§482ΣΩ. τοῖς γὰρ τῶν παιδικῶν βουλεύμασίν τε καὶ λόγοις οὐχ οἷός τʼ εἶ ἐναντιοῦσθαι, ὥστε, εἴ τίς σου λέγοντος ἑκάστοτε ἃ διὰ τούτους λέγεις θαυμάζοι ὡς ἄτοπά ἐστιν, ἴσως εἴποις ἂν αὐτῷ, εἰ βούλοιο τἀληθῆ λέγειν, ὅτι εἰ μή τις παύσει τὰ σὰ παιδικὰ τούτων τῶν λόγων, οὐδὲ σὺ παύσῃ ποτὲ ταῦτα λέγων.
苏格拉底:因为你无法违背你爱人们的意图和言语;因此,如果每次在你说话时,有人对你因他们而说出如此奇妙的话感到惊讶,如果你想说真话,你大概会对他发问:如果有人不阻止你的爱人说这些话,你自己也绝不会停止说这些。
νόμιζε τοίνυν καὶ παρʼ ἐμοῦ χρῆναι ἕτερα τοιαῦτα ἀκούειν, καὶ μὴ θαύμαζε ὅτι ἐγὼ ταῦτα λέγω, ἀλλὰ τὴν φιλοσοφίαν, τὰ ἐμὰ παιδικά, παῦσον ταῦτα λέγουσαν.
因此,请认为你也应该从我这里听到类似的话,不要对我说了这些话感到惊讶,而是应该让我的爱人——哲学——停止说这些。
λέγει γάρ, ὦ φίλε ἑταῖρε, ἃ νῦν ἐμοῦ ἀκούεις, καί μοί ἐστιν τῶν ἑτέρων παιδικῶν πολὺ ἧττον ἔμπληκτος· ὁ μὲν γὰρ Κλεινίειος οὗτος ἄλλοτε ἄλλων ἐστὶ λόγων, ἡ δὲ φιλοσοφία ἀεὶ τῶν αὐτῶν, λέγει δὲ ἃ σὺ νῦν θαυμάζεις, παρῆσθα δὲ καὶ αὐτὸς λεγομένοις.
亲爱的朋友,她说的正是在下你现在从我这里听到的,而且她对我来说远没有我另一个爱人那么反复无常;因为那个克莱尼亚斯之子在不同时候说不同的话,而哲学总是说同样的话,她说的正是你现在感到惊讶的话,而且当这些话被说出来时,你自己也在场。
ἢ οὖν ἐκείνην ἐξέλεγξον, ὅπερ ἄρτι ἔλεγον, ὡς οὐ τὸ ἀδικεῖν ἐστιν καὶ ἀδικοῦντα δίκην μὴ διδόναι ἁπάντων ἔσχατον κακῶν· ἢ εἰ τοῦτο ἐάσεις ἀνέλεγκτον, μὰ τὸν κύνα τὸν Αἰγυπτίων θεόν, οὔ σοι ὁμολογήσει Καλλικλῆς, ὦ Καλλίκλεις, ἀλλὰ διαφωνήσει ἐν ἅπαντι τῷ βίῳ.
因此,要么像我刚才说的那样去驳倒她,证明行不正义以及在行不正义时免受惩罚并不是所有恶中最极端的恶;要么,如果你不予以驳斥,那么凭埃及人的神狗起誓,卡里克勒斯是不会同意你自己的,卡里克勒斯,而是会在你的一生中与你产生不谐和。
καίτοι ἔγωγε οἶμαι, ὦ βέλτιστε, καὶ τὴν λύραν μοι κρεῖττον εἶναι ἀνάρμοστόν τε καὶ διαφωνεῖν, καὶ χορὸν ᾧ χορηγοίην, καὶ πλείστους ἀνθρώπους μὴ ὁμολογεῖν μοι ἀλλʼ ἐναντία λέγειν μᾶλλον ἢ ἕνα ὄντα ἐμὲ ἐμαυτῷ ἀσύμφωνον εἶναι καὶ ἐναντία λέγειν.
然而,最优秀的人啊,我确实认为,对于我来说,我的竖琴失调且不谐和,以及我作为合唱长所指导的合唱队也是如此,甚至极大多数人不同意我、反而说相反的话,也比我作为一个单一的人却与自己不谐和、说矛盾的话要好得多。
ΚΑΛ. ὦ Σώκρατες, δοκεῖς νεανιεύεσθαι ἐν τοῖς λόγοις ὡς ἀληθῶς δημηγόρος ὤν· καὶ νῦν ταῦτα δημηγορεῖς ταὐτὸν παθόντος Πώλου πάθος ὅπερ Γοργίου κατηγόρει πρὸς σὲ παθεῖν.
卡里克勒斯:苏格拉底,你似乎在言辞中表现得像个血气方刚的青年,实际上是个不折不扣的民众煽动家;现在你如此发表大放言辞,是因为波洛斯遭受了此前他指责戈尔吉亚斯在你手中遭受的同样经历。
ἔφη γάρ που Γοργίαν ἐρωτώμενον ὑπὸ σοῦ, ἐὰν ἀφίκηται παρʼ αὐτὸν μὴ ἐπιστάμενος τὰ δίκαια ὁ τὴν ῥητορικὴν βουλόμενος μαθεῖν, εἰ διδάξοι αὐτὸν ὁ Γοργίας, αἰσχυνθῆναι αὐτὸν καὶ φάναι διδάξειν διὰ τὸ ἔθος τῶν ἀνθρώπων, ὅτι ἀγανακτοῖεν ἂν εἴ τις μὴ φαίη—διὰ δὴ ταύτην τὴν ὁμολογίαν ἀναγκασθῆναι ἐναντία αὐτὸν αὑτῷ εἰπεῖν, σὲ δὲ αὐτὸ τοῦτο ἀγαπᾶν—καί σου καταγελᾶν, ὥς γέ μοι δοκεῖν ὀρθῶς, τότε· νῦν δὲ πάλιν αὐτὸς ταὐτὸν τοῦτο ἔπαθεν.
因为他说过,当戈尔吉亚斯被你问及,如果一个想学习修辞学的人来找他却不懂得什么是正义,戈尔吉亚斯是否会教他时,戈尔吉亚斯由于人类的习俗感到羞愧,并声称他会教他,因为如果有人声称不教,人们会感到愤慨——而由于这一妥协,他被迫说出与自己矛盾的话,这正是你所乐见的——波洛斯当时嘲笑你,在我看来,那是理所当然的;但现在,他自己又遭受了这完全相同的经历。
καὶ ἔγωγε κατʼ αὐτὸ τοῦτο οὐκ ἄγαμαι Πῶλον, ὅτι σοι συνεχώρησεν τὸ ἀδικεῖν αἴσχιον εἶναι τοῦ ἀδικεῖσθαι· ἐκ ταύτης γὰρ αὖ τῆς ὁμολογίας αὐτὸς ὑπὸ σοῦ συμποδισθεὶς ἐν τοῖς λόγοις ἐπεστομίσθη, αἰσχυνθεὶς ἃ ἐνόει εἰπεῖν.
而我本人正是在这一点上不赞赏波洛斯,因为他向你妥协,承认行不正义比遭受不正义更丑陋;因为从这一妥协中,他在言辞中又被你捆绑住了手脚,并被堵住了嘴,羞于说出他所想的事情。
σὺ γὰρ τῷ ὄντι, ὦ Σώκρατες, εἰς τοιαῦτα ἄγεις φορτικὰ καὶ δημηγορικά, φάσκων τὴν ἀλήθειαν διώκειν, ἃ φύσει μὲν οὐκ ἔστιν καλά, νόμῳ δέ.
苏格拉底,你实际上是在把讨论引向这种粗俗和迎合大众的话题上,口口声声说是在追求真理,而这些事情在自然上并不美好,只在法律上美好。
§483ΚΑΛ. ὡς τὰ πολλὰ δὲ ταῦτα ἐναντίʼ ἀλλήλοις ἐστίν, ἥ τε φύσις καὶ ὁ νόμος· ἐὰν οὖν τις αἰσχύνηται καὶ μὴ τολμᾷ λέγειν ἅπερ νοεῖ, ἀναγκάζεται ἐναντία λέγειν.
卡里克勒斯:在大多数情况下,这两者,即自然和法律,是相互对立的;因此,如果有人感到羞愧并且不敢说出自己的想法,他就被迫说出矛盾的话。
ὃ δὴ καὶ σὺ τοῦτο τὸ σοφὸν κατανενοηκὼς κακουργεῖς ἐν τοῖς λόγοις, ἐὰν μέν τις κατὰ νόμον λέγῃ, κατὰ φύσιν ὑπερωτῶν, ἐὰν δὲ τὰ τῆς φύσεως, τὰ τοῦ νόμου.
而你,注意到了这个巧妙的把戏,在讨论中耍花招:如果有人按照法律说话,你就按照自然发问;如果有人谈论自然的事,你就按照法律发问。
ὥσπερ αὐτίκα ἐν τούτοις, τῷ ἀδικεῖν τε καὶ τῷ ἀδικεῖσθαι, Πώλου τὸ κατὰ νόμον αἴσχιον λέγοντος, σὺ τὸν λόγον ἐδιώκαθες κατὰ φύσιν.
就像刚才在这件事上,关于行不正义和遭受不正义,当波洛斯按照法律说“行不正义更丑陋”时,你却按照自然来追问。
φύσει μὲν γὰρ πᾶν αἴσχιόν ἐστιν ὅπερ καὶ κάκιον, τὸ ἀδικεῖσθαι, νόμῳ δὲ τὸ ἀδικεῖν.
因为在自然上,一切更坏的事情也就是更丑陋的,即遭受不正义;而在法律上,行不正义更丑陋。
οὐδὲ γὰρ ἀνδρὸς τοῦτό γʼ ἐστὶν τὸ πάθημα, τὸ ἀδικεῖσθαι, ἀλλʼ ἀνδραπόδου τινὸς ᾧ κρεῖττόν ἐστιν τεθνάναι ἢ ζῆν, ὅστις ἀδικούμενος καὶ προπηλακιζόμενος μὴ οἷός τέ ἐστιν αὐτὸς αὑτῷ βοηθεῖν μηδὲ ἄλλῳ οὗ ἂν κήδηται.
因为遭受不正义甚至不是一个真正男子汉会有的遭遇,而是一个活着不如死去的奴隶的遭遇,这样的人在遭受不正义和被侮辱时,无法保护自己,也无法保护自己所关心的其他人。
ἀλλʼ οἶμαι οἱ τιθέμενοι τοὺς νόμους οἱ ἀσθενεῖς ἄνθρωποί εἰσιν καὶ οἱ πολλοί.
但我认为,制定法律的人是弱者和多数人。
πρὸς αὑτοὺς οὖν καὶ τὸ αὑτοῖς συμφέρον τούς τε νόμους τίθενται καὶ τοὺς ἐπαίνους ἐπαινοῦσιν καὶ τοὺς ψόγους ψέγουσιν· ἐκφοβοῦντες τοὺς ἐρρωμενεστέρους τῶν ἀνθρώπων καὶ δυνατοὺς ὄντας πλέον ἔχειν, ἵνα μὴ αὐτῶν πλέον ἔχωσιν, λέγουσιν ὡς αἰσχρὸν καὶ ἄδικον τὸ πλεονεκτεῖν, καὶ τοῦτό ἐστιν τὸ ἀδικεῖν, τὸ πλέον τῶν ἄλλων ζητεῖν ἔχειν· ἀγαπῶσι γὰρ οἶμαι αὐτοὶ ἂν τὸ ἴσον ἔχωσιν φαυλότεροι ὄντες.
因此,他们针对自己和自己的利益制定法律,并进行赞赏和指责;他们恐吓那些更强壮、有能力获得更多的人,为了不让他们获得比自己更多的东西,他们说获得更多是丑陋和不正义的,而这就是行不正义,即追求比别人获得更多;因为我认为,如果他们自己作为较差的人能获得平等的份额,他们就满足了。
διὰ ταῦτα δὴ νόμῳ μὲν τοῦτο ἄδικον καὶ αἰσχρὸν λέγεται, τὸ πλέον ζητεῖν ἔχειν τῶν πολλῶν, καὶ ἀδικεῖν αὐτὸ καλοῦσιν· ἡ δέ γε οἶμαι φύσις αὐτὴ ἀποφαίνει αὐτό, ὅτι δίκαιόν ἐστιν τὸν ἀμείνω τοῦ χείρονος πλέον ἔχειν καὶ τὸν δυνατώτερον τοῦ ἀδυνατωτέρου.
因此,追求比多数人获得更多在法律上被称为不正义和丑陋,他们称之为行不正义;但是我认为自然本身却表明这一点:优秀者比恶劣者获得更多,更有能力者比无能者获得更多,这是正义的。
δηλοῖ δὲ ταῦτα πολλαχοῦ ὅτι οὕτως ἔχει, καὶ ἐν τοῖς ἄλλοις ζῴοις καὶ τῶν ἀνθρώπων ἐν ὅλαις ταῖς πόλεσι καὶ τοῖς γένεσιν, ὅτι οὕτω τὸ δίκαιον κέκριται, τὸν κρείττω τοῦ ἥττονος ἄρχειν καὶ πλέον ἔχειν.
许多地方都表明事实就是如此,无论是在其他动物中,还是在人类的整个城市和种族中,正义都是这样判定的:强者统治弱者并获得更多。
ἐπεὶ ποίῳ δικαίῳ χρώμενος Ξέρξης ἐπὶ τὴν Ἑλλάδα ἐστράτευσεν ἢ ὁ πατὴρ αὐτοῦ ἐπὶ Σκύθας;
因为薛西斯是凭借何种正义对希腊出兵的,或者他的父亲对塞人出兵?
ἢ ἄλλα μυρία ἄν τις ἔχοι τοιαῦτα λέγειν.
或者人们还可以举出成千上万个其他这样的例子。
ἀλλʼ οἶμαι οὗτοι κατὰ φύσιν τὴν τοῦ δικαίου ταῦτα πράττουσιν, καὶ ναὶ μὰ Δία κατὰ νόμον γε τὸν τῆς φύσεως, οὐ μέντοι ἴσως κατὰ τοῦτον ὃν ἡμεῖς τιθέμεθα·
但我认为,这些人是按照正义的自然在做这些事,并且凭宙斯起誓,确实是按照“自然的法律”在做,但这大概绝不是按照我们所制定的这一条法律。