§470ΣΩ. ἔχεις οὖν εἰπεῖν διʼ ὅτι μέμφῃ τὴν τοιαύτην δύναμιν;
苏格拉底:那么,你能说出你为什么非难这种力量吗?
ΠΩΛ. ἔγωγε.
波洛斯:我能。
ΣΩ. τί δή;
苏格拉底:为什么呢?
λέγε.
说吧。
ΠΩΛ. ὅτι ἀναγκαῖον τὸν οὕτω πράττοντα ζημιοῦσθαί ἐστιν.
波洛斯:因为如此行事的人不可避免地要遭受处罚。
ΣΩ. τὸ δὲ ζημιοῦσθαι οὐ κακόν;
苏格拉底:而遭受处罚难道不是一件坏事吗?
ΠΩΛ. πάνυ γε.
波洛斯:当然是。
ΣΩ. οὐκοῦν, ὦ θαυμάσιε, πάλιν αὖ σοι φαίνεται, ἐὰν μὲν πράττοντι ἃ δοκεῖ ἕπηται τὸ ὠφελίμως πράττειν, ἀγαθόν τε εἶναι, καὶ τοῦτο, ὡς ἔοικεν, ἐστὶν τὸ μέγα δύνασθαι· εἰ δὲ μή, κακὸν καὶ σμικρὸν δύνασθαι.
苏格拉底:那么,我优秀的朋友,在你看来事情又是这样了:如果一个人随心所欲地行事能带来有益的结果,这就是一件好事,而且这似乎就是拥有巨大的力量;但如果不能,这就是一件坏事,而且是力量微小。
σκεψώμεθα δὲ καὶ τόδε· ἄλλο τι ὁμολογοῦμεν ἐνίοτε μὲν ἄμεινον εἶναι ταῦτα ποιεῖν ἃ νυνδὴ ἐλέγομεν, ἀποκτεινύναι τε καὶ ἐξελαύνειν ἀνθρώπους καὶ ἀφαιρεῖσθαι χρήματα, ἐνίοτε δὲ οὔ;
让我们再考虑一下这一点:我们是否同意,有时做我们刚才说的那些事——杀人、驱逐和剥夺财产——是比较好的,而有时则不然?
ΠΩΛ. πάνυ γε.
波洛斯:当然同意。
ΣΩ. τοῦτο μὲν δή, ὡς ἔοικε, καὶ παρὰ σοῦ καὶ παρʼ ἐμοῦ ὁμολογεῖται.
苏格拉底:那么,这显然是你我都同意的了。
ΠΩΛ. ναί.
波洛斯:是的。
ΣΩ. πότε οὖν σὺ φῂς ἄμεινον εἶναι ταῦτα ποιεῖν;
苏格拉底:那么,你认为什么时候做这些事比较好?
εἰπὲ τίνα ὅρον ὁρίζῃ.
告诉我你定下的界限是什么。
ΠΩΛ. σὺ μὲν οὖν, ὦ Σώκρατες, ἀπόκριναι τοῦτο.
波洛斯:还是你,苏格拉底,自己来回答这个问题吧。
ΣΩ. ἐγὼ μὲν τοίνυν φημί, ὦ Πῶλε, εἴ σοι παρʼ ἐμοῦ ἥδιόν ἐστιν ἀκούειν, ὅταν μὲν δικαίως τις ταῦτα ποιῇ, ἄμεινον εἶναι, ὅταν δὲ ἀδίκως, κάκιον.
苏格拉底:那么,波洛斯,如果你更愿意听我回答,我说:当有人正义地做这些事时,就是比较好的;当非正义地做时,就是比较坏的。
ΠΩΛ. χαλεπόν γέ σε ἐλέγξαι, ὦ Σώκρατες·
波洛斯:要驳倒你可真难啊,苏格拉底!
ἀλλʼ οὐχὶ κἂν παῖς σε ἐλέγξειεν ὅτι οὐκ ἀληθῆ λέγεις;
但是,难道连一个孩子不能驳倒你,证明你说的不是真话吗?
ΣΩ. πολλὴν ἄρα ἐγὼ τῷ παιδὶ χάριν ἕξω, ἴσην δὲ καὶ σοί, ἐάν με ἐλέγξῃς καὶ ἀπαλλάξῃς φλυαρίας.
苏格拉底:如果是这样,我将非常感谢那个孩子,如果你能驳倒我,使我摆脱愚蠢,我也同样感谢你。
ἀλλὰ μὴ κάμῃς φίλον ἄνδρα εὐεργετῶν, ἀλλʼ ἔλεγχε.
请不要厌倦于给朋友带来恩惠,开始反驳吧。
ΠΩΛ. ἀλλὰ μήν, ὦ Σώκρατες, οὐδέν γέ σε δεῖ παλαιοῖς πράγμασιν ἐλέγχειν· τὰ γὰρ ἐχθὲς καὶ πρώην γεγονότα ταῦτα ἱκανά σε ἐξελέγξαι ἐστὶν καὶ ἀποδεῖξαι ὡς πολλοὶ ἀδικοῦντες ἄνθρωποι εὐδαίμονές εἰσιν.
波洛斯:但是,苏格拉底,根本不需要用古老的事来反驳你;因为昨天和前天发生的事,就足以反驳你,并证明许多行不义的人也是幸福的。
ΣΩ. τὰ ποῖα ταῦτα;
苏格拉底:那些是什么事?
ΠΩΛ. Ἀρχέλαον δήπου τοῦτον τὸν Περδίκκου ὁρᾷς ἄρχοντα Μακεδονίας;
波洛斯:你一定看到了这个佩尔迪卡斯的儿子阿尔克拉乌斯正在统治马其顿吧?
ΣΩ. εἰ δὲ μή, ἀλλʼ ἀκούω γε.
苏格拉底:即使没有亲眼看到,至少我听说了。
ΠΩΛ. εὐδαίμων οὖν σοι δοκεῖ εἶναι ἢ ἄθλιος;
波洛斯:那么在你看来,他是幸福的还是悲惨的?
ΣΩ. οὐκ οἶδα, ὦ Πῶλε· οὐ γάρ πω συγγέγονα τῷ ἀνδρί.
苏格拉底:我不知道,波洛斯;因为我还没有结识这个人。
ΠΩΛ. τί δέ;
波洛斯:什么?
συγγενόμενος ἂν γνοίης, ἄλλως δὲ αὐτόθεν οὐ γιγνώσκεις ὅτι εὐδαιμονεῖ;
结识了你才能知道吗? 难道你在当下不能直接看出他是幸福的吗?
ΣΩ. μὰ Δίʼ οὐ δῆτα.
苏格拉底:凭宙斯发誓,确实不能。
ΠΩΛ. δῆλον δή, ὦ Σώκρατες, ὅτι οὐδὲ τὸν μέγαν βασιλέα γιγνώσκειν φήσεις εὐδαίμονα ὄντα.
波洛斯:显然,苏格拉底,你也会说你不知道大王是幸福的。
ΣΩ. καὶ ἀληθῆ γε ἐρῶ· οὐ γὰρ οἶδα παιδείας ὅπως ἔχει καὶ δικαιοσύνης.
苏格拉底:而且我说的是实话;因为我不知道他在教养和正义方面处于何种状态。
ΠΩΛ. τί δέ;
波洛斯:什么?
ἐν τούτῳ ἡ πᾶσα εὐδαιμονία ἐστίν;
难道全部的幸福就在于此吗?
ΣΩ. ὥς γε ἐγὼ λέγω, ὦ Πῶλε· τὸν μὲν γὰρ καλὸν καὶ ἀγαθὸν ἄνδρα καὶ γυναῖκα εὐδαίμονα εἶναί φημι, τὸν δὲ ἄδικον καὶ πονηρὸν ἄθλιον.
苏格拉底:正如我所说,波洛斯:因为我认为,优秀的男人和女人是幸福的,而不义和邪恶的人是悲惨的。
§471ΠΩΛ. ἄθλιος ἄρα οὗτός ἐστιν ὁ Ἀρχέλαος κατὰ τὸν σὸν λόγον;
波洛斯:那么,根据你的说法,这个阿尔克拉乌斯是悲惨的了?
ΣΩ. εἴπερ γε, ὦ φίλε, ἄδικος.
苏格拉底:如果他确实是不义的话,我的朋友。
ΠΩΛ. ἀλλὰ μὲν δὴ πῶς οὐκ ἄδικος;
波洛斯:但他怎么会不是不义的呢?
ᾧ γε προσῆκε μὲν τῆς ἀρχῆς οὐδὲν ἣν νῦν ἔχει, ὄντι ἐκ γυναικὸς ἣ ἦν δούλη Ἀλκέτου τοῦ Περδίκκου ἀδελφοῦ, καὶ κατὰ μὲν τὸ δίκαιον δοῦλος ἦν Ἀλκέτου, καὶ εἰ ἐβούλετο τὰ δίκαια ποιεῖν, ἐδούλευεν ἂν Ἀλκέτῃ καὶ ἦν εὐδαίμων κατὰ τὸν σὸν λόγον.
他对自己现在拥有的统治权本来没有任何份,因为他是佩尔迪卡斯的兄弟阿尔克塔斯的奴隶所生的儿子。 按照正义,他本来是阿尔克塔斯的奴隶,如果他想做正义的事,他就应该服侍阿尔克塔斯,而且根据你的说法也会是幸福的。
νῦν δὲ θαυμασίως ὡς ἄθλιος γέγονεν, ἐπεὶ τὰ μέγιστα ἠδίκηκεν· ὅς γε πρῶτον μὲν τοῦτον αὐτὸν τὸν δεσπότην καὶ θεῖον μεταπεμψάμενος ὡς ἀποδώσων τὴν ἀρχὴν ἣν Περδίκκας αὐτὸν ἀφείλετο, ξενίσας καὶ καταμεθύσας αὐτόν τε καὶ τὸν ὑὸν αὐτοῦ Ἀλέξανδρον, ἀνεψιὸν αὑτοῦ, σχεδὸν ἡλικιώτην, ἐμβαλὼν εἰς ἅμαξαν, νύκτωρ ἐξαγαγὼν ἀπέσφαξέν τε καὶ ἠφάνισεν ἀμφοτέρους.
但现在他却变得惊人地悲惨,因为他犯下了最大的罪行;他首先把这位主人兼叔父召来,声称要归还佩尔迪卡斯夺走他的统治权,在款待并灌醉了叔父和其子亚历山大(阿尔克拉乌斯自己的堂弟,年纪相仿)之后,将他们塞进马车,趁夜色带出去杀害并藏匿了他们。
καὶ ταῦτα ἀδικήσας ἔλαθεν ἑαυτὸν ἀθλιώτατος γενόμενος καὶ οὐ μετεμέλησεν αὐτῷ, ἀλλʼ ὀλίγον ὕστερον τὸν ἀδελφόν, τὸν γνήσιον τοῦ Περδίκκου ὑόν, παῖδα ὡς ἑπτέτη, οὗ ἡ ἀρχὴ ἐγίγνετο κατὰ τὸ δίκαιον, οὐκ ἐβουλήθη εὐδαίμων γενέσθαι δικαίως ἐκθρέψας καὶ ἀποδοὺς τὴν ἀρχὴν ἐκείνῳ, ἀλλʼ εἰς φρέαρ ἐμβαλὼν καὶ ἀποπνίξας πρὸς τὴν μητέρα αὐτοῦ Κλεοπάτραν χῆνα ἔφη διώκοντα ἐμπεσεῖν καὶ ἀποθανεῖν.
犯下这些不义罪行之后,他自己并没有察觉到自己已经变得最为悲惨,也毫无悔意;反而在不久之后,对于佩尔迪卡斯的嫡子,也就是一个大约七岁的孩子,按照正义本该继承统治权的人,他不愿意通过正当地抚养他并归还统治权而使自己成为正义的幸福之人,反而将他投入井中溺死,并对他的母亲克利奥帕特拉谎称,孩子是在追赶一只鹅时掉下去淹死的。
τοιγάρτοι νῦν, ἅτε μέγιστα ἠδικηκὼς τῶν ἐν Μακεδονίᾳ, ἀθλιώτατός ἐστιν πάντων Μακεδόνων, ἀλλʼ οὐκ εὐδαιμονέστατος, καὶ ἴσως ἔστιν ὅστις Ἀθηναίων ἀπὸ σοῦ ἀρξάμενος δέξαιτʼ ἂν ἄλλος ὁστισοῦν Μακεδόνων γενέσθαι μᾶλλον ἢ Ἀρχέλαος.
因此,现在他作为马其顿犯下最大罪行的人,成了所有马其顿人中最悲惨的,而不是最幸福的。 而且,可能任何一个雅典人,从你开始,都会宁愿成为其他任何一个马其顿人,也不愿成为阿尔克拉乌斯。
ΣΩ. καὶ κατʼ ἀρχὰς τῶν λόγων, ὦ Πῶλε, ἔγωγέ σε ἐπῄνεσα ὅτι μοι δοκεῖς εὖ πρὸς τὴν ῥητορικὴν πεπαιδεῦσθαι, τοῦ δὲ διαλέγεσθαι ἠμεληκέναι·
苏格拉底:波洛斯,在谈话开始时,我赞扬过你,因为我觉得你在辩论术方面受过很好的训练,但忽略了对话。
καὶ νῦν ἄλλο τι οὗτός ἐστιν ὁ λόγος, ᾧ με καὶ ἂν παῖς ἐξελέγξειε, καὶ ἐγὼ ὑπὸ σοῦ νῦν, ὡς σὺ οἴει, ἐξελήλεγμαι τούτῳ τῷ λόγῳ, φάσκων τὸν ἀδικοῦντα οὐκ εὐδαίμονα εἶναι;
现在,这就是连孩子都能驳倒我的论证吗? 我真的被你用这个论证驳倒了——正如你所认为的那样,而我却仍主张行不义的人是不幸福的?
πόθεν, ὠγαθέ;
这怎么可能呢,我的好朋友?
καὶ μὴν οὐδέν γέ σοι τούτων ὁμολογῶ ὧν σὺ φῄς.
因为我绝不同意你所说的任何一件事。
ΠΩΛ. οὐ γὰρ ἐθέλεις, ἐπεὶ δοκεῖ γέ σοι ὡς ἐγὼ λέγω.
波洛斯:因为你不想同意,其实你心里想的正和我所说的一样。