Humanitext Reader

柏拉图 · 普罗泰戈拉篇 §352-353

知识的支配力量与被快乐克服的探讨

第 25 段,共 33 段 · 希腊语

内容简介

苏格拉底与普罗塔戈拉达成共识,即知识非但不是受激情奴役的奴隶,反而是支配人类的最强力量。随后,他提议共同探讨并向大众解释所谓“被快乐击败而无法行善”这一现象的本质。

§352ΣΩ. ἆρʼ οὖν, ἦν δʼ ἐγώ, τῇδέ πῃ καταφανὲς ἂν ἡμῖν γένοιτο;
苏格拉底:“那么,”我说道,“是不是可以通过如下某种方式,这件事会对我们显露出来呢?
ὥσπερ εἴ τις ἄνθρωπον σκοπῶν ἐκ τοῦ εἴδους ἢ πρὸς ὑγίειαν ἢ πρὸς ἄλλο τι τῶν τοῦ σώματος ἔργων, ἰδὼν τὸ πρόσωπον καὶ τὰς χεῖρας ἄκρας εἴποι·
就像有人在通过外表来观察一个人是以健康为目的,还是以身体的其他功能为目的时,看了他的脸和手脚的末端,然后说道: ‘来吧,把胸口也露给我看,把后背也展示出来,以便我能更清楚地进行省察。
ἴθι δή μοι ἀποκαλύψας καὶ τὰ στήθη καὶ τὸ μετάφρενον ἐπίδειξον, ἵνα ἐπισκέψωμαι σαφέστερον, καὶ ἐγὼ τοιοῦτόν τι ποθῶ πρὸς τὴν σκέψιν·
’ 我也渴望在这次省察中进行类似的事情。
θεασάμενος ὅτι οὕτως ἔχεις πρὸς τὸ ἀγαθὸν καὶ τὸ ἡδὺ ὡς φῄς, δέομαι τοιοῦτόν τι εἰπεῖν· ἴθι δή μοι, ὦ Πρωταγόρα, καὶ τόδε τῆς διανοίας ἀποκάλυψον·
在看清了你对善和快有着如你所说的态度后,我需要说这样的话:‘来吧,普罗塔戈拉,把你思想的这个部分也露给我看:你对知识持有什么态度?
πῶς ἔχεις πρὸς ἐπιστήμην; πότερον καὶ τοῦτό σοι δοκεῖ ὥσπερ τοῖς πολλοῖς ἀνθρώποις, ἢ ἄλλως;
你认为它也像大多数人所想的那样,还是不同?
δοκεῖ δὲ τοῖς πολλοῖς περὶ ἐπιστήμης τοιοῦτόν τι, οὐκ ἰσχυρὸν οὐδʼ ἡγεμονικὸν οὐδʼ ἀρχικὸν εἶναι·
大多数人对知识的看法是这样的:它既不强壮,也不起主导作用,更没有统治力;他们并不把知识当成具有这种性质的东西来考虑,而是认为,尽管知识经常存在于一个人身上,但统治他的却不是知识,而是其他东西——有时是激情,有时是快乐,有时是痛苦,有时是爱欲,而常常是恐惧。
οὐδὲ ὡς περὶ τοιούτου αὐτοῦ ὄντος διανοοῦνται, ἀλλʼ ἐνούσης πολλάκις ἀνθρώπῳ ἐπιστήμης οὐ τὴν ἐπιστήμην αὐτοῦ ἄρχειν ἀλλʼ ἄλλο τι, τοτὲ μὲν θυμόν, τοτὲ δὲ ἡδονήν, τοτὲ δὲ λύπην, ἐνίοτε δὲ ἔρωτα, πολλάκις δὲ φόβον, ἀτεχνῶς διανοούμενοι περὶ τῆς ἐπιστήμης ὥσπερ περὶ ἀνδραπόδου, περιελκομένης ὑπὸ τῶν ἄλλων ἁπάντων.
他们完全把知识当成奴隶一样来对待,认为它被所有其他东西拖来拽去。
ἆρʼ οὖν καὶ σοὶ τοιοῦτόν τι περὶ αὐτῆς δοκεῖ, ἢ καλόν τε εἶναι ἡ ἐπιστήμη καὶ οἷον ἄρχειν τοῦ ἀνθρώπου, καὶ ἐάνπερ γιγνώσκῃ τις τἀγαθὰ καὶ τὰ κακά, μὴ ἂν κρατηθῆναι ὑπὸ μηδενὸς ὥστε ἄλλʼ ἄττα πράττειν ἢ ἃν ἐπιστήμη κελεύῃ, ἀλλʼ ἱκανὴν εἶναι τὴν φρόνησιν βοηθεῖν τῷ ἀνθρώπῳ;
那么,你也认为它是这样的东西吗? 还是认为知识是一件美好的事物,能够统治人,而且只要一个人认识了善和恶,他就不会被任何东西所战胜,以至于去做出知识所命令之外的其他事情,而是理智足以帮助这个人?
καὶ δοκεῖ, ἔφη, ὥσπερ σὺ λέγεις, ὦ Σώκρατες, καὶ ἅμα, εἴπερ τῳ ἄλλῳ, αἰσχρόν ἐστι καὶ ἐμοὶ σοφίαν καὶ ἐπιστήμην μὴ οὐχὶ πάντων κράτιστον φάναι εἶναι τῶν ἀνθρωπείων πραγμάτων.
” “确实如此,”他说道,“正如你所说,苏格拉底,而且同时,如果说对其他任何人是这样,那么对我来说,不承认智慧和知识是人类事务中最强大的东西,也是一件可耻的事。
καλῶς γε, ἔφην ἐγώ, σὺ λέγων καὶ ἀληθῆ.
” “你说得真好,而且是真理,”我说道。
οἶσθα οὖν ὅτι οἱ πολλοὶ τῶν ἀνθρώπων ἐμοί τε καὶ σοὶ οὐ πείθονται, ἀλλὰ πολλούς φασι γιγνώσκοντας τὰ βέλτιστα οὐκ ἐθέλειν πράττειν, ἐξὸν αὐτοῖς, ἀλλὰ ἄλλα πράττειν·
“那么,你知道大多数人并不相信你和我,而是说许多知道最善之事的人,尽管他们可以做到,却不乐意去做,而是去做别的事。
καὶ ὅσους δὴ ἐγὼ ἠρόμην ὅτι ποτε αἴτιόν ἐστι τούτου, ὑπὸ ἡδονῆς φασιν ἡττωμένους ἢ λύπης ἢ ὧν νυνδὴ ἐγὼ ἔλεγον ὑπό τινος τούτων κρατουμένους ταῦτα ποιεῖν τοὺς ποιοῦντας.
我问过许多人,这到底是什么原因,他们说,那些这样做的人,是因为被快乐击败,或者被痛苦或我刚才提到的那些东西中的某一个所统治,才会去做出那些事的。
πολλὰ γὰρ οἶμαι, ἔφη, ὦ Σώκρατες, καὶ ἄλλα οὐκ ὀρθῶς λέγουσιν οἱ ἄνθρωποι.
” “是的,苏格拉底,”他说道,“我认为人们在许多其他事情上也有不正确的说法。
§353ΣΩ. ἴθι δὴ μετʼ ἐμοῦ ἐπιχείρησον πείθειν τοὺς ἀνθρώπους καὶ διδάσκειν ὅ ἐστιν αὐτοῖς τοῦτο τὸ πάθος, ὅ φασιν ὑπὸ τῶν ἡδονῶν ἡττᾶσθαι καὶ οὐ πράττειν διὰ ταῦτα τὰ βέλτιστα, ἐπεὶ γιγνώσκειν γε αὐτά.
” 苏格拉底:“来吧,跟我一起尝试去说服和教导人们,他们所谓的被快乐所击败、并因此不去做最善之事的这种体验到底是什么,尽管他们知道这些最善之事。
ἴσως γὰρ ἂν λεγόντων ἡμῶν ὅτι οὐκ ὀρθῶς λέγετε, ὦ ἄνθρωποι, ἀλλὰ ψεύδεσθε, ἔροιντʼ ἂν ἡμᾶς·
因为如果我们对他们说‘人们啊,你们说得不对,你们在撒谎’,他们也许会问我们: ‘普罗塔戈拉和苏格拉底啊,如果这种体验不是被快乐击败,那它到底是什么?
ὦ Πρωταγόρα τε καὶ Σώκρατες, εἰ μὴ ἔστιν τοῦτο τὸ πάθημα ἡδονῆς ἡττᾶσθαι, ἀλλὰ τί ποτʼ ἐστίν, καὶ τί ὑμεῖς αὐτό φατε εἶναι;
你们说它是什么呢?
εἴπατον ἡμῖν.
告诉我们吧。
τί δέ, ὦ Σώκρατες, δεῖ ἡμᾶς σκοπεῖσθαι τὴν τῶν πολλῶν δόξαν ἀνθρώπων, οἳ ὅτι ἂν τύχωσι τοῦτο λέγουσιν;
’” “但是,苏格拉底,我们为什么要省察大多数人的意见呢? 他们总是随口乱说。
οἶμαι, ἦν δʼ ἐγώ, εἶναί τι ἡμῖν τοῦτο πρὸς τὸ ἐξευρεῖν περὶ ἀνδρείας, πρὸς τἆλλα μόρια τὰ τῆς ἀρετῆς πῶς ποτʼ ἔχει.
” “我认为,”我说道,“这对于我们找出关于勇气的答案,以及了解它与美德的其他部分如何关联,是有某种用处的。
εἰ οὖν σοι δοκεῖ ἐμμένειν οἷς ἄρτι ἔδοξεν ἡμῖν, ἐμὲ ἡγήσασθαι ᾗ οἶμαι ἂν ἔγωγε κάλλιστα φανερὸν γενέσθαι, ἕπου· εἰ δὲ μὴ βούλει, εἴ σοι φίλον, ἐῶ χαίρειν.
所以,如果你同意坚持我们刚才的决定,即由我来引导,按照我认为能最清楚地显明真相的方式进行,那就请跟从我;如果你不愿意,只要你高兴,我就作罢。
ἀλλʼ, ἔφη, ὀρθῶς λέγεις· καὶ πέραινε ὥσπερ ἤρξω.
” “不,”他说道,“你说得对,像你开始的那样继续下去吧。
πάλιν τοίνυν, ἔφην ἐγώ, εἰ ἔροιντο ἡμᾶς· τί οὖν φατε τοῦτο εἶναι, ὃ ἡμεῖς ἥττω εἶναι τῶν ἡδονῶν ἐλέγομεν;
” “那么,如果他们再次问我们: ‘那么,你们说我们所说的被快乐击败到底是什么?
εἴποιμʼ ἂν ἔγωγε πρὸς αὐτοὺς ὡδί· Ἀκούετε δή· πειρασόμεθα γὰρ ὑμῖν ἐγώ τε καὶ Πρωταγόρας φράσαι.
’ 我就会对他们这样说:‘听着:普罗塔戈拉和我将尝试向你们解释。
ἄλλο τι γάρ, ὦ ἄνθρωποι, φατὲ ὑμῖν τοῦτο γίγνεσθαι ἐν τοῖσδε, οἷον πολλάκις ὑπὸ σίτων καὶ ποτῶν καὶ ἀφροδισίων κρατούμενοι ἡδέων ὄντων, γιγνώσκοντες ὅτι πονηρά ἐστιν, ὅμως αὐτὰ πράττειν;
人们啊,你们不是说这发生在以下这些情况下吗? 例如,常常被食物、饮料和性爱这些快乐的事物所支配,虽然知道它们是坏的,却仍然去享受它们?
—φαῖεν ἄν.
’他们会承认的。
—οὐκοῦν ἐροίμεθʼ ἂν αὐτοὺς ἐγώ τε καὶ σὺ πάλιν· Πονηρὰ δὲ αὐτὰ πῇ φατε εἶναι;
于是,我和你会再次问他们:‘那么,你们在什么意义上说它们是坏的?
πότερον ὅτι τὴν ἡδονὴν ταύτην ἐν τῷ παραχρῆμα παρέχει καὶ ἡδύ ἐστιν ἕκαστον αὐτῶν, ἢ ὅτι εἰς τὸν ὕστερον χρόνον νόσους τε ποιεῖ καὶ πενίας καὶ ἄλλα τοιαῦτα πολλὰ παρασκευάζει;
是因为它们在当下提供了这种快乐,而且它们每一个都是快乐的,还是因为在以后它们会产生疾病、贫穷并带来许多其他类似的结果?
ἢ κἂν εἴ τι τούτων εἰς τὸ ὕστερον μηδὲν παρασκευάζει, χαίρειν δὲ μόνον ποιεῖ, ὅμως δʼ ἂν κακὰ ἦν, ὅτι μαθόντα χαίρειν ποιεῖ καὶ ὁπῃοῦν;
或者,即使它们在以后不带来任何这些结果,而只是让人快乐,它们也同样是坏的吗,只因为它们让人快乐?
ἆρʼ οἰόμεθʼ ἂν αὐτούς, ὦ Πρωταγόρα, ἄλλο τι ἀποκρίνασθαι ἢ ὅτι οὐ κατὰ τὴν αὐτῆς τῆς ἡδονῆς τῆς παραχρῆμα ἐργασίαν κακά ἐστιν, ἀλλὰ διὰ τὰ ὕστερον γιγνόμενα, νόσους τε καὶ τἆλλα.
’普罗塔戈拉啊,我们认为他们除了回答‘它们坏,并不是因为当下快乐本身的产生,而是因为后来产生的事物,如疾病等’之外,还会回答别的吗?
— ἐγὼ μὲν οἶμαι, ἔφη ὁ Πρωταγόρας, τοὺς πολλοὺς ἂν ταῦτα ἀποκρίνασθαι.
” “我认为,”普罗塔戈拉说道,“大多数人会这样回答。
—οὐκοῦν νόσους ποιοῦντα ἀνίας ποιεῖ, καὶ πενίας ποιοῦντα ἀνίας ποιεῖ;
” “那么,产生疾病就会产生痛苦,产生贫穷就会产生痛苦。
Ὁμολογοῖεν ἄν, ὡς ἐγᾦμαι.
我想他们会同意的。
—συνέφη ὁ Πρωταγόρας. —
”普罗塔戈拉表示赞同。

词汇与语法注释

  1. 352aὥσπερ εἴ τις ... καὶ ἐγὼ ... — 由 `ὥσπερ εἴ τις... εἴποι`(“正如有人……说”)引导的比喻从句,与主句 `καὶ ἐγὼ τοιοῦτόν τι ποθῶ...`(“我也渴望类似的事”)相呼应,构成了身体观察者与苏格拉底作为灵魂考量者之间的类比。比喻中的希求法动词 `εἴποι` 表示假设或潜在的情况。
  2. 352cμὴ ἂν κρατηθῆναι ὑπὸ μηδενὸς ὥστε ἄλλʼ ἄττα πράττειν ἢ ἃν ἐπιστήμη κελεύῃ — 修饰不定式 `κρατηθῆναι` 的语气词 `ἄν` 引入了潜在语气(“将不会被战胜”),对应于条件从句 `ἐάνπερ γιγνώσκῃ...`。此外,`ἃν` 是 `ἃ ἄν` 的合音(crasis),与后面的虚拟式 `κελεύῃ` 一起引导一般性关系从句(“凡是知识所命令的”)。
  3. 352dμὴ οὐχὶ — 双重否定词 `μὴ οὐchí` 用在具有否定含义的形容词 `αἰσχρόν`(可耻的、不名誉的)之后,引导不定式从句。在语法上,它起到了加强否定的作用,在翻译中相当于单一否定(“不宣称……是可耻的”),从而强调了必须肯定这一陈述。

引用这一段

柏拉图, 普罗泰戈拉篇 §352-353. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:352-353

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。