§344ΣΩ. ἀλλʼ ὑπερβατὸν δεῖ θεῖναι ἐν τῷ ᾁσματι τὸ ἀλαθέως, οὑτωσί πως ὑπειπόντα τὸ τοῦ Πιττακοῦ, ὥσπερ ἂν εἰ θεῖμεν αὐτὸν λέγοντα τὸν Πιττακὸν καὶ Σιμωνίδην ἀποκρινόμενον εἰπόντα· ὦ ἄνθρωποι,
"χαλεπὸν ἐσθλὸν ἔμμεναι"
, τὸν δὲ ἀποκρινόμενον ὅτι ὦ Πιττακέ, οὐκ ἀληθῆ λέγεις· οὐ γὰρ εἶναι ἀλλὰ γενέσθαι μέν ἐστιν ἄνδρα
"ἀγαθὸν χερσί τε καὶ ποσὶ καὶ νόῳ τετράγωνον, ἄνευ ψόγου τετυγμένον, χαλεπὸν ἀλαθέως"
.
苏格拉底:‘但是,我们必须在这首诗中把“真正地”这个词作为倒置来放置,就像我们假设皮塔科斯自己这样说,而西蒙尼德回答着说:“人们啊,作为好人是困难的”,而那回答者则说:“皮塔科斯啊,你说的不是实话;因为,不是作为,而是成为一个‘在手、足、心灵上皆为四角完美、毫无瑕疵地铸就的好人,确实是真正地困难的’”。
οὕτω φαίνεται πρὸς λόγον τὸ μέν ἐμβεβλημένον καὶ τὸ ἀλαθέως ὀρθῶς ἐπʼ ἐσχάτῳ κείμενον·
这样一来,“mén”的插入就显得合乎情理,而“真正地”正确地放在最后也显得合适。
καὶ τὰ ἐπιόντα πάντα τούτῳ μαρτυρεῖ, ὅτι οὕτως εἴρηται.
而且接下来的所有部分都为此作证,证明确实是这样说的。
πολλὰ μὲν γὰρ ἔστι καὶ περὶ ἑκάστου τῶν ἐν τῷ ᾁσματι εἰρημένων ἀποδεῖξαι ὡς εὖ πεποίηται—πάνυ γὰρ χαριέντως καὶ μεμελημένως ἔχει—ἀλλὰ μακρὸν ἂν εἴη αὐτὸ οὕτω διελθεῖν·
因为关于这首诗中所说的每一处,都有许多东西可以论证其写作的精妙——因为它确实非常优美且用心——但如果这样一一探讨就太长了。
ἀλλὰ τὸν τύπον αὐτοῦ τὸν ὅλον διεξέλθωμεν καὶ τὴν βούλησιν, ὅτι παντὸς μᾶλλον ἔλεγχός ἐστιν τοῦ Πιττακείου ῥήματος διὰ παντὸς τοῦ ᾄσματος.
相反,让我们来探讨它的整体轮廓和意图,即整首诗在所有事情之上都是对皮塔科斯名言的反驳。
λέγει γὰρ μετὰ τοῦτο ὀλίγα διελθών, ὡς ἂν εἰ λέγοι λόγον, ὅτι γενέσθαι μὲν ἄνδρα ἀγαθὸν χαλεπὸν ἀλαθέως, οἷόν τε μέντοι ἐπί γε χρόνον τινά· γενόμενον δὲ διαμένειν ἐν ταύτῃ τῇ ἕξει καὶ εἶναι ἄνδρα ἀγαθόν, ὡς σὺ λέγεις, ὦ Πιττακέ, ἀδύνατον καὶ οὐκ ἀνθρώπειον, ἀλλὰ θεὸς ἂν μόνος τοῦτο ἔχοι τὸ γέρας,
"
ἄνδρα δʼ οὐκ
ἔστι μὴ οὐ κακὸν ἔμμεναι,
ὃν ἀμήχανος συμφορὰ καθέλῃ.
因为在这之后,他说了几句,仿佛在论证中说道:成为一个好人确实是真正地困难,但至少在一段时间内是可能的;然而,一旦成为好人之后,要保持在这种状态中并如你所说“作为好人”,皮塔科斯啊,这是不可能的,也不是人类所能及的,唯有神能享有这种特权:“当抗拒不了的灾厄将他击倒时,一个人不可能不成为坏人”。
"
τίνα οὖν ἀμήχανος συμφορὰ καθαιρεῖ ἐν πλοίου ἀρχῇ;
那么,在掌管船只时,抗拒不了的灾厄会击倒谁呢?
δῆλον ὅτι οὐ τὸν ἰδιώτην· ὁ μὲν γὰρ ἰδιώτης ἀεὶ καθῄρηται.
显然不是外行,因为外行总是处于被击倒的状态。
ὥσπερ οὖν οὐ τὸν κείμενόν τις ἂν καταβάλοι, ἀλλὰ τὸν μὲν ἑστῶτά ποτε καταβάλοι ἄν τις ὥστε κείμενον ποιῆσαι, τὸν δὲ κείμενον οὔ, οὕτω καὶ τὸν εὐμήχανον ὄντα ποτὲ ἀμήχανος ἂν συμφορὰ καθέλοι, τὸν δὲ ἀεὶ ἀμήχανον ὄντα οὔ, καὶ τὸν κυβερνήτην μέγας χειμὼν ἐπιπεσὼν ἀμήχανον ἂν ποιήσειεν, καὶ γεωργὸν χαλεπὴ ὥρα ἐπελθοῦσα ἀμήχανον ἂν θείη, καὶ ἰατρὸν ταὐτὰ ταῦτα.
正如一个人无法摔倒一个已经躺下的人,而只能摔倒一个站立着的人,使其躺下,但对于已经躺下的人则不能如此;同样,抗拒不了的灾厄可以击倒一个曾有办法的有能者,但无法击倒一个总是没有办法的无能者;大风暴降临在舵手身上会使他无能为力,恶劣的季节降临在农夫身上会使他无能为力,医生也是如此。
τῷ μὲν γὰρ ἐσθλῷ ἐγχωρεῖ κακῷ γενέσθαι, ὥσπερ καὶ παρʼ ἄλλου ποιητοῦ μαρτυρεῖται τοῦ εἰπόντος—
"
αὐτὰρ ἀνὴρ ἀγαθὸς τοτὲ μὲν κακός, ἄλλοτε δʼ ἐσθλός· "
τῷ δὲ κακῷ οὐκ ἐγχωρεῖ γενέσθαι, ἀλλʼ ἀεὶ εἶναι ἀνάγκη.
因为对于好人来说,有可能变成坏人,正如另一位诗人的证言所说:“然而,好人有时是坏的,有时又是好的”;但对于坏人来说,不可能变成坏人,而是必须总是如此。
ὥστε τὸν μὲν εὐμήχανον καὶ σοφὸν καὶ ἀγαθὸν ἐπειδὰν ἀμήχανος συμφορὰ καθέλῃ,
"οὐκ ἔστι μὴ οὐ κακὸν ἔμμεναι"
·
因此,当抗拒不了的灾厄击倒了有办法、聪明且优秀的人时,“不能不成为坏人”。
σὺ δὲ φῄς, ὦ Πιττακέ,
"χαλεπὸν ἐσθλὸν ἔμμεναι"
· τὸ δʼ ἐστὶ γενέσθαι μὲν χαλεπόν, δυνατὸν δέ, ἐσθλόν, ἔμμεναι δὲ ἀδύνατον·
但是,皮塔科斯啊,你却说“作为好人是困难的”;但实际上,成为好人虽然困难却是可能的,而作为好人则是不可能的:“因为行得好,人人皆是好人;若行得坏,便是坏人”。
"
πράξας μὲν γὰρ εὖ πᾶς ἀνὴρ ἀγαθός,
κακὸς δʼ εἰ κακῶς. "
’