Humanitext Reader

柏拉图 · 普罗泰戈拉篇 §345-346

非自愿作恶与诗人赞美的对象

第 21 段,共 33 段 · 希腊语

内容简介

苏格拉底分析了西蒙尼德的诗作,论证了人类只有在失去知识或遭遇不幸时才会变坏,但要始终保持优秀是不可能的,因此诗人所赞美的是那些处于中间状态、不自愿做坏事的人。

§345ΣΩ. τίς οὖν εἰς γράμματα ἀγαθὴ πρᾶξίς ἐστιν, καὶ τίς ἄνδρα ἀγαθὸν ποιεῖ εἰς γράμματα;
苏格拉底:‘那么,关于文字,什么是好的行为什么,又是什么使一个人在文字方面变得优秀?
δῆλον ὅτι ἡ τούτων μάθησις.
显然,是对这些文字的学习。
τίς δὲ εὐπραγία ἀγαθὸν ἰατρὸν ποιεῖ;
而什么样的良好行医能使人成为好医生?
δῆλον ὅτι ἡ τῶν καμνόντων τῆς θεραπείας μάθησις.
显然,是对病患治疗的学习。
"κακὸς δὲ κακῶς" ·
“若行得坏,便是坏人”。
τίς οὖν ἂν κακὸς ἰατρὸς γένοιτο;
那么,谁会成为一个坏医生呢?
δῆλον ὅτι ᾧ πρῶτον μὲν ὑπάρχει ἰατρῷ εἶναι, ἔπειτα ἀγαθῷ ἰατρῷ—οὗτος γὰρ ἂν καὶ κακὸς γένοιτο—ἡμεῖς δὲ οἱ ἰατρικῆς ἰδιῶται οὐκ ἄν ποτε γενοίμεθα κακῶς πράξαντες οὔτε ἰατροὶ οὔτε τέκτονες οὔτε ἄλλο οὐδὲν τῶν τοιούτων· ὅστις δὲ μὴ ἰατρὸς ἂν γένοιτο κακῶς πράξας, δῆλον ὅτι οὐδὲ κακὸς ἰατρός.
显然,是那个首先具备作为医生、其次作为好医生之条件的人——因为正是这个人也可能变成坏医生——而我们这些医术的外行,即使行得坏,也绝不会成为医生或木匠,或任何其他此类的人;一个即使行得坏也无法成为医生的人,显然也无法成为一个坏医生。
οὕτω καὶ ὁ μὲν ἀγαθὸς ἀνὴρ γένοιτʼ ἄν ποτε καὶ κακὸς ἢ ὑπὸ χρόνου ἢ ὑπὸ πόνου ἢ ὑπὸ νόσου ἢ ὑπὸ ἄλλου τινὸς περιπτώματος— αὕτη γὰρ μόνη ἐστὶ κακὴ πρᾶξις, ἐπιστήμης στερηθῆναι—ὁ δὲ κακὸς ἀνὴρ οὐκ ἄν ποτε γένοιτο κακός—ἔστιν γὰρ ἀεί— ἀλλʼ εἰ μέλλει κακὸς γενέσθαι, δεῖ αὐτὸν πρότερον ἀγαθὸν γενέσθαι.
同样,好人也可能在某个时候变坏,或是由于时间、或是由于劳苦、或是由于疾病,或是由于其他某种意外灾祸——因为唯一坏的行动就是被剥夺知识——但是坏人绝不会变坏——因为他已经是坏人——相反,如果他要变坏,他必须先变成好人。
ὥστε καὶ τοῦτο τοῦ ᾄσματος πρὸς τοῦτο τείνει, ὅτι εἶναι μὲν ἄνδρα ἀγαθὸν οὐχ οἷόν τε, διατελοῦντα ἀγαθόν, γενέσθαι δὲ ἀγαθὸν οἷόν τε, καὶ κακόν γε τὸν αὐτὸν τοῦτον· "ἐπὶ πλεῖστον δὲ καὶ ἄριστοί εἰσιν οὓς ἂν οἱ θεοὶ φιλῶσιν.
所以这首诗的这一部分也是指向这一点:即要一直作为好人是不可能的,而成为好人则是可能的,并且正是这同一个人也可以变成坏人;“而那些神所喜爱的人,在最长的时间里也是最优秀的。
" ταῦτά τε οὖν πάντα πρὸς τὸν Πιττακὸν εἴρηται, καὶ τὰ ἐπιόντα γε τοῦ ᾄσματος ἔτι μᾶλλον δηλοῖ.
”因此,这一切都是针对皮塔科斯而说的,而这首诗接下来的一部分更清楚地表明了这一点。
φησὶ γάρ— " τοὔνεκεν οὔ ποτʼ ἐγὼ τὸ μὴ γενέσθαι δυνατὸν διζήμενος κενεὰν ἐς ἄπρακτον ἐλπίδα μοῖραν αἰῶνος βαλέω, πανάμωμον ἄνθρωπον, εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός· ἐπί θʼ ὑμῖν εὑρὼν ἀπαγγελέω, " φησίν—οὕτω σφόδρα καὶ διʼ ὅλου τοῦ ᾄσματος ἐπεξέρχεται τῷ τοῦ Πιττακοῦ ῥήματι— " πάντας δʼ ἐπαίνημι καὶ φιλέω ἑκὼν ὅστις ἕρδῃ μηδὲν αἰσχρόν· ἀνάγκῃ δʼ οὐδὲ θεοὶ μάχονται·
因为他说道:“因此,我决不为那无法实现的、虚无而无果的希望,去耗费我一生的光阴,去寻找一个在所有收获广阔大地果实的我们之中的、毫无瑕疵的人;如果我找到了,我会向你们宣告,” 他说道——他就是这样极其强烈地、贯穿整首诗地去攻讦皮塔科斯的名言——“只要他不自愿做出任何可耻之事,我都乐意赞美和喜爱他;然而面对必然,连神明也无法抗争。
" καὶ τοῦτʼ ἐστὶ πρὸς τὸ αὐτὸ τοῦτο εἰρημένον.
”这也是针对这同一个点而说的。
οὐ γὰρ οὕτως ἀπαίδευτος ἦν Σιμωνίδης, ὥστε τούτους φάναι ἐπαινεῖν, ὃς ἂν ἑκὼν μηδὲν κακὸν ποιῇ, ὡς ὄντων τινῶν οἳ ἑκόντες κακὰ ποιοῦσιν.
因为西蒙尼德绝非如此缺乏教养,以至于会说他赞美那些“不自愿做坏事的人”,仿佛存在着某些自愿做坏事的人一样。
ἐγὼ γὰρ σχεδόν τι οἶμαι τοῦτο, ὅτι οὐδεὶς τῶν σοφῶν ἀνδρῶν ἡγεῖται οὐδένα ἀνθρώπων ἑκόντα ἐξαμαρτάνειν οὐδὲ αἰσχρά τε καὶ κακὰ ἑκόντα ἐργάζεσθαι, ἀλλʼ εὖ ἴσασιν ὅτι πάντες οἱ τὰ αἰσχρὰ καὶ τὰ κακὰ ποιοῦντες ἄκοντες ποιοῦσιν·
因为我几乎确信这一点,即智者中没有一个人认为有任何人会自愿犯错,或自愿做出可耻和邪恶的事情,相反,他们很清楚,所有做出可耻和邪恶之事的人都是不情愿地做出来的。
καὶ δὴ καὶ ὁ Σιμωνίδης οὐχ ὃς ἂν μὴ κακὰ ποιῇ ἑκών, τούτων φησὶν ἐπαινέτης εἶναι, ἀλλὰ περὶ ἑαυτοῦ λέγει τοῦτο τὸ ἑκών.
因此,西蒙尼德也并非在说他赞美“不自愿做坏事的人”,而是把这个“自愿地”用在指代他自己上。
§346ΣΩ. ἡγεῖτο γὰρ ἄνδρα καλὸν κἀγαθὸν πολλάκις αὑτὸν ἐπαναγκάζειν φίλον τινὶ γίγνεσθαι καὶ ἐπαινέτην, οἷον ἀνδρὶ πολλάκις συμβῆναι μητέρα ἢ πατέρα ἀλλόκοτον ἢ πατρίδα ἢ ἄλλο τι τῶν τοιούτων.
苏格拉底:因为他认为,一个高尚而优秀的人常常会强迫自己去成为某人的朋友和赞美者,例如,一个人常常会遇到古怪的母亲、父亲、祖国或类似的其他事物。
τοὺς μὲν οὖν πονηρούς, ὅταν τοιοῦτόν τι αὐτοῖς συμβῇ, ὥσπερ ἁσμένους ὁρᾶν καὶ ψέγοντας ἐπιδεικνύναι καὶ κατηγορεῖν τὴν πονηρίαν τῶν γονέων ἢ πατρίδος, ἵνα αὐτοῖς ἀμελοῦσιν αὐτῶν μὴ ἐγκαλῶσιν οἱ ἄνθρωποι μηδʼ ὀνειδίζωσιν ὅτι ἀμελοῦσιν, ὥστε ἔτι μᾶλλον ψέγειν τε αὐτοὺς καὶ ἔχθρας ἑκουσίους πρὸς ταῖς ἀναγκαίαις προστίθεσθαι· τοὺς δʼ ἀγαθοὺς ἐπικρύπτεσθαί τε καὶ ἐπαινεῖν ἀναγκάζεσθαι, καὶ ἄν τι ὀργισθῶσιν τοῖς γονεῦσιν ἢ πατρίδι ἀδικηθέντες, αὐτοὺς ἑαυτοὺς παραμυθεῖσθαι καὶ διαλλάττεσθαι προσαναγκάζοντας ἑαυτοὺς φιλεῖν τοὺς ἑαυτῶν καὶ ἐπαινεῖν.
因此,那些卑劣的人,当他们遇到这种事时,就仿佛很高兴似地去看它,并且公开指责、控告父母或祖国的恶劣,免得人们因为他们疏忽父母或祖国而责怪他们,或者指责他们疏忽,结果他们就更加非难父母或祖国,并在那不可避免的敌意之上,又加上了自愿的敌意;而好人则加以遮掩,并强迫自己去赞美,如果他们因遭受不公而对父母或祖国有所愤怒,他们也会安慰自己并重归于好,强迫自己去喜爱和赞美他们自己的亲人或祖国。
πολλάκις δὲ οἶμαι καὶ Σιμωνίδης ἡγήσατο καὶ αὐτὸς ἢ τύραννον ἢ ἄλλον τινὰ τῶν τοιούτων ἐπαινέσαι καὶ ἐγκωμιάσαι οὐχ ἑκών, ἀλλʼ ἀναγκαζόμενος.
而我想,西蒙尼德自己也常常认为,他去赞美和歌颂一个僭主或类似的其他人物,并非出于自愿,而是被迫的。
ταῦτα δὴ καὶ τῷ Πιττακῷ λέγει ὅτι ἐγώ, ὦ Πιττακέ, οὐ διὰ ταῦτά σε ψέγω, ὅτι εἰμὶ φιλόψογος, ἐπεὶ— " ἔμοιγʼ ἐξαρκεῖ ὃς ἂν μὴ κακὸς ᾖ μηδʼ ἄγαν ἀπάλαμνος, εἰδώς τʼ ὀνησίπολιν δίκαν ὑγιὴς ἀνήρ·
这就是他确实对皮塔科斯所说的:“皮塔科斯啊,我指责你并非因为我是个好挑剔的人,因为——对我而言,只要一个人不坏,也不至于太无能,并且是一个懂得造福城邦之正义的健全之人,这就足够了。
οὔ μιν ἐγὼ μωμήσομαι— " οὐ γάρ εἰμι φιλόμωμος— " τῶν γὰρ ἠλιθίων ἀπείρων γενέθλα, " " πάντα τοι καλά, τοῖσί τʼ αἰσχρὰ μὴ μέμεικται.
我绝不会去责难他——”因为我不是个乐于责难的人——“因为愚人的族类是无穷无尽的,”“凡是未曾混入可耻之物的事物,确实都是美好的。
" οὐ τοῦτο λέγει, ὥσπερ ἂν εἰ ἔλεγε πάντα τοι λευκά, οἷς μέλανα μὴ μέμεικται—γελοῖον γὰρ ἂν εἴη πολλαχῇ—ἀλλʼ ὅτι αὐτὸς καὶ τὰ μέσα ἀποδέχεται ὥστε μὴ ψέγειν.
” 他这样说,并不像是在说“凡是未曾混入黑色的东西,确实都是白色的”——因为那在许多方面都会显得滑稽——而是说他自己也接受那些介于中间的事物,以便不加指责。
καὶ οὐ ζητῶ, ἔφη, "πανάμωμον ἄνθρωπον, εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός, ἐπί θʼ ὑμῖν εὑρὼν ἀπαγγελέω" ·
他说:“我并不寻找一个在所有收获广阔大地果实的我们之中的、毫无瑕疵的人;如果我找到了,我会向你们宣告。
ὥστε τούτου γʼ ἕνεκα οὐδένα ἐπαινέσομαι, ἀλλά μοι ἐξαρκεῖ ἂν ᾖ μέσος καὶ μηδὲν κακὸν ποιῇ, ὡς ἐγὼ πάντας "φιλέω καὶ ἐπαίνημι" —καὶ τῇ φωνῇ ἐνταῦθα κέχρηται τῇ τῶν Μυτιληναίων, ὡς πρὸς Πιττακὸν λέγων τὸ "πάντας δὲ ἐπαίνημι καὶ φιλέω ἑκών" —ἐνταῦθα δεῖ ἐν τῷ ἑκών διαλαβεῖν λέγοντα— "ὅστις ἕρδῃ μηδὲν αἰσχρόν" , ἄκων δʼ ἔστιν οὓς ἐγὼ ἐπαινῶ καὶ φιλῶ.
”因此,为了这个原因我不会去赞美任何人,但对我而言,只要他是介于中间的人,并且不做坏事,这就足够了,正如我“喜爱并赞美”所有这样的人——在这里,他使用了米蒂利尼人的方言,仿佛在对皮塔科斯说话:“但我乐意赞美和喜爱所有人”——在这里必须在“乐意”处断句,并读作——“只要他不做出任何可耻之事”;而至于我所赞美和喜爱的另一些人,则是不情愿地。 ’

词汇与语法注释

  1. 345bὅτι οὐδὲ κακὸς ἰατρός — 基于非人称前件(即使行得坏也无法成为医生的人,也无法成为坏医生)的结论部分。从上下文来看,省略了可能希求法动词,需补全为“显然他也无法成为一个坏医生”。
  2. 345dὥστε τούτους φάναι ἐπαινεῖν, ὃς ἂν ἑκὼν μηδὲν κακὸν ποιῇ — 结果从句“hōste”内部。不定式“epainein”作为“phanai”的宾语。关系代词“hos an”虽然是单数形式,但其先行词是复数形式的“toutous”,这是出于“凡是……的人”这一意义上的不一致(synesis)所致的构文。
  3. 346eἐνταῦθα δεῖ ἐν τῷ ἑκών διαλαβεῖν λέγοντα — 非人称动词“dei”后接不定式“dialabein”(断句、停顿),其逻辑主语由宾格分词“legonta”(解读者、读者)充当。“en tōi hekōn”是一个介词短语,意为“在‘自愿地’这个词处”,指示了阅读时的停顿位置。

引用这一段

柏拉图, 普罗泰戈拉篇 §345-346. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:345-346

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。