Humanitext Reader

柏拉图 · 普罗泰戈拉篇 §359

勇敢的特殊性与勇者及懦夫之别

第 31 段,共 33 段 · 希腊语

内容简介

苏格拉底要求普罗泰戈拉为他之前的论点——即“勇敢与其他美德完全不同”——进行辩护。普罗泰戈拉认为,勇敢者和懦夫所走向的事物是完全相反的,这在面对战争时表现得最为明显。

§359ΣΩ. οὕτω δὴ τούτων ὑποκειμένων, ἦν δʼ ἐγώ, Πρόδικέ τε καὶ Ἱππία, ἀπολογείσθω ἡμῖν Πρωταγόρας ὅδε ἃ τὸ πρῶτον ἀπεκρίνατο πῶς ὀρθῶς ἔχει—μὴ ἃ τὸ πρῶτον παντάπασι· τότε μὲν γὰρ δὴ πέντε ὄντων μορίων τῆς ἀρετῆς οὐδὲν ἔφη εἶναι τὸ ἕτερον οἷον τὸ ἕτερον, ἰδίαν δὲ αὑτοῦ ἕκαστον ἔχειν δύναμιν·
苏格拉底:“既然这些前提已经确定,”我说道,“普罗迪科斯和希庇亚斯,就让我们的这位普罗泰戈拉向我们辩护,他最初做出的回答如何是正确的——我不是指他最开始的那个回答;因为当时他说,在美德的五个部分中,没有任何一个与另一个相似,而是每一个都具有自己特有的力量。
ἀλλʼ οὐ ταῦτα λέγω, ἀλλʼ ἃ τὸ ὕστερον εἶπεν.
但我不是指那些,而是指他后来所说的话。
τὸ γὰρ ὕστερον ἔφη τὰ μὲν τέτταρα ἐπιεικῶς παραπλήσια ἀλλήλοις εἶναι, τὸ δὲ ἓν πάνυ πολὺ διαφέρειν τῶν ἄλλων, τὴν ἀνδρείαν, γνώσεσθαι δέ μʼ ἔφη τεκμηρίῳ τῷδε· εὑρήσεις γάρ, ὦ Σώκρατες, ἀνθρώπους ἀνοσιωτάτους μὲν ὄντας καὶ ἀδικωτάτους καὶ ἀκολαστοτάτους καὶ ἀμαθεστάτους, ἀνδρειοτάτους δέ· ᾧ γνώσῃ ὅτι πολὺ διαφέρει ἡ ἀνδρεία τῶν ἄλλων μορίων τῆς ἀρετῆς.
因为他后来声称,其中四个部分是相当接近的,但其中一个,即勇敢,与其余的部分极不相同,并且他说我可以从以下证据中得知这一点: ‘因为,苏格拉底,你会发现有些人是极不虔敬、极不公正、极放荡、极无知的,但同时又是极勇敢的;由此你将得知,勇敢与美德的其他部分大不相同。
καὶ ἐγὼ εὐθὺς τότε πάνυ ἐθαύμασα τὴν ἀπόκρισιν, καὶ ἔτι μᾶλλον ἐπειδὴ ταῦτα μεθʼ ὑμῶν διεξῆλθον.
’ 我当时对这个回答就感到十分惊讶,而在与你们一起讨论了这些之后,我更感到惊讶了。
ἠρόμην δʼ οὖν τοῦτον εἰ τοὺς ἀνδρείους λέγοι θαρραλέους· ὁ δέ, καὶ ἴτας γʼ, ἔφη.
无论如何,我曾问过他,他是否称勇敢者为‘充满信心的人’;而他回答: ‘不仅如此,而且是‘勇往直前的人’。
μέμνησαι, ἦν δʼ ἐγώ, ὦ Πρωταγόρα, ταῦτα ἀποκρινόμενος;
’ 普罗泰戈拉,你还记得自己做过这样的回答吗?
—ὡμολόγει.
” ——他承认了。
—ἴθι δή, ἔφην ἐγώ, εἰπὲ ἡμῖν, ἐπὶ τί λέγεις ἴτας εἶναι τοὺς ἀνδρείους;
——“那么,来吧,”我说道,“告诉我们,你认为勇敢的人是朝着什么勇往直前的?
ἦ ἐφʼ ἅπερ οἱ δειλοί;
难道是和懦夫所朝向的相同的事物吗?
—οὐκ ἔφη.
” ——他说不是。
—οὐκοῦν ἐφʼ ἕτερα.
——“那么是朝着不同的事物了。
— ναί, ἦ δʼ ὅς.
” ——“是的,”他说道。
—πότερον οἱ μὲν δειλοὶ ἐπὶ τὰ θαρραλέα ἔρχονται, οἱ δὲ ἀνδρεῖοι ἐπὶ τὰ δεινά;
——“那么,究竟是懦夫走向可以充满信心的事物,而勇敢者走向可怕的事物呢?
— λέγεται δή, ὦ Σώκρατες, οὕτως ὑπὸ τῶν ἀνθρώπων.
” ——“苏格拉底,人们确实是这样说的。
—ἀληθῆ, ἔφην ἐγώ, λέγεις· ἀλλʼ οὐ τοῦτο ἐρωτῶ, ἀλλὰ σὺ ἐπὶ τί φῂς ἴτας εἶναι τοὺς ἀνδρείους;
” ——“你说得对,”我说道,“但这不是我所问的;相反,你认为勇敢的人究竟是朝着什么勇往直前的?
ἆρʼ ἐπὶ τὰ δεινά, ἡγουμένους δεινὰ εἶναι, ἢ ἐπὶ τὰ μή;
是在认为它们是可怕的情况下,朝着可怕的事物去呢,还是朝着不可怕的事物去呢?
— ἀλλὰ τοῦτό γʼ, ἔφη, ἐν οἷς σὺ ἔλεγες τοῖς λόγοις ἀπεδείχθη ἄρτι ὅτι ἀδύνατον.
” ——“但是,这一点,”他说道,“在刚才你所说的论证中,不是已经被证明是不可能的了吗?
—καὶ τοῦτο, ἔφην ἐγώ, ἀληθὲς λέγεις·
” ——“这也是,”我说道,“你说得对。
ὥστʼ εἰ τοῦτο ὀρθῶς ἀπεδείχθη, ἐπὶ μὲν ἃ δεινὰ ἡγεῖται εἶναι οὐδεὶς ἔρχεται, ἐπειδὴ τὸ ἥττω εἶναι ἑαυτοῦ ηὑρέθη ἀμαθία οὖσα.
所以,如果这一点被正确地证明了,那么就没有人会走向他认为是可怕的事物,因为‘被自己击败’已被发现是无知。
—ὡμολόγει.
” ——他同意了。
—ἀλλὰ μὴν ἐπὶ ἅ γε θαρροῦσι πάντες αὖ ἔρχονται, καὶ δειλοὶ καὶ ἀνδρεῖοι, καὶ ταύτῃ γε ἐπὶ τὰ αὐτὰ ἔρχονται οἱ δειλοί τε καὶ οἱ ἀνδρεῖοι.
——“然而,对于他们能充满信心的事物,所有人都会走过去,无论是懦夫还是勇敢者。 在这一点上,懦夫和勇敢者都走向相同的事物。
— ἀλλὰ μέντοι, ἔφη, ὦ Σώκρατες, πᾶν γε τοὐναντίον ἐστὶν ἐπὶ ἃ οἵ τε δειλοὶ ἔρχονται καὶ οἱ ἀνδρεῖοι.
” ——“但是,苏格拉底,”他说道,“懦夫和勇敢者所走向的事物是完全相反的。
αὐτίκα εἰς τὸν πόλεμον οἱ μὲν ἐθέλουσιν ἰέναι, οἱ δὲ οὐκ ἐθέλουσιν.
例如,在面临战争时,一方向往去,而另一方则不向往去。
—πότερον, ἔφην ἐγώ, καλὸν ὂν ἰέναι ἢ αἰσχρόν;
” ——“去,”我说道,“是美好的还是可耻的?
— καλόν, ἔφη.
” ——“美好的,”他说道。
—οὐκοῦν εἴπερ καλόν, καὶ ἀγαθὸν ὡμολογήσαμεν ἐν τοῖς ἔμπροσθεν· τὰς γὰρ καλὰς πράξεις ἁπάσας ἀγαθὰς ὡμολογήσαμεν.
——“那么,如果它是美好的,我们刚才已经同意它也是善的;因为我们已经同意,所有美好的行为都是善的。
— ἀληθῆ λέγεις, καὶ ἀεὶ ἔμοιγε δοκεῖ οὕτως.
” ——“你说得对,而且在我看来一向如此。

词汇与语法注释

  1. 359bᾧ γνώσῃ — 关系代名词 ὅς 的中性单数与格。它以合适的前句内容(即存在既极不道德又极勇敢的人这一事实)为先行词,表示判断的基准或手段,译为“由此”。
  2. 359cἴτας — 形容词 ἴτης(敢作敢为的、勇往直前的)的阳性复数宾格。在带宾格的主语与不定式结构 ἴτας εἶναι τοὺς ἀνδρείους 中,作为宾格主语 τοὺς ἀνδρείους 的表语。
  3. 359dἡγουμένους — 动词 ἡγέομαι(认为、相信)的现在分词阳性复数宾格,与 τοὺς ἀνδρείους 一致。用于限定或补充说明勇敢者的主观状态(“在他们认为……的情况下”)。

引用这一段

柏拉图, 普罗泰戈拉篇 §359. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:359

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。