- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:479-480
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
ソクラテスは、不義を働きながら罰を受けない者は、治療を恐れる重病人のように最も悲惨な状態にあることを論証する。これに基づき、弁論術は自己の罪を覆い隠すためではなく、むしろ自他を率先して告発し、刑罰という治療を受けさせるためにのみ用いられるべきであるという逆説的な結論を導く。
ΣΩ. οὐκοῦν οὗτος τυγχάνει ὢν ὃς ἂν τὰ μέγιστα ἀδικῶν καὶ χρώμενος μεγίστῃ ἀδικίᾳ διαπράξηται ὥστε1 μήτε νουθετεῖσθαι μήτε κολάζεσθαι μήτε δίκην διδόναι, ὥσπερ σὺ φῂς Ἀρχέλαον παρεσκευάσθαι καὶ τοὺς ἄλλους τυράννους καὶ ῥήτορας καὶ δυνάστας; ΠΩΛ. ἔοικε. ΣΩ. σχεδὸν γάρ που οὗτοι, ὦ ἄριστε, τὸ αὐτὸ διαπεπραγμένοι εἰσὶν ὥσπερ ἂν εἴ τις τοῖς μεγίστοις νοσήμασιν συνισχόμενος διαπράξαιτο μὴ διδόναι δίκην τῶν περὶ τὸ σῶμα ἁμαρτημάτων τοῖς ἰατροῖς μηδὲ ἰατρεύεσθαι, φοβούμενος ὡσπερανεὶ παῖς τὸ κάεσθαι καὶ τὸ τέμνεσθαι, ὅτι ἀλγεινόν. ἢ οὐ δοκεῖ καὶ σοὶ οὕτω; ΠΩΛ. ἔμοιγε. ΣΩ. ἀγνοῶν γε, ὡς ἔοικεν, οἷόν ἐστιν ἡ ὑγίεια καὶ ἀρετὴ σώματος.2 κινδυνεύουσι γὰρ ἐκ τῶν νῦν ἡμῖν ὡμολογημένων τοιοῦτόν τι ποιεῖν καὶ οἱ τὴν δίκην φεύγοντες, ὦ Πῶλε, τὸ ἀλγεινὸν αὐτοῦ καθορᾶν, πρὸς δὲ τὸ ὠφέλιμον τυφλῶς ἔχειν καὶ ἀγνοεῖν ὅσῳ ἀθλιώτερόν ἐστι μὴ ὑγιοῦς σώματος μὴ ὑγιεῖ ψυχῇ συνοικεῖν, ἀλλὰ σαθρᾷ καὶ ἀδίκῳ καὶ ἀνοσίῳ, ὅθεν καὶ πᾶν ποιοῦσιν ὥστε δίκην μὴ διδόναι μηδʼ ἀπαλλάττεσθαι τοῦ μεγίστου κακοῦ, καὶ χρήματα παρασκευαζόμενοι καὶ φίλους καὶ ὅπως ἂν ὦσιν ὡς πιθανώτατοι λέγειν· εἰ δὲ ἡμεῖς ἀληθῆ ὡμολογήκαμεν, ὦ Πῶλε, ἆρʼ αἰσθάνῃ τὰ συμβαίνοντα ἐκ τοῦ λόγου; ἢ βούλει συλλογισώμεθα αὐτά; ΠΩΛ. εἰ σοί γε δοκεῖ. ΣΩ. ἆρʼ οὖν συμβαίνει μέγιστον κακὸν ἡ ἀδικία καὶ τὸ ἀδικεῖν; ΠΩΛ. φαίνεταί γε. ΣΩ. καὶ μὴν ἀπαλλαγή γε ἐφάνη τούτου τοῦ κακοῦ τὸ δίκην διδόναι; ΠΩΛ. κινδυνεύει. ΣΩ. τὸ δέ γε μὴ διδόναι ἐμμονὴ τοῦ κακοῦ; ΠΩΛ. ναί. ΣΩ. δεύτερον ἄρα ἐστὶν τῶν κακῶν μεγέθει τὸ ἀδικεῖν· τὸ δὲ ἀδικοῦντα μὴ διδόναι δίκην πάντων μέγιστόν τε καὶ πρῶτον κακῶν πέφυκεν. ΠΩΛ. ἔοικεν. ΣΩ. ἆρʼ οὖν οὐ περὶ τούτου, ὦ φίλε, ἠμφεσβητήσαμεν, σὺ μὲν τὸν Ἀρχέλαον εὐδαιμονίζων τὸν τὰ μέγιστα ἀδικοῦντα δίκην οὐδεμίαν διδόντα, ἐγὼ δὲ τοὐναντίον οἰόμενος, εἴτε Ἀρχέλαος εἴτʼ ἄλλος ἀνθρώπων ὁστισοῦν μὴ δίδωσι δίκην ἀδικῶν, τούτῳ προσήκειν ἀθλίῳ εἶναι διαφερόντως τῶν ἄλλων ἀνθρώπων, καὶ ἀεὶ τὸν ἀδικοῦντα τοῦ ἀδικουμένου ἀθλιώτερον εἶναι καὶ τὸν μὴ διδόντα δίκην τοῦ διδόντος; οὐ ταῦτʼ ἦν τὰ ὑπʼ ἐμοῦ λεγόμενα; ΠΩΛ. ναί. ΣΩ. οὐκοῦν ἀποδέδεικται ὅτι ἀληθῆ ἐλέγετο; ΠΩΛ. φαίνεται.
ソクラテス:それなら、これに該当する者とは、最大の不義を働き、最大の不義を用いながら、戒められもせず、懲らしめられもせず、罰も受けないように取り計らう者のことだね。ちょうど君が、アルケラオスやその他の僭主、弁論家、実力者たちがそのように自らを整えていると言うように。 ポロス:そのようです。 ソクラテス:なぜなら、私の優れた友よ、彼らが行っていることは、最大の病に冒されながらも、まるで子供のように、焼灼や切開は苦痛だからと恐れて、自分の肉体の不調に対して医師たちに報いを受けることを免れ、治療を受けないように取り計らう者の仕業と、大体において同じだからだ。君もそうは思わないかね。 ポロス:私にはそのように思えます。 ソクラテス:どうやら、健康や肉体の優れた状態がどのようなものであるかを知らないがゆえにね。というのも、ポロスよ、これまでの私たちの合意によれば、刑罰を逃れる者たちも同様のことをしていると思われるからだ。すなわち、彼らは罰を受けることの苦痛な側面だけを見つめ、有益な側面に対しては盲目であり、不健康な肉体とともに暮らすことよりも、健康でない魂、すなわち蝕まれ不義で不敬な魂とともに暮らすことが、どれほどいっそう悲惨であるかを知らないのだ。それゆえに彼らは、罰を受けず、最大の悪から解放されないようにと、富や友人を手に入れ、あるいはできるだけ説得力のある話し手になれるよう準備するなど、あらゆる手を尽くすのだ。しかし、ポロスよ、もし私たちが真実を合意したのだとすれば、この議論からどのような結論が導かれるか分かっているかね。それとも、それらを一緒に順序立てて推論してみるかね。 ポロス:君がそうしたいなら。 ソクラテス:それでは、不義であることと不義を働くことが、最大の悪であるという結果になるかね。 ポロス:そのように思えます。 ソクラテス:そして、この悪からの解放は、罰を受けることであると明らかになったね。 ポロス:その可能性が高いです。 ソクラテス:しかし、罰を受けないことは、悪の残留であるね。 ポロス:はい。 ソクラテス:それなら、不義を働くことは悪の大きさにおいて第二位のものだ。これに対して、不義を働きながら罰を受けないことは、生まれつきすべての悪の中で最大かつ第一のものである。 ポロス:そのようです。 ソクラテス:それなら、友よ、私たちはまさにこの点について議論を戦わせたのではなかったかね。君は、最大の不義を働きながら何の罰も受けていないアルケラオスを祝福して幸福だと呼び、私は逆に、アルケラオスであれ他のいかなる人間であれ、不義を働きながら罰を受けない者は、他のすべての人々と比べても格段に不幸せであるべきであり、また常に、不義を働く者は不義を被る者よりも不幸せであり、罰を受けない者は罰を受ける者よりも不幸せであると考えていた。これらが私の主張したことではなかったかね。 ポロス:はい。 ソクラテス:それでは、それが真実であったと証明されたのだね。 ポロス:そのように思えます。
ΣΩ. εἶεν· εἰ οὖν δὴ ταῦτα ἀληθῆ, ὦ Πῶλε, τίς ἡ μεγάλη χρεία ἐστὶν τῆς ῥητορικῆς; δεῖ μὲν γὰρ δὴ ἐκ τῶν νῦν ὡμολογημένων αὐτὸν ἑαυτὸν μάλιστα φυλάττειν ὅπως μὴ ἀδικήσει, ὡς ἱκανὸν κακὸν ἕξοντα. οὐ γάρ; ΠΩΛ. πάνυ γε. ΣΩ. ἐὰν δέ γε ἀδικήσῃ ἢ αὐτὸς ἢ ἄλλος τις ὧν ἂν κήδηται, αὐτὸν ἑκόντα ἰέναι ἐκεῖσε ὅπου ὡς τάχιστα δώσει δίκην, παρὰ τὸν δικαστὴν ὥσπερ παρὰ τὸν ἰατρόν, σπεύδοντα ὅπως μὴ ἐγχρονισθὲν τὸ νόσημα τῆς ἀδικίας ὕπουλον τὴν ψυχὴν ποιήσει καὶ ἀνίατον· ἢ πῶς λέγομεν, ὦ Πῶλε, εἴπερ τὰ πρότερον μένει ἡμῖν ὁμολογήματα; οὐκ ἀνάγκη ταῦτα ἐκείνοις οὕτω μὲν συμφωνεῖν, ἄλλως δὲ μή; ΠΩΛ. τί γὰρ δὴ φῶμεν, ὦ Σώκρατες; ΣΩ. ἐπὶ μὲν ἄρα τὸ ἀπολογεῖσθαι ὑπὲρ τῆς ἀδικίας τῆς αὑτοῦ ἢ γονέων ἢ ἑταίρων ἢ παίδων ἢ πατρίδος ἀδικούσης οὐ χρήσιμος οὐδὲν ἡ ῥητορικὴ ἡμῖν, ὦ Πῶλε, εἰ μὴ εἴ τις ὑπολάβοι ἐπὶ τοὐναντίον3—κατηγορεῖν δεῖν μάλιστα μὲν ἑαυτοῦ, ἔπειτα δὲ καὶ τῶν οἰκείων καὶ τῶν ἄλλων ὃς ἂν ἀεὶ τῶν φίλων τυγχάνῃ ἀδικῶν, καὶ μὴ ἀποκρύπτεσθαι ἀλλʼ εἰς τὸ φανερὸν ἄγειν τὸ ἀδίκημα, ἵνα δῷ δίκην καὶ ὑγιὴς γένηται, ἀναγκάζειν τε αὑτὸν καὶ τοὺς ἄλλους μὴ ἀποδειλιᾶν ἀλλὰ παρέχειν μύσαντα εὖ καὶ ἀνδρείως ὥσπερ τέμνειν καὶ κάειν ἰατρῷ, τὸ ἀγαθὸν καὶ καλὸν διώκοντα, μὴ ὑπολογιζόμενον τὸ ἀλγεινόν, ἐὰν μέν γε πληγῶν ἄξια ἠδικηκὼς ᾖ, τύπτειν παρέχοντα, ἐὰν δὲ δεσμοῦ, δεῖν, ἐὰν δὲ ζημίας, ἀποτίνοντα, ἐὰν δὲ φυγῆς, φεύγοντα, ἐὰν δὲ θανάτου, ἀποθνῄσκοντα, αὐτὸν πρῶτον ὄντα κατήγορον καὶ αὑτοῦ καὶ τῶν ἄλλων οἰκείων καὶ ἐπὶ τοῦτο χρώμενον τῇ ῥητορικῇ, ὅπως ἂν καταδήλων τῶν ἀδικημάτων γιγνομένων ἀπαλλάττωνται τοῦ μεγίστου κακοῦ, ἀδικίας. φῶμεν οὕτως ἢ μὴ φῶμεν, ὦ Πῶλε; ΠΩΛ. ἄτοπα μέν, ὦ Σώκρατες, ἔμοιγε δοκεῖ, τοῖς μέντοι ἔμπροσθεν ἴσως σοι ὁμολογεῖται. ΣΩ. οὐκοῦν ἢ κἀκεῖνα λυτέον ἢ τάδε ἀνάγκη συμβαίνειν; ΠΩΛ. ναί, τοῦτό γε οὕτως ἔχει.
ソクラテス:よろしい。ポロスよ、もしこれらのことが真実であるなら、弁論術の大いなる有用性とは何だろうか。なぜなら、これまでの合意からすれば、自分自身が不義を働かないように何よりも警戒しなければならないからだ。そうすれば十分な悪を背負うことになるのだからね。そうではないかね。 ポロス:まったくその通りです。 ソクラテス:しかし、もし自分自身、あるいは自分が気にかけている誰か他の者が不義を働いたなら、不義という病が時間の経過によって慢性化し、魂の皮膚の下に膿を溜めて不治のものになってしまわないよう、まるで医師のもとへ行くように、急いで裁判官のもとへ、できるだけ早く罰を受ける場所へと自ら進んで行くべきである。それとも、もしこれまでの合意が私たちにとって有効なままであるなら、私たちはどのように言うべきだろうか。このように言うことで前の合意と調和し、別のやり方では調和しないということは、必然ではないかね。 ポロス:ソクラテス、そうであるなら、私たちはほかに何と言いようがあるでしょう。 ソクラテス:それなら、ポロスよ、自分自身や、両親、仲間、子供、あるいは不義を働く祖国の不義を弁護するためには、弁論術は私たちにとってまったく無用だ。ただし、誰かが反対の目的、すなわち、何よりもまず自分自身を、次いで身内の者や、その都度不義を働いている友人を告発すべきであり、その不義を隠すことなく明るみに出すべきだと考えるなら話は別だが。それは、彼が罰を受けて健康になるためであり、自分自身や他人に、臆病風を吹かすことなく、まるで医師に切開や焼灼を委ねるように、目を閉じて立派に勇敢に身を委ねるよう強制するためなのだ。苦痛のことは考えず、善いことと美しいことを追求しながら。そして、もし鞭打ちに値する不義を働いたのなら、叩かれるがままにし、投獄に値するなら縛られるがままにし、罰金に値するなら支払い、追放に値するなら追放され、死に値するなら死を受け入れるのだ。自らが自分自身や身内の者の最初の告発者となり、不義が明白になることで最大の悪である不義から彼らが解放されるように、まさにそのために弁論術を用いるのだ。ポロスよ、このように言うべきかね、それとも言うべきではないかね。 ポロス:ソクラテス、私には奇妙なことに思われますが、しかし、先ほどのあなたの前提とはおそらく一致しています。 ソクラテス:それなら、以前の合意を破棄するか、あるいはこれらの結論が必然的に成り立つかのどちらかだね。 ポロス:はい、確かにその通りです。
- 479οὗτος τυγχάνει ὢν ὃς ἂν τὰ μέγιστα ἀδικῶν... διαπράξηται ὥστε
関係代名詞 ὃς ἂν に導かれる節は、前文の「悪を抱えながらそこから解放されない者」を指す οὗτος を修飾・定義している。διαπράξηται の目的語的な機能を持つ ὥστε 節は、単なる結果を表すだけでなく、主語の意図的な企て(「〜するように取り計らう」)を示している。
- 479bἀγνοῶν γε, ὡς ἔοικεν, οἷόν ἐστιν ἡ ὑγίεια καὶ ἀρετὴ σώματος
因果関係を示す主格の分詞 ἀγνοῶν は、比喩の中で用いられている不定の代名詞 τις (医師から逃れる病人)および、それを引き継ぐ主節の οἱ τὴν δίκην φεύγοντες (刑罰から逃れる者)の心理的背景を説明している。
- 480bεἰ μὴ εἴ τις ὑπολάβοι ἐπὶ τοὐναντίον
二重の仮定条件 εἰ μὴ εἰ(〜でなければ、もし〜なら)の重畳により、例外的な条件(「もし誰かが逆のことを想定するのでなければ」)を示す強い譲歩を表している。これにより、本来「無用」なはずの弁論術が唯一「有用」となる逆説的な場面が導入される。
