Humanitext Reader

柏拉图 · 普罗泰戈拉篇 §358

无人自愿为恶与对恐惧的定义

第 30 段,共 33 段 · 希腊语

内容简介

在快乐为善、痛苦为恶的前提下,苏格拉底获得了智者们的同意,即没有人会在知道或相信有更好选择的情况下自愿犯错。同时,他确认了“害怕”与“恐慌”是对恶的预感这一定义,并推论出没有人会自愿走向自己所害怕的事物。

§358ΣΩ. ταῦτα μὲν τοῖς πολλοῖς ἀποκεκριμένοι ἂν ἦμεν·
苏格拉底:“这本该是我们对大众的回答。
ὑμᾶς δὲ δὴ μετὰ Πρωταγόρου ἐρωτῶ, ὦ Ἱππία τε καὶ Πρόδικε (κοινὸς γὰρ δὴ ἔστω ὑμῖν ὁ λόγος) πότερον δοκῶ ὑμῖν ἀληθῆ λέγειν ἢ ψεύδεσθαι.
但是现在,希庇亚斯和普罗迪科斯啊,我连同普罗泰戈拉一起问你们——因为这篇讨论对你们大家是共同的——你们认为我是在说真话还是在说谎?
—ὑπερφυῶς ἐδόκει ἅπασιν ἀληθῆ εἶναι τὰ εἰρημένα.
” ——所说的话在所有人看来都是极其真实的。
—ὁμολογεῖτε ἄρα, ἦν δʼ ἐγώ, τὸ μὲν ἡδὺ ἀγαθὸν εἶναι, τὸ δὲ ἀνιαρὸν κακόν.
——“那么你们同意吗,”我说道,“快乐是善,痛苦是恶?
τὴν δὲ Προδίκου τοῦδε διαίρεσιν τῶν ὀνομάτων παραιτοῦμαι· εἴτε γὰρ ἡδὺ εἴτε τερπνὸν λέγεις εἴτε χαρτόν, εἴτε ὁπόθεν καὶ ὅπως χαίρεις τὰ τοιαῦτα ὀνομάζων, ὦ βέλτιστε Πρόδικε, τοῦτό μοι πρὸς ὃ βούλομαι ἀπόκριναι.
但我请求免去这里的普罗迪科斯的词义辨析;因为无论你称之为‘快乐’、‘愉悦’还是‘喜悦’,无论你喜欢从何处以何种方式给这些东西命名,我最优秀的普罗迪科斯,请针对我所想要知道的来回答我。
—γελάσας οὖν ὁ Πρόδικος συνωμολόγησε, καὶ οἱ ἄλλοι.
” ——于是普罗迪科斯笑着同意了,其他人也是如此。
—τί δὲ δή, ὦ ἄνδρες, ἔφην ἐγώ, τὸ τοιόνδε;
——“那么,诸位,”我说道,“这样的一件事又如何呢?
αἱ ἐπὶ τούτου πράξεις ἅπασαι, ἐπὶ τοῦ ἀλύπως ζῆν καὶ ἡδέως, ἆρʼ οὐ καλαί;
所有旨在这一目的的行动,即为了无痛且快乐地生活而做出的行动,难道不都是美好的吗?
καὶ τὸ καλὸν ἔργον ἀγαθόν τε καὶ ὠφέλιμον;
而美好的行为难道不既是善的,又是有益的吗?
—συνεδόκει.
” ——他们同意。
—εἰ ἄρα, ἔφην ἐγώ, τὸ ἡδὺ ἀγαθόν ἐστιν, οὐδεὶς οὔτε εἰδὼς οὔτε οἰόμενος ἄλλα βελτίω εἶναι ἢ ἃ ποιεῖ, καὶ δυνατά, ἔπειτα ποιεῖ ταῦτα, ἐξὸν τὰ βελτίω·
——“那么,”我说道,“如果快乐是善,就没有人在知道或相信有其它比他正在做的事情更好、并且是可行的事情时,在有可能选择更好的情况下,还会去做出原先的选择。
οὐδὲ τὸ ἥττω εἶναι αὑτοῦ ἄλλο τι τοῦτʼ ἐστὶν ἢ ἀμαθία, οὐδὲ κρείττω ἑαυτοῦ ἄλλο τι ἢ σοφία.
而且,‘被自己击败’无非就是无知,而‘战胜自己’无非就是智慧。
—συνεδόκει πᾶσιν.
” ——所有人都同意。
—τί δὲ δή;
——“那又如何?
ἀμαθίαν ἆρα τὸ τοιόνδε λέγετε, τὸ ψευδῆ ἔχειν δόξαν καὶ ἐψεῦσθαι περὶ τῶν πραγμάτων τῶν πολλοῦ ἀξίων;
你们所谓‘无知’是指这样一种情况吗:抱有错误的信念,并在极有价值的事情上犯错?
—καὶ τοῦτο πᾶσι συνεδόκει.
” ——这也被所有人同意。
—ἄλλο τι οὖν, ἔφην ἐγώ, ἐπί γε τὰ κακὰ οὐδεὶς ἑκὼν ἔρχεται οὐδὲ ἐπὶ ἃ οἴεται κακὰ εἶναι, οὐδʼ ἔστι τοῦτο, ὡς ἔοικεν, ἐν ἀνθρώπου φύσει, ἐπὶ ἃ οἴεται κακὰ εἶναι ἐθέλειν ἰέναι ἀντὶ τῶν ἀγαθῶν· ὅταν τε ἀναγκασθῇ δυοῖν κακοῖν τὸ ἕτερον αἱρεῖσθαι, οὐδεὶς τὸ μεῖζον αἱρήσεται ἐξὸν τὸ ἔλαττον;
——“那么,”我说道,“至少没有人会自愿走向恶,或者走向他认为是恶的事物,而且仿佛在人的本性中,并不存在抛开善而愿意走向他认为是恶的事物的情况;而当人被迫在两个恶之中选择其一时,在可以选择较小者的情况下,谁也不会选择较大者,对吗?
—ἅπαντα ταῦτα συνεδόκει ἅπασιν ἡμῖν.
” ——这一切都被我们大家同意。
—τί οὖν;
——“那又如何?
ἔφην ἐγώ, καλεῖτέ τι δέος καὶ φόβον;
”我说道,“你们称某种东西为‘恐慌’和‘害怕’吗?
καὶ ἆρα ὅπερ ἐγώ;
而且它是否就是我所指的意思?
(πρὸς σὲ λέγω, ὦ Πρόδικε).
(我是对你说的,普罗迪科斯)。
προσδοκίαν τινὰ λέγω κακοῦ τοῦτο, εἴτε φόβον εἴτε δέος καλεῖτε.
我把这称为对恶的某种预感,无论你们称之为害怕还是恐慌。
—ἐδόκει Πρωταγόρᾳ μὲν καὶ Ἱππίᾳ δέος τε καὶ φόβος εἶναι τοῦτο, προδίκῳ δὲ δέος, φόβος δʼ οὔ.
” ——在普罗泰戈拉和希庇亚斯看来,这既是恐慌也是害怕,但在普罗迪科斯看来,这是恐慌,而不是害怕。
—ἀλλʼ οὐδέν, ἔφην ἐγώ, Πρόδικε, διαφέρει· ἀλλὰ τόδε. εἰ ἀληθῆ τὰ ἔμπροσθέν ἐστιν, ἆρά τις ἀνθρώπων ἐθελήσει ἐπὶ ταῦτα ἰέναι ἃ δέδοικεν, ἐξὸν ἐπὶ ἃ μή;
——“但这并没有什么区别,普罗迪科斯,”我说道,“而是这一点:如果前面所说是真实的,难道在能够走向不害怕的事物时,还会有人愿意走向他所害怕的事物吗?
ἢ ἀδύνατον ἐκ τῶν ὡμολογημένων;
或者根据已达成的一致,这是不可能的?
ἃ γὰρ δέδοικεν, ὡμολόγηται ἡγεῖσθαι κακὰ εἶναι· ἃ δὲ ἡγεῖται κακά, οὐδένα οὔτε ἰέναι ἐπὶ ταῦτα οὔτε λαμβάνειν ἑκόντα.
因为他所害怕的事物,已经同意是他认为是恶的事物;而对于他认为是恶的事物,没有人会自愿走向它或接受它。
—ἐδόκει καὶ ταῦτα πᾶσιν.
” ——这同样被所有人同意。

词汇与语法注释

  1. 358cἐξὸν — 无人称动词 ἔξεστι(允许、能够)的单数中性第四格分词(第四格绝对格),在此起让步或条件作用,意为“在能够选择更好的情况下”。
  2. 358cτὸ ἥττω εἶναι αὑτοῦ — 作主语的不定式短语。受比较级形容词 ἥττων 的支配,反身代词 αὑτοῦ(自身)作比较属格,意为“弱于自身”(即“被自己击败”)。
  3. 358dἄλλο τι οὖν — 用于引导强烈期待肯定回答的反问句的习惯表达 ἄλλο τι ἤ 中省略了连词 ἤ 的形式,意为“那么难道不就是……吗?”。

引用这一段

柏拉图, 普罗泰戈拉篇 §358. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:358

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。