§452ΣΩ. ὅτι εἴ σοι αὐτίκα παρασταῖεν οἱ δημιουργοὶ τούτων ὧν ἐπῄνεσεν ὁ τὸ σκολιὸν ποιήσας, ἰατρός τε καὶ παιδοτρίβης καὶ χρηματιστής, καὶ εἴποι πρῶτον μὲν ὁ ἰατρὸς ὅτι
ὦ Σώκρατες, ἐξαπατᾷ σε Γοργίας·
苏格拉底:因为,如果写那首短歌的诗人所赞美的事物的创造者们——医生、体育教师和理财家——此刻突然站在你面前,而医生首先说道: “苏格拉底,高尔吉亚在欺骗你。
οὐ γάρ ἐστιν ἡ τούτου τέχνη περὶ τὸ μέγιστον ἀγαθὸν τοῖς ἀνθρώποις, ἀλλʼ ἡ ἐμή
—εἰ οὖν αὐτὸν ἐγὼ ἐροίμην· σὺ δὲ τίς ὢν ταῦτα λέγεις;
因为他的技艺所关涉的并不是对人类而言最大的善,我的技艺才是。 ” ——如果我问他:“你是什么人,竟说这话?
εἴποι ἂν ἴσως ὅτι ἰατρός.
”他大概会说:“我是医生。
τί οὖν λέγεις;
”“那么你说的是什么意思?
ἦ τὸ τῆς σῆς τέχνης ἔργον μέγιστόν ἐστιν ἀγαθόν;
难道你的技艺的成果就是最大的善吗?
πῶς γὰρ οὔ,
φαίη ἂν ἴσως,
ὦ Σώκρατες, ὑγίεια;
” “那怎么会不是呢,苏格拉底,那就是健康呀!
τί δʼ ἐστὶν μεῖζον ἀγαθὸν ἀνθρώποις ὑγιείας;
”他大概会说,“对人类而言,还有什么比健康更大的善呢?
εἰ δʼ αὖ μετὰ τοῦτον ὁ παιδοτρίβης εἴποι ὅτι
θαυμάζοιμί τἄν, ὦ Σώκρατες, καὶ αὐτὸς εἴ σοι ἔχοι Γοργίας μεῖζον ἀγαθὸν ἐπιδεῖξαι τῆς αὑτοῦ τέχνης ἢ ἐγὼ τῆς ἐμῆς·
” 如果在这之后,体育教师又说道: “苏格拉底,如果高尔吉亚能向你证明他的技艺所提供的善比我的还要大,我倒要感到奇怪了。
εἴποιμʼ ἂν αὖ καὶ πρὸς τοῦτον· σὺ δὲ δὴ τίς εἶ, ὦ ἄνθρωπε, καὶ τί τὸ σὸν ἔργον;
” 我也会对这个人说:“那么你究竟是谁,朋友,你的工作又是什么?
παιδοτρίβης,
φαίη ἄν,
τὸ δὲ ἔργον μού ἐστιν καλούς τε καὶ ἰσχυροὺς ποιεῖν τοὺς ἀνθρώπους τὰ σώματα.
” “我是体育教师,”他会说,“我的工作就是使人们的身体变得美丽和强壮。
μετὰ δὲ τὸν παιδοτρίβην εἴποι ἂν ὁ χρηματιστής, ὡς ἐγᾦμαι πάνυ καταφρονῶν ἁπάντων· σκόπει δῆτα, ὦ Σώκρατες, ἐάν σοι πλούτου φανῇ τι μεῖζον ἀγαθὸν ὂν ἢ παρὰ Γοργίᾳ ἢ παρʼ ἄλλῳ ὁτῳοῦν.
” 在体育教师之后,理财家也会开口,我想他会带着彻底蔑视所有人的神气说: “苏格拉底,你就看看,无论在高尔吉亚那里还是在任何其他人那里,是否能显现出有什么善是比财富更大的。
φαῖμεν ἂν οὖν πρὸς αὐτόν· τί δὲ δή;
” 我们会对他说:“怎么?
ἦ σὺ τούτου δημιουργός;
你就是财富的创造者吗?
φαίη ἄν.
”他会说:“是的。
τίς ὤν;
”“是以什么身份呢?
χρηματιστής.
” “理财家。
τί οὖν;
” “那么怎么说?
κρίνεις σὺ μέγιστον ἀνθρώποις ἀγαθὸν εἶναι πλοῦτον;
你认为财富是人类最大的善吗?
φήσομεν.
”我们会问。
πῶς γὰρ οὔκ;
“怎么会不是呢?
ἐρεῖ.
”他会说。
καὶ μὴν ἀμφισβητεῖ γε Γοργίας ὅδε τὴν παρʼ αὑτῷ τέχνην μείζονος ἀγαθοῦ αἰτίαν εἶναι ἢ τὴν σήν, φαῖμεν ἂν ἡμεῖς.
“可是,我们这位高尔吉亚却争辩说,他自己的技艺所带来的善比你的更大,”我们会这样说。
δῆλον οὖν ὅτι τὸ μετὰ τοῦτο ἔροιτʼ ἄν· καὶ τί ἐστιν τοῦτο τὸ ἀγαθόν;
那么显而易见,在这之后他会问: “那么这种善是什么呢?
ἀποκρινάσθω Γοργίας.
让高尔吉亚来回答吧。
ἴθι οὖν νομίσας, ὦ Γοργία, ἐρωτᾶσθαι καὶ ὑπʼ ἐκείνων καὶ ὑπʼ ἐμοῦ, ἀπόκριναι τί ἐστιν τοῦτο ὃ φῂς σὺ μέγιστον ἀγαθὸν εἶναι τοῖς ἀνθρώποις καὶ σὲ δημιουργὸν εἶναι αὐτοῦ.
” 那么,高尔吉亚,请你当作正被他们和被我共同提问那样,回答我们:你所说的对人类而言最大的善、且你自身是其创造者的那个东西,究竟是什么?
ΓΟΡ. ὅπερ ἐστίν, ὦ Σώκρατες, τῇ ἀληθείᾳ μέγιστον ἀγαθὸν καὶ αἴτιον ἅμα μὲν ἐλευθερίας αὐτοῖς τοῖς ἀνθρώποις, ἅμα δὲ τοῦ ἄλλων ἄρχειν ἐν τῇ αὑτοῦ πόλει ἑκάστῳ.
高尔吉亚:苏格拉底,那在真理上确实是最大的善,它既是人类自身获得自由的原因,同时也是每个个人在自己的城邦中统治他人的原因。
ΣΩ. τί οὖν δὴ τοῦτο λέγεις;
苏格拉底:那么,你说的这个到底是什么呢?
ΓΟΡ. τὸ πείθειν ἔγωγʼ οἷόν τʼ εἶναι τοῖς λόγοις καὶ ἐν δικαστηρίῳ δικαστὰς καὶ ἐν βουλευτηρίῳ βουλευτὰς καὶ ἐν ἐκκλησίᾳ ἐκκλησιαστὰς καὶ ἐν ἄλλῳ συλλόγῳ παντί, ὅστις ἂν πολιτικὸς σύλλογος γίγνηται.
高尔吉亚:我说的是,能够用言辞在法庭上说服法官、在议事会中说服议员、在公民大会上说服公民,以及在任何其他集会(只要是政治性的集会)中说服众人。
καίτοι ἐν ταύτῃ τῇ δυνάμει δοῦλον μὲν ἕξεις τὸν ἰατρόν, δοῦλον δὲ τὸν παιδοτρίβην· ὁ δὲ χρηματιστὴς οὗτος ἄλλῳ ἀναφανήσεται χρηματιζόμενος καὶ οὐχ αὑτῷ, ἀλλὰ σοὶ τῷ δυναμένῳ λέγειν καὶ πείθειν τὰ πλήθη.
而且,凭借这种能力,你将使医生变成你的奴隶,使体育教师也变成你的奴隶;而那个理财家,最终也会被发现是在为别人而不是为自己赚钱,也就是为你这个能够用言辞说服大众的人赚钱。