在因后者的拒绝而无法实现。

引用这一段

柏拉图, 高尔吉亚篇 §505-506. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:505-506

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。