Humanitext Reader

柏拉图 · 普罗泰戈拉篇 §360

将懦弱定义为无知与勇敢的智慧本质

第 32 段,共 33 段 · 希腊语

内容简介

苏格拉底引导普罗泰戈拉承认懦弱是对可怕与不可怕之物的无知,并最终得出结论:勇敢就是关于这些事物的智慧。普罗泰戈拉被迫承认自己最初立场的矛盾并陷入沉默,最终承认其先前的看法在当前的共识下是不可能的。

§360ΣΩ. ὀρθῶς γε, ἔφην ἐγώ.
苏格拉底:“确实非常正确,”我说道。
ἀλλὰ ποτέρους φῂς εἰς τὸν πόλεμον οὐκ ἐθέλειν ἰέναι, καλὸν ὂν καὶ ἀγαθόν;
“但是,你认为在去战争是美好且善的情况下,哪一种人是不愿意去的呢?
— τοὺς δειλούς, ἦ δʼ ὅς.
” ——“懦夫,”他说道。
—οὐκοῦν, ἦν δʼ ἐγώ, εἴπερ καλὸν καὶ ἀγαθόν, καὶ ἡδύ;
——“那么,”我说道,“如果它确实是美好且善的,是不是也是令人愉快的呢?
— ὡμολόγηται γοῦν, ἔφη.
” ——“无论如何,这已经是同意了的,”他说道。
—ἆρʼ οὖν γιγνώσκοντες οἱ δειλοὶ οὐκ ἐθέλουσιν ἰέναι ἐπὶ τὸ κάλλιόν τε καὶ ἄμεινον καὶ ἥδιον;
——“那么,懦夫是在知道这一点的情况下,才不愿意走向那更美好、更善、且更令人愉快的事物吗?
— ἀλλὰ καὶ τοῦτο ἐὰν ὁμολογῶμεν, ἔφη, διαφθεροῦμεν τὰς ἔμπροσθεν ὁμολογίας.
” ——“但是,如果我们连这也同意了,”他说道,“我们就会毁掉之前的那些协议了。
—τί δʼ ὁ ἀνδρεῖος;
” ——“那么勇敢的人呢?
οὐκ ἐπὶ τὸ κάλλιόν τε καὶ ἄμεινον καὶ ἥδιον ἔρχεται;
他难道不是走向更美好、更善、且更令人愉快的事物吗?
— ἀνάγκη, ἔφη, ὁμολογεῖν.
” ——“必须,”他说道,“予以承认。
—οὐκοῦν ὅλως οἱ ἀνδρεῖοι οὐκ αἰσχροὺς φόβους φοβοῦνται, ὅταν φοβῶνται, οὐδὲ αἰσχρὰ θάρρη θαρροῦσιν;
” ——“那么,总的来说,勇敢的人在感到害怕时不会害怕可耻的害怕,也不会怀有可耻的信心,对吗?
— ἀληθῆ, ἔφη.
” ——“对的,”他说道。
—εἰ δὲ μὴ αἰσχρά, ἆρʼ οὐ καλά;
——“如果不是可耻的,那不就是美好的吗?
—ὡμολόγει.
” ——他承认了。
—εἰ δὲ καλά, καὶ ἀγαθά;
——“如果是美好的,那也是善的吗?
— ναί.
” ——“是的。
—οὐκοῦν καὶ οἱ δειλοὶ καὶ οἱ θρασεῖς καὶ οἱ μαινόμενοι τοὐναντίον αἰσχρούς τε φόβους φοβοῦνται καὶ αἰσχρὰ θάρρη θαρροῦσιν;
” ——“那么,懦夫、鲁莽者和疯狂者,相反,是在害怕可耻的害怕,并且怀有可耻的信心,对吗?
—ὡμολόγει. —θαρροῦσιν δὲ τὰ αἰσχρὰ καὶ κακὰ διʼ ἄλλο τι ἢ διʼ ἄγνοιαν καὶ ἀμαθίαν;
” ——他承认了 ——“他们对可耻和邪恶的事物怀有信心,难道是因为无知和愚昧以外的其它原因吗?
— οὕτως ἔχει, ἔφη.
” ——“确实如此,”他说道。
—τί οὖν; τοῦτο διʼ ὃ δειλοί εἰσιν οἱ δειλοί, δειλίαν ἢ ἀνδρείαν καλεῖς;
——“那么,懦夫之所以是懦夫的那个东西,你称之为懦弱还是勇敢?
— δειλίαν ἔγωγʼ, ἔφη.
” ——“我称之为懦弱,”他说道。
—δειλοὶ δὲ οὐ διὰ τὴν τῶν δεινῶν ἀμαθίαν ἐφάνησαν ὄντες;
——“而懦夫难道不是因为对可怕事物的无知才显现为懦夫的吗?
— πάνυ γʼ, ἔφη.
” ——“当然是,”他说道。
—διὰ ταύτην ἄρα τὴν ἀμαθίαν δειλοί εἰσιν;
——“那么,正是因为这种无知,他们才是懦夫吗?
—ὡμολόγει.
” ——他承认了。
—διʼ ὃ δὲ δειλοί εἰσιν, δειλία ὁμολογεῖται παρὰ σοῦ;
——“而他们之所以是懦夫的那个东西,在你看来被同意是懦弱吗?
—συνέφη.
” ——他同意了。
—οὐκοῦν ἡ τῶν δεινῶν καὶ μὴ δεινῶν ἀμαθία δειλία ἂν εἴη;
——“那么,对可怕与不可怕事物的无知,难道不就是懦弱吗?
—ἐπένευσε.
” ——他点头了。
—ἀλλὰ μήν, ἦν δʼ ἐγώ, ἐναντίον ἀνδρεία δειλίᾳ.
——“但是,”我说道,“勇敢与懦弱是相反的吧。
—ἔφη.
” ——他说正是。
—οὐκοῦν ἡ τῶν δεινῶν καὶ μὴ δεινῶν σοφία ἐναντία τῇ τούτων ἀμαθίᾳ ἐστίν;
——“那么,关于可怕与不可怕事物的智慧,是与关于这些事物的无知相反的吧?
—καὶ ἐνταῦθα ἔτι ἐπένευσεν.
” ——在这里他依然点头。
—ἡ δὲ τούτων ἀμαθία δειλία;
——“而关于这些事物的无知,就是懦弱吧?
—πάνυ μόγις ἐνταῦθα ἐπένευσεν.
” ——在这里他极其勉强地勉强点了头。
—ἡ σοφία ἄρα τῶν δεινῶν καὶ μὴ δεινῶν ἀνδρεία ἐστίν, ἐναντία οὖσα τῇ τούτων ἀμαθίᾳ;
——“那么,关于可怕与不可怕事物的智慧,由于是与关于这些事物的无知相反的,所以就是勇敢,对吗?
—οὐκέτι ἐνταῦθα οὔτʼ ἐπινεῦσαι ἠθέλησεν ἐσίγα τε.
” ——在这里他再也不愿意点头,保持了沉默。
—καὶ ἐγὼ εἶπον· τί δή, ὦ Πρωταγόρα, οὔτε σὺ φῂς ἃ ἐρωτῶ οὔτε ἀπόφῃς;
——于是我说道:“为什么呢,普罗泰戈拉,你对我所问的事情既不说‘是’也不说‘不’呢?
— αὐτός, ἔφη, πέρανον.
” ——“你自己,”他说道,“来结束它吧。
—ἕν γʼ, ἔφην ἐγώ, μόνον ἐρόμενος ἔτι σέ, εἴ σοι ὥσπερ τὸ πρῶτον ἔτι δοκοῦσιν εἶναί τινες ἄνθρωποι ἀμαθέστατοι μέν, ἀνδρειότατοι δέ.
” ——“我只想,”我说道,“再问你最后一个问题,你是否还像最初那样认为,存在着一些既极度无知又极度勇敢的人。
— φιλονικεῖν μοι, ἔφη, δοκεῖς, ὦ Σώκρατες, τὸ ἐμὲ εἶναι τὸν ἀποκρινόμενον·
” ——“苏格拉底,”他说道,“你似乎非要赢我、让我来当回答者不可。
χαριοῦμαι οὖν σοι, καὶ λέγω ὅτι ἐκ τῶν ὡμολογημένων ἀδύνατόν μοι δοκεῖ εἶναι.
那么我就满足你,我说,根据之前所达成的协议,这在我看来似乎是不可能的。
οὔτοι, ἦν δʼ ἐγώ, ἄλλου ἕνεκα ἐρωτῶ πάντα ταῦτα ἢ σκέψασθαι βουλόμενος πῶς ποτʼ ἔχει τὰ περὶ τῆς ἀρετῆς καὶ τί ποτʼ ἐστὶν αὐτό, ἡ ἀρετή.
” ——“绝非如此,”我说道,“我问这一切,没有别的目的,只是想要考察关于美德的事情究竟处于什么状态,以及美德本身到底是什么。 ”

词汇与语法注释

  1. 360aκαλὸν ὂν καὶ ἀγαθόν — 中性分词 ὄν(及其一致的形容词)在此作让步解释(“尽管它是美好且善的”)。这呼应了 359e 中关于上战场是美好且善的协定,突显了懦夫拒绝前往的荒谬性。
  2. 360aἀλλὰ καὶ τοῦτο ἐὰν ὁμολογῶμεν, διαφθεροῦμεν τὰς ἔμπροσθεν ὁ모λογίας — 对于带有 ἐάν + 虚拟语气 的条件从句,主句使用了直说语气将来时 διαφθεροῦμεν。这构成了一个预期的未来条件句,强调如果承认该前提,先前协议的毁灭将是必然且直接的结果。
  3. 360bαἰσχρούς φόβους φοβοῦνται... αἰσχρὰ θάρρη θαρροῦσιν — 名词 φόβους 和 θάρρη 分别作为动词 φοβοῦνται 和 θαρροῦσιν 的同族宾语。在形容词修饰语 αἰσχρούς 和 αἰσχρά 的伴随下,它们说明并强调了这些害怕与信心的具体可耻性质。
  4. 360eτὸ ἐμὲ εἶναι τὸν ἀποκρινόμενον — 这是一个带冠词的“对格+不定式”短语,作为动词 φιλονικεῖν(求胜心切、争强好胜)的宾语或其所涉及的方面。它表达了普罗泰戈拉的抱怨,即苏格拉底执意要让他处于被动的回答者地位。

引用这一段

柏拉图, 普罗泰戈拉篇 §360. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:360

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。