§484ΚΑΛ. πλάττοντες τοὺς βελτίστους καὶ ἐρρωμενεστάτους ἡμῶν αὐτῶν, ἐκ νέων λαμβάνοντες, ὥσπερ λέοντας, κατεπᾴδοντές τε καὶ γοητεύοντες καταδουλούμεθα λέγοντες ὡς τὸ ἴσον χρὴ ἔχειν καὶ τοῦτό ἐστιν τὸ καλὸν καὶ τὸ δίκαιον.
卡里克勒斯:我们自己把其中最优秀和最强壮的人,在他们年轻时就抓住,像对待狮子一样,通过对他们唱咒语和施法术来奴役他们,声称人应当获得平等的份额,并且这就是美德和正义。
ἐὰν δέ γε οἶμαι φύσιν ἱκανὴν γένηται ἔχων ἀνήρ, πάντα ταῦτα ἀποσεισάμενος καὶ διαρρήξας καὶ διαφυγών, καταπατήσας τὰ ἡμέτερα γράμματα καὶ μαγγανεύματα καὶ ἐπῳδὰς καὶ νόμους τοὺς παρὰ φύσιν ἅπαντας, ἐπαναστὰς ἀνεφάνη δεσπότης ἡμέτερος ὁ δοῦλος, καὶ ἐνταῦθα ἐξέλαμψεν τὸ τῆς φύσεως δίκαιον.
但是,我认为,如果一个拥有足够天资的男人出现,他就会抖落、撕裂并逃脱所有这一切,践踏我们书写的法律、骗局、咒语以及所有违反自然的法律,站起来,从奴隶显现为我们的主人,而在那里,自然的正义就会闪耀出来。
δοκεῖ δέ μοι καὶ Πίνδαρος ἅπερ ἐγὼ λέγω ἐνδείκνυσθαι ἐν τῷ ᾁσματι ἐν ᾧ λέγει ὅτι—
"
νόμος ὁ πάντων βασιλεὺς
θνατῶν τε καὶ ἀθανάτων· "
οὗτος δὲ δή, φησίν,—
"
ἄγει δικαιῶν τὸ βιαιότατον
ὑπερτάτᾳ χειρί·
在我看来,宾达罗斯也在他的歌中表明了我所说的正是如此,他在歌中写道: “法律是万物的国王,无论是凡人还是神明;” 他又说,正是这法律, “用至高无上的手,引导并使最暴力的行为成为正义。
τεκμαίρομαι
ἔργοισιν Ἡρακλέος, ἐπεὶ—ἀπριάτας—
"
λέγει οὕτω πως—τὸ γὰρ ᾆσμα οὐκ ἐπίσταμαι—λέγει δʼ ὅτι οὔτε πριάμενος οὔτε δόντος τοῦ Γηρυόνου ἠλάσατο τὰς βοῦς, ὡς τούτου ὄντος τοῦ δικαίου φύσει, καὶ βοῦς καὶ τἆλλα κτήματα εἶναι πάντα τοῦ βελτίονός τε καὶ κρείττονος τὰ τῶν χειρόνων τε καὶ ἡττόνων.
我以赫拉克勒斯的功绩为证据,因为,未经购买——” 他大概是这样说的——因为我不确切知道这首诗——但他写道,赫拉克勒斯既没有购买,也没有在革律翁赠予的情况下,便赶走了那些牛,仿佛这就是自然的正义,即牛和所有其他财产,那些较差和较弱者的财产,都属于更好和更强者。
τὸ μὲν οὖν ἀληθὲς οὕτως ἔχει, γνώσῃ δέ, ἂν ἐπὶ τὰ μείζω ἔλθῃς ἐάσας ἤδη φιλοσοφίαν.
事实确实如此,如果你抛开哲学,迈向更伟大的事物,你就会明白。
φιλοσοφία γάρ τοί ἐστιν, ὦ Σώκρατες, χαρίεν, ἄν τις αὐτοῦ μετρίως ἅψηται ἐν τῇ ἡλικίᾳ· ἐὰν δὲ περαιτέρω τοῦ δέοντος ἐνδιατρίψῃ, διαφθορὰ τῶν ἀνθρώπων.
苏格拉底,哲学确实是一件迷人的事情,如果有人在年轻时适度地接触它;但如果有人在其中停留的时间超过了应有的限度,它就会成为人类的毁灭。
ἐὰν γὰρ καὶ πάνυ εὐφυὴς ᾖ καὶ πόρρω τῆς ἡλικίας φιλοσοφῇ, ἀνάγκη πάντων ἄπειρον γεγονέναι ἐστὶν ὧν χρὴ ἔμπειρον εἶναι τὸν μέλλοντα καλὸν κἀγαθὸν καὶ εὐδόκιμον ἔσεσθαι ἄνδρα.
因为即使一个人非常有天赋,如果他在青年之后还继续研究哲学,他也必然对一切事物都变得毫无经验,而一个将要成为优秀、高尚且享有盛誉的男人是必须对这些事富有经验的。
καὶ γὰρ τῶν νόμων ἄπειροι γίγνονται τῶν κατὰ τὴν πόλιν, καὶ τῶν λόγων οἷς δεῖ χρώμενον ὁμιλεῖν ἐν τοῖς συμβολαίοις τοῖς ἀνθρώποις καὶ ἰδίᾳ καὶ δημοσίᾳ, καὶ τῶν ἡδονῶν τε καὶ ἐπιθυμιῶν τῶν ἀνθρωπείων, καὶ συλλήβδην τῶν ἠθῶν παντάπασιν ἄπειροι γίγνονται.
因为他们对城邦的法律变得毫无经验,对在私人和公共交往中与人接触时所必须使用的言辞变得毫无经验,对人类的快乐和欲望变得毫无经验,总而言之,他们对人类的习俗变得完全毫无经验。
ἐπειδὰν οὖν ἔλθωσιν εἴς τινα ἰδίαν ἢ πολιτικὴν πρᾶξιν, καταγέλαστοι γίγνονται, ὥσπερ γε οἶμαι οἱ πολιτικοί, ἐπειδὰν αὖ εἰς τὰς ὑμετέρας διατριβὰς ἔλθωσιν καὶ τοὺς λόγους, καταγέλαστοί εἰσιν.
因此,当他们参与某些私人或政治活动时,他们就会成为笑柄,正如我认为,当政治家们反过来参与你们的活动和讨论时,他们也会成为笑柄一样。
§485ΚΑΛ. συμβαίνει γὰρ τὸ τοῦ Εὐριπίδου· "λαμπρός"
τέ ἐστιν
"ἕκαστος"
ἐν τούτῳ,
"καὶ ἐπὶ τοῦτʼ ἐπείγεται"
,
"
νέμων τὸ πλεῖστον ἡμέρας τούτῳ μέρος,
ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει βέλτιστος ὤν·
卡里克勒斯:因为欧里庇得斯所说的那句话正好适用: “每个人” 在这上面 “大放异彩”, “并且向此奔忙”, “将一天中最大部分的时间分配给它,使自己在这里表现得最为优秀。
"
ὅπου δʼ ἂν φαῦλος ᾖ, ἐντεῦθεν φεύγει καὶ λοιδορεῖ τοῦτο, τὸ δʼ ἕτερον ἐπαινεῖ, εὐνοίᾳ τῇ ἑαυτοῦ, ἡγούμενος οὕτως αὐτὸς ἑαυτὸν ἐπαινεῖν.
” 但是在他平庸的地方,他便从中逃避并毁谤它,而赞美另一方,这是出于对自己的好意,认为这样他就是在赞美自己。
ἀλλʼ οἶμαι τὸ ὀρθότατόν ἐστιν ἀμφοτέρων μετασχεῖν. φιλοσοφίας μὲν ὅσον παιδείας χάριν καλὸν μετέχειν, καὶ οὐκ αἰσχρὸν μειρακίῳ ὄντι φιλοσοφεῖν·
但我认为,最正确的做法是两者都参与。
ἐπειδὰν δὲ ἤδη πρεσβύτερος ὢν ἄνθρωπος ἔτι φιλοσοφῇ, καταγέλαστον, ὦ Σώκρατες, τὸ χρῆμα γίγνεται, καὶ ἔγωγε ὁμοιότατον πάσχω πρὸς τοὺς φιλοσοφοῦντας ὥσπερ πρὸς τοὺς ψελλιζομένους καὶ παίζοντας.
为了教养的缘故而适度地参与哲学是美好的,对于一个年轻人来说研究哲学也并不丑陋;但是,当一个已经是年长的人还在研究哲学时,苏格拉底,这件事情就变得荒谬了,而我对研究哲学的人所产生的情感,与对那些口齿不清和嬉戏玩耍的人所产生的情感完全相同。
ὅταν μὲν γὰρ παιδίον ἴδω, ᾧ ἔτι προσήκει διαλέγεσθαι οὕτω, ψελλιζόμενον καὶ παῖζον, χαίρω τε καὶ χαρίεν μοι φαίνεται καὶ ἐλευθέριον καὶ πρέπον τῇ τοῦ παιδίου ἡλικίᾳ, ὅταν δὲ σαφῶς διαλεγομένου παιδαρίου ἀκούσω, πικρόν τί μοι δοκεῖ χρῆμα εἶναι καὶ ἀνιᾷ μου τὰ ὦτα καί μοι δοκεῖ δουλοπρεπές τι εἶναι·
因为当我看到一个尚处于适合如此交谈年龄的小孩口齿不清和嬉戏玩耍时,我感到高兴,这在我看来是迷人的、高尚的,符合小孩的年龄;但当我听到一个幼童清晰地说话时,我觉得这令人不快,刺痛我的耳朵,而且在我看来这带有某种奴性。
ὅταν δὲ ἀνδρὸς ἀκούσῃ τις ψελλιζομένου ἢ παίζοντα ὁρᾷ, καταγέλαστον φαίνεται καὶ ἄνανδρον καὶ πληγῶν ἄξιον.
但是,当听到一个成年人说话口齿不清,或者看到他在嬉戏玩耍时,这就会显得荒谬、没有男子气概且该揍。
ταὐτὸν οὖν ἔγωγε τοῦτο πάσχω καὶ πρὸς τοὺς φιλοσοφοῦντας.
我对那些研究哲学的人也抱有完全相同的看法。
παρὰ νέῳ μὲν γὰρ μειρακίῳ ὁρῶν φιλοσοφίαν ἄγαμαι, καὶ πρέπειν μοι δοκεῖ, καὶ ἡγοῦμαι ἐλεύθερόν τινα εἶναι τοῦτον τὸν ἄνθρωπον, τὸν δὲ μὴ φιλοσοφοῦντα ἀνελεύθερον καὶ οὐδέποτε οὐδενὸς ἀξιώσοντα ἑαυτὸν οὔτε καλοῦ οὔτε γενναίου πράγματος· ὅταν δὲ δὴ πρεσβύτερον ἴδω ἔτι φιλοσοφοῦντα καὶ μὴ ἀπαλλαττόμενον, πληγῶν μοι δοκεῖ ἤδη δεῖσθαι, ὦ Σώκρατες, οὗτος ὁ ἀνήρ.
因为当在一个年轻的小伙子身上看到哲学时,我赞赏它,认为这很合适,并认为这个人是自由人,而不研究哲学的人则不自由,绝不会认为自己配得上任何美好或高尚的事情;但是当我看到一个更年长的人还在研究哲学且不肯摆脱它时,苏格拉底,这个男人在我看来已经需要挨揍了。
ὃ γὰρ νυνδὴ ἔλεγον, ὑπάρχει τούτῳ τῷ ἀνθρώπῳ, κἂν πάνυ εὐφυὴς ᾖ, ἀνάνδρῳ γενέσθαι φεύγοντι τὰ μέσα τῆς πόλεως καὶ τὰς ἀγοράς, ἐν αἷς ἔφη ὁ ποιητὴς τοὺς ἄνδρας ἀριπρεπεῖς γίγνεσθαι, καταδεδυκότι δὲ τὸν λοιπὸν βίον βιῶναι μετὰ μειρακίων ἐν γωνίᾳ τριῶν ἢ τεττάρων ψιθυρίζοντα, ἐλεύθερον δὲ καὶ μέγα καὶ ἱκανὸν μηδέποτε φθέγξασθαι.
因为我刚才所说的那种情况就会发生在这个人身上,即使他非常有天赋,他也会变得没有男子气概,逃避城邦的中心和市场(诗人们说男人在这些地方能变得杰出),而是退缩到角落里,和几个小伙子低声耳语,度过余生,却永远无法发出任何自由、伟大且有力的话语。
ἐγὼ δέ, ὦ Σώκρατες, πρὸς σὲ ἐπιεικῶς ἔχω φιλικῶς· κινδυνεύω οὖν πεπονθέναι νῦν ὅπερ ὁ Ζῆθος πρὸς τὸν Ἀμφίονα ὁ Εὐριπίδου, οὗπερ ἐμνήσθην.
苏格拉底,我对你抱有相当友好的感情;因此我现在处于危险之中,就像我刚才提到的欧里庇得斯剧中的仄托斯对安菲翁所抱有的那种情感一样。