§354ΣΩ. οὐκοῦν φαίνεται, ὦ ἄνθρωποι, ὑμῖν, ὥς φαμεν ἐγώ τε καὶ Πρωταγόρας, διʼ οὐδὲν ἄλλο ταῦτα κακὰ ὄντα ἢ διότι εἰς ἀνίας τε ἀποτελευτᾷ καὶ ἄλλων ἡδονῶν ἀποστερεῖ;
苏格拉底:“那么,人们啊,在你们看来,正如我和普罗塔戈拉所说,这些事物之所以是坏的,难道不正是因为它们以痛苦告终,并剥夺了其他的快乐吗?
Ὁμολογοῖεν ἄν;
他们会同意吗?
—συνεδόκει ἡμῖν ἀμφοῖν.
” ——我们两人一致同意。
—οὐκοῦν πάλιν ἂν αὐτοὺς τὸ ἐναντίον εἰ ἐροίμεθα· ὦ ἄνθρωποι οἱ λέγοντες αὖ ἀγαθὰ ἀνιαρὰ εἶναι, ἆρα οὐ τὰ τοιάδε λέγετε, οἷον τά τε γυμνάσια καὶ τὰς στρατείας καὶ τὰς ὑπὸ τῶν ἰατρῶν θεραπείας τὰς διὰ καύσεών τε καὶ τομῶν καὶ φαρμακειῶν καὶ λιμοκτονιῶν γιγνομένας, ὅτι ταῦτα ἀγαθὰ μέν ἐστιν, ἀνιαρὰ δέ;
—— “那么,如果我们反过来问他们:‘相反地,说痛苦的事物是好的人们啊,你们所说的难道不是像体育训练、服兵役以及医生通过灼烧、切除、药物和饥饿疗法所进行的治疗这类事情吗? 你们认为这些虽然是好的,但却是痛苦的吗?
φαῖεν ἄν;
’他们会承认吗?
—συνεδόκει.
” ——一致同意。
—πότερον οὖν κατὰ τόδε ἀγαθὰ αὐτὰ καλεῖτε, ὅτι ἐν τῷ παραχρῆμα ὀδύνας τὰς ἐσχάτας παρέχει καὶ ἀλγηδόνας, ἢ ὅτι εἰς τὸν ὕστερον χρόνον ὑγίειαί τε ἀπʼ αὐτῶν γίγνονται καὶ εὐεξίαι τῶν σωμάτων καὶ τῶν πόλεων σωτηρίαι καὶ ἄλλων ἀρχαὶ καὶ πλοῦτοι;
—— “‘那么,你们之所以称它们为好的,是因为它们在当下提供了极端的痛苦和难受,还是因为在以后它们会带来健康、身体的健壮、城邦的得救、对他人的统治以及财富呢?
φαῖεν ἄν, ὡς ἐγᾦμαι.
’我想他们会承认的。
—συνεδόκει.
” ——一致同意。
—ταῦτα δὲ ἀγαθά ἐστι διʼ ἄλλο τι ἢ ὅτι εἰς ἡδονὰς ἀποτελευτᾷ καὶ λυπῶν ἀπαλλαγάς τε καὶ ἀποτροπάς;
—— “‘而这些事物之所以是好的,难道是因为别的,而不是因为它们以快乐告终,并且摆脱和避免了痛苦吗?
ἢ ἔχετέ τι ἄλλο τέλος λέγειν, εἰς ὃ ἀποβλέψαντες αὐτὰ ἀγαθὰ καλεῖτε, ἀλλʼ ἢ ἡδονάς τε καὶ λύπας;
或者,你们还能说出什么其他的目的,你们是看着它才称它们为好的,除了快乐和痛苦之外?
οὐκ ἂν φαῖεν, ὡς ἐγᾦμαι.
’我想他们会否认的。
—
οὐδʼ ἐμοὶ δοκεῖ,
ἔφη ὁ Πρωταγόρας.
” “我也不认为他们能说出别的。 ”普罗塔戈拉说道。
—οὐκοῦν τὴν μὲν ἡδονὴν διώκετε ὡς ἀγαθὸν ὄν, τὴν δὲ λύπην φεύγετε ὡς κακόν;
“‘那么,你们追求快乐是因为它是好的,而逃避痛苦是因为它是坏的吗?
—συνεδόκει.
’” ——一致同意。
—τοῦτʼ ἄρα ἡγεῖσθʼ εἶναι κακόν, τὴν λύπην, καὶ ἀγαθὸν τὴν ἡδονήν, ἐπεὶ καὶ αὐτὸ τὸ χαίρειν τότε λέγετε κακὸν εἶναι, ὅταν μειζόνων ἡδονῶν ἀποστερῇ ἢ ὅσας αὐτὸ ἔχει, ἢ λύπας μείζους παρασκευάζῃ τῶν ἐν αὐτῷ ἡδονῶν·
—— “‘那么,你们认为痛苦是坏的,而快乐是好的。 因为甚至连享受本身,在它剥夺了比它自身拥拥有的更大的快乐,或者带来了比它自身之中的快乐更大的痛苦时,你们也会说它是坏的。
ἐπεὶ εἰ κατʼ ἄλλο τι αὐτὸ τὸ χαίρειν κακὸν καλεῖτε καὶ εἰς ἄλλο τι τέλος ἀποβλέψαντες, ἔχοιτε ἂν καὶ ἡμῖν εἰπεῖν· ἀλλʼ οὐχ ἕξετε.
因为,如果你们是因为别的什么原因而称享受本身为坏的,并且是看着某种其他的目的,你们就能告诉我们,但你们是说不出来的。
—
οὐδʼ ἐμοὶ δοκοῦσιν,
ἔφη ὁ Πρωταγόρας.
’” “我也不认为他们能说出来。 ”普罗塔戈拉说道。
—ἄλλο τι οὖν πάλιν καὶ περὶ αὐτοῦ τοῦ λυπεῖσθαι ὁ αὐτὸς τρόπος;
“‘那么相反,对于痛苦本身来说,不也是同样的情况吗?
τότε καλεῖτε αὐτὸ τὸ λυπεῖσθαι ἀγαθόν, ὅταν ἢ μείζους λύπας τῶν ἐν αὐτῷ οὐσῶν ἀπαλλάττῃ ἢ μείζους ἡδονὰς τῶν λυπῶν παρασκευάζῃ;
你们在什么时候称痛苦本身为好的,不正是当它要么摆脱了比它自身存在的更大的痛苦,要么带来了比痛苦更大的快乐的时候吗?
ἐπεὶ εἰ πρὸς ἄλλο τι τέλος ἀποβλέπετε, ὅταν καλῆτε αὐτὸ τὸ λυπεῖσθαι ἀγαθόν, ἢ πρὸς ὃ ἐγὼ λέγω, ἔχετε ἡμῖν εἰπεῖν· ἀλλʼ οὐχ ἕξετε.
因为,如果你们在称痛苦本身为好的时候,是看着我所说以外的其他目的,你们就能告诉我们,但你们是说不出来的。
—
ἀληθῆ,
ἔφη,
λέγεις,
ὁ Πρωταγόρας.
’” “你说得对。 ”普罗塔戈拉说道。
πάλιν τοίνυν, ἔφην ἐγώ, εἴ με ἀνέροισθε, ὦ ἄνθρωποι,
τίνος οὖν δήποτε ἕνεκα πολλὰ περὶ τούτου λέγεις καὶ πολλαχῇ;
“‘那么再次,’我说道,‘人们啊,如果你们反问我:“那么你到底为什么在这个问题上说了这么多,并且从这么多方面来说呢?
Συγγιγνώσκετέ μοι, φαίην ἂν ἔγωγε.
” 我就会说:“请原谅我。
πρῶτον μὲν γὰρ οὐ ῥᾴδιον ἀποδεῖξαι τί ἐστίν ποτε τοῦτο ὃ ὑμεῖς καλεῖτε τῶν ἡδονῶν ἥττω εἶναι· ἔπειτα ἐν τούτῳ εἰσὶν πᾶσαι αἱ ἀποδείξεις.
因为首先,要阐明你们所说的被快乐击败到底是什么,这绝非易事;其次,我们所有的证明都取决于此。 ”’”