§472ΣΩ. ὦ μακάριε, ῥητορικῶς γάρ με ἐπιχειρεῖς ἐλέγχειν, ὥσπερ οἱ ἐν τοῖς δικαστηρίοις ἡγούμενοι ἐλέγχειν.
苏格拉底:我亲爱的朋友,你正在试图用修辞学的方式来反驳我,就像那些自以为在法庭上驳倒了对手的人一样。
καὶ γὰρ ἐκεῖ οἱ ἕτεροι τοὺς ἑτέρους δοκοῦσιν ἐλέγχειν, ἐπειδὰν τῶν λόγων ὧν ἂν λέγωσι μάρτυρας πολλοὺς παρέχωνται καὶ εὐδοκίμους, ὁ δὲ τἀναντία λέγων ἕνα τινὰ παρέχηται ἢ μηδένα.
因为在那里,只要一方能为自己所说的话提供许多声誉显赫的证人,而说相反话的人只提供一个甚至一个都不提供,前者似乎就驳倒了后者。
οὗτος δὲ ὁ ἔλεγχος οὐδενὸς ἄξιός ἐστιν πρὸς τὴν ἀλήθειαν· ἐνίοτε γὰρ ἂν καὶ καταψευδομαρτυρηθείη τις ὑπὸ πολλῶν καὶ δοκούντων εἶναί τι.
但这种反驳对于真理而言毫无价值;因为有时,一个人甚至会被许多看似有头有脸的人作伪证陷害。
καὶ νῦν περὶ ὧν σὺ λέγεις ὀλίγου σοι πάντες συμφήσουσιν ταὐτὰ Ἀθηναῖοι καὶ οἱ ξένοι, ἐὰν βούλῃ κατʼ ἐμοῦ μάρτυρας παρασχέσθαι ὡς οὐκ ἀληθῆ λέγω·
而现在,关于你所说的事,如果你想提供针对我的证人来证明我说的不真实,几乎所有的雅典人和外邦人都会同意你的看法。
μαρτυρήσουσί σοι, ἐὰν μὲν βούλῃ, Νικίας ὁ Νικηράτου καὶ οἱ ἀδελφοὶ μετʼ αὐτοῦ, ὧν οἱ τρίποδες οἱ ἐφεξῆς ἑστῶτές εἰσιν ἐν τῷ Διονυσίῳ, ἐὰν δὲ βούλῃ, Ἀριστοκράτης ὁ Σκελλίου, οὗ αὖ ἐστιν ἐν Πυθίου τοῦτο τὸ καλὸν ἀνάθημα, ἐὰν δὲ βούλῃ, ἡ Περικλέους ὅλη οἰκία ἢ ἄλλη συγγένεια ἥντινα ἂν βούλῃ τῶν ἐνθάδε ἐκλέξασθαι.
如果你愿意,尼克拉托斯之子尼基阿斯和他的兄弟们都会为你作证,他们的三脚祭器在狄奥尼索斯神殿里一字排开;如果你愿意,斯克利亚斯之子阿里斯托克拉特斯也会作证,在阿波罗神殿里那件精美的奉纳物就是他的;如果你愿意,伯里克利的整个家族,或者你愿意从这里的显贵中挑选出来的任何其他亲族,都会为你作证。
ἀλλʼ ἐγώ σοι εἷς ὢν οὐχ ὁμολογῶ·
但我,虽然只有一个人,却不同意你的看法。
οὐ γάρ με σὺ ἀναγκάζεις, ἀλλὰ ψευδομάρτυρας πολλοὺς κατʼ ἐμοῦ παρασχόμενος ἐπιχειρεῖς ἐκβάλλειν με ἐκ τῆς οὐσίας καὶ τοῦ ἀληθοῦς.
因为你并没有说服我,而是通过提供许多针对我的伪证,企图把我从我的财产——也就是真理中驱逐出去。
ἐγὼ δὲ ἂν μὴ σὲ αὐτὸν ἕνα ὄντα μάρτυρα παράσχωμαι ὁμολογοῦντα περὶ ὧν λέγω, οὐδὲν οἶμαι ἄξιον λόγου μοι πεπεράνθαι περὶ ὧν ἂν ἡμῖν ὁ λόγος ᾖ·
但对我来说,如果我不能提供你这仅有的一位证人来同意我所说的话,我认为,对于我们所讨论的事情,我自己没有取得任何值得一提的成果。
οἶμαι δὲ οὐδὲ σοί, ἐὰν μὴ ἐγώ σοι μαρτυρῶ εἷς ὢν μόνος, τοὺς δʼ ἄλλους πάντας τούτους χαίρειν ἐᾷς.
我认为对你来说也是如此,除非我这仅有的一位为你作证,而你对其余所有这些人都置之不理。
ἔστιν μὲν οὖν οὗτός τις τρόπος ἐλέγχου, ὡς σύ τε οἴει καὶ ἄλλοι πολλοί· ἔστιν δὲ καὶ ἄλλος, ὃν ἐγὼ αὖ οἶμαι.
因此,一方面,有这样一种反驳的方式,正如你和许多其他人所认为的那样;但另一方面,还有另一种方式,这正是我所认为的。
παραβαλόντες οὖν παρʼ ἀλλήλους σκεψώμεθα εἴ τι διοίσουσιν ἀλλήλων.
那么,让我们把它们放在一起进行比较,看看它们是否有什么不同。
καὶ γὰρ καὶ τυγχάνει περὶ ὧν ἀμφισβητοῦμεν οὐ πάνυ σμικρὰ ὄντα, ἀλλὰ σχεδόν τι ταῦτα περὶ ὧν εἰδέναι τε κάλλιστον μὴ εἰδέναι τε αἴσχιστον·
因为事实上,我们所争论的事情绝非琐碎小事,而几乎可以说是那些知道它最美妙、不知道它最可耻的事情。
τὸ γὰρ κεφάλαιον αὐτῶν ἐστιν ἢ γιγνώσκειν ἢ ἀγνοεῖν ὅστις τε εὐδαίμων ἐστὶν καὶ ὅστις μή.
因为它们的核心就是:去认识或不认识谁是幸福的,谁又不是。
αὐτίκα πρῶτον, περὶ οὗ νῦν ὁ λόγος ἐστίν, σὺ ἡγῇ οἷόν τε εἶναι μακάριον ἄνδρα ἀδικοῦντά τε καὶ ἄδικον ὄντα, εἴπερ Ἀρχέλαον ἄδικον μὲν ἡγῇ εἶναι, εὐδαίμονα δέ.
首先,关于我们现在正在谈论的事,你认为一个作恶且不义的人也有可能获得幸福,因为你确实认为阿尔克拉乌斯虽是不义的,却也是幸福的。
ἄλλο τι ὡς οὕτω σου νομίζοντος διανοώμεθα;
我们是否应该认为这就是你的看法?
ΠΩΛ. πάνυ γε.
波洛斯:正是如此。
ΣΩ. ἐγὼ δέ φημι ἀδύνατον.
苏格拉底:但我说这是不可能的。
ἓν μὲν τουτὶ ἀμφισβητοῦμεν.
这是我们争论的一个点。
εἶεν·
好。
ἀδικῶν δὲ δὴ εὐδαίμων ἔσται ἆρʼ, ἂν τυγχάνῃ δίκης τε καὶ τιμωρίας;
那么,作恶的人如果受到审判和惩罚,他还会是幸福的吗?
ΠΩΛ. ἥκιστά γε, ἐπεὶ οὕτω γʼ ἂν ἀθλιώτατος εἴη.
波洛斯:绝非如此,因为那样一来,他就会是最悲惨的了。
ΣΩ. ἀλλʼ ἐὰν ἄρα μὴ τυγχάνῃ δίκης ὁ ἀδικῶν, κατὰ τὸν σὸν λόγον εὐδαίμων ἔσται;
苏格拉底:但如果作恶的人没有受到惩罚,根据你的说法,他就会是幸福的吗?
ΠΩΛ. φημί.
波洛斯:是的。
ΣΩ. κατὰ δέ γε τὴν ἐμὴν δόξαν, ὦ Πῶλε, ὁ ἀδικῶν τε καὶ ὁ ἄδικος πάντως μὲν ἄθλιος, ἀθλιώτερος μέντοι ἐὰν μὴ διδῷ δίκην μηδὲ τυγχάνῃ τιμωρίας ἀδικῶν, ἧττον δὲ ἄθλιος ἐὰν διδῷ δίκην καὶ τυγχάνῃ δίκης ὑπὸ θεῶν τε καὶ ἀνθρώπων.
苏格拉底:但依我之见,波洛斯,作恶者和不义者在任何情况下都是悲惨的。 然而,如果他们作了恶却不接受惩罚、不受到制裁,就会更加悲惨;但如果他们接受惩罚,并受到神明和人类的审判,他们的悲惨程度就会减轻。