Humanitext Reader

柏拉图 · 高尔吉亚篇 §451

修辞学的对象与人类最大的善

第 4 段,共 53 段 · 希腊语

内容简介

苏格拉底以算术、计算和天文学为例,说明每一门以言辞为基础的技艺都有其特定的研究对象,并再次询问高尔吉亚修辞学所处理的对象。高尔吉亚回答说是人类事务中最大、最美好的事物,但苏格拉底引用一首宴会短歌进行反驳,指出健康、美貌和财富也同样被声称为最好的事物。

§451ΓΟΡ. ὀρθῶς γὰρ οἴει, ὦ Σώκρατες, καὶ δικαίως ὑπολαμβάνεις.
高尔吉亚:你想得很对,苏格拉底,理解得也很公正。
ΣΩ. ἴθι νυν καὶ σὺ τὴν ἀπόκρισιν ἣν ἠρόμην διαπέρανον.
苏格拉底:那么,现在也请你把我刚才提的问题回答完。
ἐπεὶ γὰρ ῥητορικὴ τυγχάνει μὲν οὖσα τούτων τις τῶν τεχνῶν τῶν τὸ πολὺ λόγῳ χρωμένων, τυγχάνουσιν δὲ καὶ ἄλλαι τοιαῦται οὖσαι, πειρῶ εἰπεῖν ἡ περὶ τί ἐν λόγοις τὸ κῦρος ἔχουσα ῥητορική ἐστιν.
因为修辞学既然恰好是这些主要使用言辞的技艺之一,而且也恰好有其他此类技艺,请试着说说,在言辞中拥有决定权的修辞学是关于什么的。
ὥσπερ ἂν εἴ τίς με ἔροιτο ὧν νυνδὴ ἔλεγον περὶ ἡστινοσοῦν τῶν τεχνῶν· ὦ Σώκρατες, τίς ἐστιν ἡ ἀριθμητικὴ τέχνη;
正如如果有人就我刚才提到的任何一门技艺问我: “苏格拉底,算术是一门什么技艺?
εἴποιμʼ ἂν αὐτῷ, ὥσπερ σὺ ἄρτι, ὅτι τῶν διὰ λόγου τις τὸ κῦρος ἐχουσῶν.
” 我会像你刚才那样回答他,说它是通过言辞拥有决定权的技艺之一。
καὶ εἴ με ἐπανέροιτο· τῶν περὶ τί;
如果他再问我: “是关于什么的技艺之一?
εἴποιμʼ ἂν ὅτι τῶν περὶ τὸ ἄρτιόν τε καὶ περιττὸν, ὅσα ἂν ἑκάτερα τυγχάνῃ ὄντα.
” 我会回答他说,是关于奇数和偶数的,无论它们各自的数量是多少。
εἰ δʼ αὖ ἔροιτο· τὴν δὲ λογιστικὴν τίνα καλεῖς τέχνην;
如果他接着问: “那么你把计算术称为什么技艺?
εἴποιμʼ ἂν ὅτι καὶ αὕτη ἐστὶν τῶν λόγῳ τὸ πᾶν κυρουμένων·
” 我会说这同样是通过言辞来决定一切的技艺之一。
καὶ εἰ ἐπανέροιτο· ἡ περὶ τί;
如果他再问: “它是关于什么的?
εἴποιμʼ ἂν ὥσπερ οἱ ἐν τῷ δήμῳ συγγραφόμενοι, ὅτι τὰ μὲν ἄλλα καθάπερ ἡ ἀριθμητικὴ ἡ λογιστικὴ ἔχει—περὶ τὸ αὐτὸ γάρ ἐστιν, τό τε ἄρτιον καὶ τὸ περιττόν—διαφέρει δὲ τοσοῦτον, ὅτι καὶ πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα πῶς ἔχει πλήθους ἐπισκοπεῖ τὸ περιττὸν καὶ τὸ ἄρτιον ἡ λογιστική.
” 我会像在公民大会上起草决议的人那样回答说,在其他方面,计算术和算术一样——因为它们都是关于同一事物的,即奇数和偶数——但不同之处在于,计算术研究的是奇数和偶数在数量上对自己和对彼此的关系如何。
καὶ εἴ τις τὴν ἀστρονομίαν ἀνέροιτο, ἐμοῦ λέγοντος ὅτι καὶ αὕτη λόγῳ κυροῦται τὰ πάντα, οἱ δὲ λόγοι οἱ τῆς ἀστρονομίας, εἰ φαίη, περὶ τί εἰσιν, ὦ Σώκρατες;
如果有人问起天文学,而我说它也是一切都通过言辞来决定, “那么天文学的言辞,” 如果他问, “是关于什么的,苏格拉底?
εἴποιμʼ ἂν ὅτι περὶ τὴν τῶν ἄστρων φορὰν καὶ ἡλίου καὶ σελήνης, πῶς πρὸς ἄλληλα τάχους ἔχει.
” 我会回答说,是关于星星、太阳和月亮的运动,以及它们彼此之间在速度上的关系。
ΓΟΡ. ὀρθῶς γε λέγων σύ, ὦ Σώκρατες.
高尔吉亚:你说得非常对,苏格拉底。
ΣΩ. ἴθι δὴ καὶ σύ, ὦ Γοργία.
苏格拉底:那么,高尔吉亚,你也来吧。
τυγχάνει μὲν γὰρ δὴ ἡ ῥητορικὴ οὖσα τῶν λόγῳ τὰ πάντα διαπραττομένων τε καὶ κυρουμένων· ἦ γάρ;
修辞学确实是那些完全通过言辞来付诸实行并拥有决定权的技艺之一,不是吗?
ΓΟΡ. ἔστι ταῦτα.
高尔吉亚:正是如此。
ΣΩ. λέγε δὴ τῶν περὶ τί;
苏格拉底:那么请说,它是关于什么的?
τί ἐστι τοῦτο τῶν ὄντων, περὶ οὗ οὗτοι οἱ λόγοι εἰσὶν οἷς ἡ ῥητορικὴ χρῆται;
在存在的事物中,修辞学所使用的这些言辞到底是关于什么的?
ΓΟΡ. τὰ μέγιστα τῶν ἀνθρωπείων πραγμάτων, ὦ Σώκρατες, καὶ ἄριστα.
高尔吉亚:苏格拉底,是人类事务中最大、最美好的事物。
ΣΩ. ἀλλʼ, ὦ Γοργία, ἀμφισβητήσιμον καὶ τοῦτο λέγεις καὶ οὐδέν πω σαφές.
苏格拉底:但是,高尔吉亚,你说的这话也是有争议的,而且还没有说清楚。
οἴομαι γάρ σε ἀκηκοέναι ἐν τοῖς συμποσίοις ᾀδόντων ἀνθρώπων τοῦτο τὸ σκολιόν, ἐν ᾧ καταριθμοῦνται ᾁδοντες ὅτι "ὑγιαίνειν μὲν ἄριστόν" ἐστιν, τὸ δὲ "δεύτερον καλὸν γενέσθαι, τρίτον δέ" , ὥς φησιν ὁ ποιητὴς τοῦ σκολιοῦ, "τὸ πλουτεῖν ἀδόλως" .
因为我想你一定听过人们在宴会上唱这首短歌(酒宴歌),他们在歌中列举道: “健康是最好的,” 而 “第二是变得美丽,第三则是,” 正如这首短歌的诗人所说, “不带欺诈地富有。
ΓΟΡ. ἀκήκοα γάρ·
” 高尔吉亚:我是听过。
ἀλλὰ πρὸς τί τοῦτο λέγεις;
但这和你的话有什么关系呢?

词汇与语法注释

  1. 451aἡ περὶ τί ἐν λόγοις τὸ κῦρος ἔχουσα ῥητορική ἐστιν — 一种将间接疑问从句 "περὶ τί" 与冠词 "ἡ" 连用,作定语修饰的结构。整个表达的意思是:“在言辞中拥有决定权的修辞学中,那门‘关于什么的’技术才是修辞学?”
  2. 451bὅσα ἂν ἑκάτερα τυγχάνῃ ὄντα — 表示数量的关系代词 "ὅσα" 与虚拟语气结合,构成泛指关系从句 "ἂν ... τυγχάνῃ ὄντα"(其中 "τυγχάνω" 搭配分词表示“恰好是”)。在算术的定义中,它指“(奇数和偶数)它们各自的数量是多少”。
  3. 451cπῶς ἔχει πλήθους — 疑问副词 "πῶς" 与 "ἔχω" 连用,并搭配表示方面/限定的属格 "πλήθους"(在数量上),表示“它们在数量上处于何种关系”或“数量关系如何”。
  4. 451eᾀδόντων ἀνθρώπων τοῦτο τὸ σκολιόν, ἐν ᾧ καταριθμοῦνται ᾁδοντες — 属格分词 "ᾀδόντων ἀνθρώπων" 作为知觉动词 "ἀκηκοέναι" 的补语,表示“听见人们在唱”。"καταριθμοῦνται ᾁδοντες" 采用了伴随状况的分词用法,意为“在歌唱中列举”。

引用这一段

柏拉图, 高尔吉亚篇 §451. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg023.humanitext-grc2:451

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。