Humanitext Reader

柏拉图 · 普罗泰戈拉篇 §342-343

斯巴达的智慧与西蒙尼德诗歌的意图

第 19 段,共 33 段 · 希腊语

内容简介

苏格拉底主张克里特和拉刻代蒙是希腊最古老且最盛行哲学的地方,其智慧体现在拉刻代蒙式的简练言辞中。接着,他指出西蒙尼德写诗是为了挑战皮塔科斯的名言,并对诗歌开篇的语气词“mén”和“alēthōs”(真正地)的修饰关系进行了详细的句法分析。

§342ΣΩ. ἀλλʼ ἅ μοι δοκεῖ διανοεῖσθαι Σιμωνίδης ἐν τούτῳ τῷ ᾁσματι, ἐθέλω σοι εἰπεῖν, εἰ βούλει λαβεῖν μου πεῖραν ὅπως ἔχω, ὃ σὺ λέγεις τοῦτο, περὶ ἐπῶν·
苏格拉底:‘但是,在这首诗中西蒙尼德似乎在想些什么,我愿意告诉你,如果你想测试一下我,看看我在你所说的这门技艺——即关于诗歌方面——水平如何;但如果你愿意,我也可以听你讲。
ἐὰν δὲ βούλῃ, σοῦ ἀκούσομαι. ὁ μὲν οὖν Πρωταγόρας ἀκούσας μου ταῦτα λέγοντος, εἰ σὺ βούλει, ἔφη, ὦ Σώκρατες·
’ 普罗泰戈拉听我说了这些话后,说道: ‘苏格拉底,如果你愿意的话就请讲吧。
ὁ δὲ Πρόδικός τε καὶ ὁ Ἱππίας ἐκελευέτην πάνυ, καὶ οἱ ἄλλοι.
’ 而普罗迪科和希庇阿斯则极力敦促,其他人也是如此。
ἐγὼ τοίνυν, ἦν δʼ ἐγώ, ἅ γέ μοι δοκεῖ περὶ τοῦ ᾄσματος τούτου, πειράσομαι ὑμῖν διεξελθεῖν.
‘那么,’我说道,‘关于这首诗我所想到的,我将试着为你们详细阐述。
φιλοσοφία γάρ ἐστιν παλαιοτάτη τε καὶ πλείστη τῶν Ἑλλήνων ἐν Κρήτῃ τε καὶ ἐν Λακεδαίμονι, καὶ σοφισταὶ πλεῖστοι γῆς ἐκεῖ εἰσιν·
因为在希腊人中,最古老且最盛行的哲学是在克里特和拉刻代蒙(斯巴达),而且地上最多数的智者都在那里。
ἀλλʼ ἐξαρνοῦνται καὶ σχηματίζονται ἀμαθεῖς εἶναι, ἵνα μὴ κατάδηλοι ὦσιν ὅτι σοφίᾳ τῶν Ἑλλήνων περίεισιν, ὥσπερ οὓς Πρωταγόρας ἔλεγε τοὺς σοφιστάς, ἀλλὰ δοκῶσιν τῷ μάχεσθαι καὶ ἀνδρείᾳ περιεῖναι, ἡγούμενοι, εἰ γνωσθεῖεν ᾧ περίεισιν, πάντας τοῦτο ἀσκήσειν, τὴν σοφίαν.
但他们予以否认,装作无知的样子,免得被人们发现他们凭智慧在希腊人中胜出,就像普罗泰戈拉所称呼的那些智者一样。 相反,他们让自己显得是通过格斗和勇敢而胜出,因为他们认为,如果他们胜出的凭借被人们知道,所有人都会去练习它,也就是智慧。
νῦν δὲ ἀποκρυψάμενοι ἐκεῖνο ἐξηπατήκασιν τοὺς ἐν ταῖς πόλεσι λακωνίζοντας, καὶ οἱ μὲν ὦτά τε κατάγνυνται μιμούμενοι αὐτούς, καὶ ἱμάντας περιειλίττονται καὶ φιλογυμναστοῦσιν καὶ βραχείας ἀναβολὰς φοροῦσιν, ὡς δὴ τούτοις κρατοῦντας τῶν Ἑλλήνων τοὺς Λακεδαιμονίους·
但现在,他们通过隐瞒这一点,欺骗了各城邦中那些效法斯巴达的人。 有些人为了模仿他们,把耳朵弄碎,缠上皮带,热衷于体育,穿着短斗篷,仿佛拉刻代蒙人就是凭这些统治希腊人的。
οἱ δὲ Λακεδαιμόνιοι, ἐπειδὰν βούλωνται ἀνέδην τοῖς παρʼ αὑτοῖς συγγενέσθαι σοφισταῖς καὶ ἤδη ἄχθωνται λάθρᾳ συγγιγνόμενοι, ξενηλασίας ποιούμενοι τῶν τε λακωνιζόντων τούτων καὶ ἐάν τις ἄλλος ξένος ὢν ἐπιδημήσῃ, συγγίγνονται τοῖς σοφισταῖς λανθάνοντες τοὺς ξένους, καὶ αὐτοὶ οὐδένα ἐῶσιν τῶν νέων εἰς τὰς ἄλλας πόλεις ἐξιέναι, ὥσπερ οὐδὲ Κρῆτες, ἵνα μὴ ἀπομανθάνωσιν ἃ αὐτοὶ διδάσκουσιν.
而拉刻代蒙人自己,每当他们想要无拘无束地与本国的智者交往,并对秘密会面感到厌烦时,就会驱逐这些效法斯巴达的人以及任何逗留在那里的其他异邦人,避开异邦人与智者交往。 而且他们自己也不允许任何年轻人前往其他城邦,就像克里特人一样,免得年轻人忘掉他们自己所教导的东西。
εἰσὶν δὲ ἐν ταύταις ταῖς πόλεσιν οὐ μόνον ἄνδρες ἐπὶ παιδεύσει μέγα φρονοῦντες, ἀλλὰ καὶ γυναῖκες.
在这些城邦中,不仅男子因受过教育而自豪,女子也是如此。
γνοῖτε δʼ ἂν ὅτι ἐγὼ ταῦτα ἀληθῆ λέγω καὶ Λακεδαιμόνιοι πρὸς φιλοσοφίαν καὶ λόγους ἄριστα πεπαίδευνται, ὧδε· εἰ γὰρ ἐθέλει τις Λακεδαιμονίων τῷ φαυλοτάτῳ συγγενέσθαι, τὰ μὲν πολλὰ ἐν τοῖς λόγοις εὑρήσει αὐτὸν φαῦλόν τινα φαινόμενον, ἔπειτα, ὅπου ἂν τύχῃ τῶν λεγομένων, ἐνέβαλεν ῥῆμα ἄξιον λόγου βραχὺ καὶ συνεστραμμένον ὥσπερ δεινὸς ἀκοντιστής, ὥστε φαίνεσθαι τὸν προσδιαλεγόμενον παιδὸς μηδὲν βελτίω.
你可以通过以下方式知道我说的这些是真话,并且拉刻代蒙人在哲学和言论方面受过最好的教育:因为如果有人愿意与拉刻代蒙人中最平庸的一位交往,他会发现大部分时间里对方在言谈中显得像个平庸之辈,但随后,在讨论的任何地方,对方就会像一个可怕的标枪投掷手一样,扔进一句简短、凝练且值得一提的话,以至于与他谈话的人显得并不比小孩子好到哪里去。
§343ΣΩ. τοῦτο οὖν αὐτὸ καὶ τῶν νῦν εἰσὶν οἳ κατανενοήκασι καὶ τῶν πάλαι, ὅτι τὸ λακωνίζειν πολὺ μᾶλλόν ἐστιν φιλοσοφεῖν ἢ φιλογυμναστεῖν, εἰδότες ὅτι τοιαῦτα οἷόν τʼ εἶναι ῥήματα φθέγγεσθαι τελέως πεπαιδευμένου ἐστὶν ἀνθρώπου.
’ 苏格拉底:‘因此,这件事情本身也为现在的人和古人所理解,即效法斯巴达更多的是在进行哲学思考,而不是在热衷体育,因为他们知道,能够说出这样的话是一个受过完美教育的人的特征。
τούτων ἦν καὶ Θαλῆς ὁ Μιλήσιος καὶ Πιττακὸς ὁ Μυτιληναῖος καὶ Βίας ὁ Πριηνεὺς καὶ Σόλων ὁ ἡμέτερος καὶ Κλεόβουλος ὁ Λίνδιος καὶ Μύσων ὁ Χηνεύς, καὶ ἕβδομος ἐν τούτοις ἐλέγετο Λακεδαιμόνιος Χίλων.
在这些人中包括米利都的泰勒斯、米蒂利尼的皮塔科斯、普里埃内的比亚斯、我们的梭伦、林多斯的克雷欧布洛、切奈的迈松,而被列在其中的第七人据说是拉刻代蒙人希隆。
οὗτοι πάντες ζηλωταὶ καὶ ἐρασταὶ καὶ μαθηταὶ ἦσαν τῆς Λακεδαιμονίων παιδείας, καὶ καταμάθοι ἄν τις αὐτῶν τὴν σοφίαν τοιαύτην οὖσαν, ῥήματα βραχέα ἀξιομνημόνευτα ἑκάστῳ εἰρημένα·
所有这些人都是拉刻代蒙教育的崇慕者、爱好者和弟子。 人们可以通过他们每人所说的简短、值得纪念的话语,来了解他们的智慧就是这样的。
οὗτοι καὶ κοινῇ συνελθόντες ἀπαρχὴν τῆς σοφίας ἀνέθεσαν τῷ Ἀπόλλωνι εἰς τὸν νεὼν τὸν ἐν Δελφοῖς, γράψαντες ταῦτα ἃ δὴ πάντες ὑμνοῦσιν, "γνῶθι σαυτόν" καὶ "μηδὲν ἄγαν" .
这些人还共同聚集在一起,将他们智慧的初熟之果在德尔斐的神殿中奉献给阿波罗,写下了那些人人赞颂的话语: “认识你自己” 和 “凡事勿过度”。
τοῦ δὴ ἕνεκα ταῦτα λέγω;
我为什么要说这些呢?
ὅτι οὗτος ὁ τρόπος ἦν τῶν παλαιῶν τῆς φιλοσοφίας, βραχυλογία τις Λακωνική·
因为这正是古人哲学的方式,一种拉刻代蒙式的简练。
καὶ δὴ καὶ τοῦ Πιττακοῦ ἰδίᾳ περιεφέρετο τοῦτο τὸ ῥῆμα ἐγκωμιαζόμενον ὑπὸ τῶν σοφῶν, τὸ "χαλεπὸν ἐσθλὸν ἔμμεναι" .
而且实际上,皮塔科斯的这句话也曾被贤人们单独传诵赞美: “作为好人是困难的。
ὁ οὖν Σιμωνίδης, ἅτε φιλότιμος ὢν ἐπὶ σοφίᾳ, ἔγνω ὅτι εἰ καθέλοι τοῦτο τὸ ῥῆμα ὥσπερ εὐδοκιμοῦντα ἀθλητὴν καὶ περιγένοιτο αὐτοῦ, αὐτὸς εὐδοκιμήσει ἐν τοῖς τότε ἀνθρώποις.
” 因此,西蒙尼德因为在智慧上好名声,意识到如果他能像打倒一个享有盛誉的运动员一样拉倒这句话并战胜它,他自己就能在当时的人们中赢得盛誉。
εἰς τοῦτο οὖν τὸ ῥῆμα καὶ τούτου ἕνεκα τούτῳ ἐπιβουλεύων κολοῦσαι αὐτὸ ἅπαν τὸ ᾆσμα πεποίηκεν, ὥς μοι φαίνεται.
因此,针对这句话,并为此目的,图谋削弱它,他创作了这整首诗,在我看来正是如此。
ἐπισκεψώμεθα δὴ αὐτὸ κοινῇ ἅπαντες, εἰ ἄρα ἐγὼ ἀληθῆ λέγω.
那么让我们大家共同来审视这首诗,看我说的到底是不是真话。
εὐθὺς γὰρ τὸ πρῶτον τοῦ ᾄσματος μανικὸν ἂν φανείη, εἰ βουλόμενος λέγειν ὅτι ἄνδρα ἀγαθὸν γενέσθαι χαλεπόν, ἔπειτα ἐνέβαλε τὸ μέν.
因为,如果他一方面想要表达人成为好人是困难的,另一方面却在之后插入了“mén”字,这首诗的最开篇马上就会显得是疯狂之举。
τοῦτο γὰρ οὐδὲ πρὸς ἕνα λόγον φαίνεται ἐμβεβλῆσθαι, ἐὰν μή τις ὑπολάβῃ πρὸς τὸ τοῦ Πιττακοῦ ῥῆμα ὥσπερ ἐρίζοντα λέγειν τὸν Σιμωνίδην·
因为这个词似乎完全没有任何理由被塞进来,除非有人理解为西蒙尼德是在针对皮塔科斯的话进行争论而说的。
λέγοντος τοῦ Πιττακοῦ ὅτι "χαλεπὸν ἐσθλὸν ἔμμεναι" , ἀμφισβητοῦντα εἰπεῖν ὅτι οὔκ, ἀλλὰ "γενέσθαι μὲν χαλεπὸν" ἄνδρα ἀγαθόν ἐστιν, ὦ Πιττακέ, ὡς ἀληθῶς—οὐκ ἀληθείᾳ ἀγαθόν, οὐκ ἐπὶ τούτῳ λέγει τὴν ἀλήθειαν, ὡς ἄρα ὄντων τινῶν τῶν μὲν ὡς ἀληθῶς ἀγαθῶν, τῶν δὲ ἀγαθῶν μέν, οὐ μέντοι ἀληθῶς—εὔηθες γὰρ τοῦτό γε φανείη ἂν καὶ οὐ Σιμωνίδου—
也就是在皮塔科斯说: “作为好人是困难的” 的时候,西蒙尼德反驳着说不是这样,而是说: “成为,确实(mén)是困难的” 好人,皮塔科斯啊,真正地(ἀληθῶς)——不是“真正好的人”,他不是在对好人使用“真正地”这个词,仿佛存在着某些人是真正好的,另一些人虽然是好人却不是真正好的一样——因为这显然会显得愚蠢,而且不符合西蒙尼德的水平。 ’

词汇与语法注释

  1. 342aὃ σὺ λέγεις τοῦτο, περὶ ἐπῶν — `ὃ σὺ λέγεις τοῦτο`(你所说的这件事)与后文的 `περὶ ἐπῶν`(关于诗歌)构成同位语关系,指代普罗泰戈拉先前引入的讨论主题。
  2. 342eἐνέβαλεν — 虽为过去时(不定过去时)直陈语气,但在此处作为“格言性不定过去时”(gnomic aorist)使用,表示普遍的习惯、反复发生的事实,而非特定的过去事件。
  3. 343dἐνέβαλεν τὸ μέν — 语气词 `μέν` 通常预示着与后文带有 `δέ` 的成分构成对照。苏格拉底指出,为了避免这个单用的 `μέν` 显得突兀无理(“疯狂”),必须将其理解为与未直接在诗中引用的皮塔科斯的名言中的 `ἔμμεναι`(作为)构成隐性对照(即 `γενέσθαι μέν`,“*成为*确实[是困难的,但作为……]”)。
  4. 343dοὐκ ἀληθείᾳ ἀγαθόν — 这是一个关于与格名词 `ἀληθείᾳ`(在此作副词用,“真正地”)修饰对象的句法关键。普罗泰戈拉将其与 `ἀγαθόν` 连读,解作“真正善良的(人)”;而苏格拉底则主张它应当修饰 `γενέσθαι`(或 `χαλεπόν`),意为“真正困难(去成为)”。

引用这一段

柏拉图, 普罗泰戈拉篇 §342-343. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:342-343

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。