Humanitext Reader

柏拉图 · 普罗泰戈拉篇 §340-341

借助普罗迪科的词义区分为西蒙尼德辩护

第 18 段,共 33 段 · 希腊语

内容简介

苏格拉底借助普罗迪科关于“成为”与“存在”的区别,辩称西蒙尼德的诗作并无自相矛盾,但遭到普罗泰戈拉的反驳。随后,苏格拉底以开玩笑的方式利用普罗迪科对词义的严密区分,探讨了西蒙尼德将“困难”一词作独特理解的可能性,并结合诗歌上下文探寻其真意。

§340ΣΩ. δοκῶ οὖν μοι ἐγὼ παρακαλεῖν σέ· ὥσπερ ἔφη Ὅμηρος τὸν Σκάμανδρον πολιορκούμενον ὑπὸ τοῦ Ἀχιλλέως τὸν Σιμόεντα παρακαλεῖν, εἰπόντα— " φίλε κασίγνητε, σθένος ἀνέρος ἀμφότεροί περ σχῶμεν, " ἀτὰρ καὶ ἐγὼ σὲ παρακαλῶ, μὴ ἡμῖν ὁ Πρωταγόρας τὸν Σιμωνίδην ἐκπέρσῃ.
苏格拉底:‘因此,我似乎也在向你请求协助:正如荷马所说,当斯卡曼德洛斯河被阿基琉斯围困时,他向西摩伊斯河请求协助,说道—— “亲爱的兄弟啊,让我们两人共同阻挡那人的力量,” 同样,我也向你请求协助,免得普罗泰戈拉为我们攻破西蒙尼德。
καὶ γὰρ οὖν καὶ δεῖται τὸ ὑπὲρ Σιμωνίδου ἐπανόρθωμα τῆς σῆς μουσικῆς, ᾗ τό τε βούλεσθαι καὶ ἐπιθυμεῖν διαιρεῖς ὡς οὐ ταὐτὸν ὄν, καὶ ἃ νυνδὴ εἶπες πολλά τε καὶ καλά.
因为,为西蒙尼德辩护的修正案确实需要你的诗歌之艺。 通过它,你将“想要”和 “欲望”区分为不是同一回事,正如你刚才所说的许多精彩之语一样。
καὶ νῦν σκόπει εἴ σοι συνδοκεῖ ὅπερ ἐμοί.
现在请考虑,你是否同意我的想法。
οὐ γὰρ φαίνεται ἐναντία λέγειν αὐτὸς αὑτῷ Σιμωνίδης.
因为西蒙尼德似乎并没有说出与自己相反的话。
σὺ γάρ, ὦ Πρόδικε, προαπόφηναι τὴν σὴν γνώμην· ταὐτόν σοι δοκεῖ εἶναι τὸ γενέσθαι καὶ τὸ εἶναι, ἢ ἄλλο;
普罗迪科,请先表明你的看法:“成为”和“存在”对你来说是同一回事,还是不同的事?
— ἄλλο νὴ Δίʼ, ἔφη ὁ Πρόδικος.
’ 普罗迪科说:‘凭宙斯起誓,是不同的事。
—οὐκοῦν, ἔφην ἐγώ, ἐν μὲν τοῖς πρώτοις αὐτὸς ὁ Σιμωνίδης τὴν ἑαυτοῦ γνώμην ἀπεφήνατο, ὅτι ἄνδρα ἀγαθὸν ἀληθείᾳ γενέσθαι χαλεπὸν εἴη;
’ ‘那么,’我说道,‘在最开始的话中,西蒙尼德自己表明了他自己的看法,即人要真正变得善良是困难的?
— ἀληθῆ λέγεις, ἔφη ὁ Πρόδικος.
’ 普罗迪科说:‘你说得对。
—τὸν δέ γε Πιττακόν, ἦν δʼ ἐγώ, μέμφεται, οὐχ ὡς οἴεται Πρωταγόρας, ταὐτὸν ἑαυτῷ λέγοντα, ἀλλʼ ἄλλο.
’ ‘但是对于皮塔科斯,’我说道,‘他非难他,并不像普罗泰戈拉所认为的那样,是因为皮塔科斯说了与自己相同的话,而是因为说了别的话。
οὐ γὰρ τοῦτο ὁ Πιττακὸς ἔλεγεν τὸ χαλεπόν, γενέσθαι ἐσθλόν, ὥσπερ ὁ Σιμωνίδης, ἀλλὰ τὸ ἔμμεναι·
因为皮塔科斯并不是像西蒙尼德那样,说“成为”善良是困难的,而是说“作为”善良是困难的。
ἔστιν δὲ οὐ ταὐτόν, ὦ Πρωταγόρα, ὥς φησιν Πρόδικος ὅδε, τὸ εἶναι καὶ τὸ γενέσθαι.
但是,普罗泰戈拉啊,正如眼前的普罗迪科所说,“存在”和“成为”并不是同一回事。
εἰ δὲ μὴ τὸ αὐτό ἐστιν τὸ εἶναι τῷ γενέσθαι, οὐκ ἐναντία λέγει ὁ Σιμωνίδης αὐτὸς αὑτῷ.
如果“存在”与“成为”不是同一回事,那么西蒙尼德就没有说出与自己相反的话。
καὶ ἴσως ἂν φαίη Πρόδικος ὅδε καὶ ἄλλοι πολλοὶ καθʼ Ἡσίοδον γενέσθαι μὲν ἀγαθὸν χαλεπὸν εἶναι—τῆς γὰρ "ἀρετῆς ἔμπροσθεν" τοὺς θεοὺς "ἱδρῶτα" θεῖναι—ὅταν δέ τις αὐτῆς "εἰς ἄκρον ἵκηται, ῥηϊδίην δἤπειτα πέλειν, χαλεπήν περ ἐοῦσαν" , ἐκτῆσθαι.
而且也许眼前的普罗迪科和许多其他人会根据赫西俄德的话说,成为好人确实是困难的——因为神明在“美德之前”设下了“汗水”——但当有人“到达其顶峰时,在那之后,尽管曾经困难,拥有它便变得容易了”。
ὁ μὲν οὖν Πρόδικος ἀκούσας ταῦτα ἐπῄνεσέν με· ὁ δὲ Πρωταγόρας, τὸ ἐπανόρθωμά σοι, ἔφη, ὦ Σώκρατες, μεῖζον ἁμάρτημα ἔχει ἢ ὃ ἐπανορθοῖς.
’ 普罗迪科听了这些话便称赞了我;但普罗泰戈拉说道: ‘苏格拉底,你的这个修正案所包含的错误,比你所修正的那个错误还要大。
καὶ ἐγὼ εἶπον· κακὸν ἄρα μοι εἴργασται, ὡς ἔοικεν, ὦ Πρωταγόρα, καὶ εἰμί τις γελοῖος ἰατρός·
’ 我便说道:‘普罗泰戈拉啊,看来我做了一件坏事,而且成了一个滑稽的医生:在试图医治时,却让病情变得更重了。
ἰώμενος μεῖζον τὸ νόσημα ποιῶ. ἀλλʼ οὕτως ἔχει, ἔφη.
’ 他说道:‘但事实确实如此。
πῶς δή;
’ ‘这怎么说?
ἦν δʼ ἐγώ.
’我说道。
πολλὴ ἄν, ἔφη, ἀμαθία εἴη τοῦ ποιητοῦ, εἰ οὕτω φαῦλόν τί φησιν εἶναι τὴν ἀρετὴν ἐκτῆσθαι, ὅ ἐστιν πάντων χαλεπώτατον, ὡς ἅπασιν δοκεῖ ἀνθρώποις.
他说道:‘如果诗人说拥有美德是如此轻易的事,那将是极大的无知。 因为正如所有人所认为的那样,拥有美德正是所有事情中最困难的。
§341ΣΩ. καὶ ἐγὼ εἶπον· νὴ τὸν Δία, εἰς καιρόν γε παρατετύχηκεν ἡμῖν ἐν τοῖς λόγοις Πρόδικος ὅδε.
’ 苏格拉底:我便说道:‘凭宙斯起誓,眼前的普罗迪科恰好在最合适的时机参与了我们的讨论。
κινδυνεύει γάρ τοι, ὦ Πρωταγόρα, ἡ Προδίκου σοφία θεία τις εἶναι πάλαι, ἤτοι ἀπὸ Σιμωνίδου ἀρξαμένη, ἢ καὶ ἔτι παλαιοτέρα.
普罗泰戈拉啊,普罗迪科的智慧想必是某种古老的神圣之物,要么是从西蒙尼德开始的,要么还要更古老。
σὺ δὲ ἄλλων πολλῶν ἔμπειρος ὢν ταύτης ἄπειρος εἶναι φαίνῃ, οὐχ ὥσπερ ἐγὼ ἔμπειρος διὰ τὸ μαθητὴς εἶναι Προδίκου τουτουΐ·
而你虽然对许多其他事情很有经验,但对这门智慧似乎毫无经验,这与我不同,我是因为作为眼前这位普罗迪科的弟子而有经验的。
καὶ νῦν μοι δοκεῖς οὐ μανθάνειν ὅτι καὶ τὸ χαλεπὸν τοῦτο ἴσως οὐχ οὕτως Σιμωνίδης ὑπελάμβανεν ὥσπερ σὺ ὑπολαμβάνεις, ἀλλʼ ὥσπερ περὶ τοῦ δεινοῦ Πρόδικός με οὑτοσὶ νουθετεῖ ἑκάστοτε, ὅταν ἐπαινῶν ἐγὼ ἢ σὲ ἢ ἄλλον τινὰ λέγω ὅτι Πρωταγόρας σοφὸς καὶ δεινός ἐστιν ἀνήρ, ἐρωτᾷ εἰ οὐκ αἰσχύνομαι τἀγαθὰ δεινὰ καλῶν.
现在你似乎没有明白,也许西蒙尼德对这个“困难”的理解,并不像你所理解的那样,而是正如眼前的这位普罗迪科每次就“可怕”对我进行的劝诫一样:每当我称赞你或其他人,说普罗泰戈拉是一个聪明而“可怕”的人时,他就会问我,把好的事物称为“可怕”难道不感到羞耻吗。
τὸ γὰρ δεινόν, φησίν, κακόν ἐστιν· οὐδεὶς γοῦν λέγει ἑκάστοτε δεινοῦ πλούτου οὐδὲ δεινῆς εἰρήνης οὐδὲ δεινῆς ὑγιείας, ἀλλὰ δεινῆς νόσου καὶ δεινοῦ πολέμου καὶ δεινῆς πενίας, ὡς τοῦ δεινοῦ κακοῦ ὄντος.
因为他说,“可怕”是恶;无论如何,人们从来不会在每次说话时都说“可怕的财富”、“可怕的和平”或“可怕的健康”,而是说“可怕的疾病”、“可怕的战争”和“可怕的贫穷”,因为这“可怕”是恶。
ἴσως οὖν καὶ τὸ χαλεπὸν αὖ οἱ Κεῖοι καὶ ὁ Σιμωνίδης ἢ κακὸν ὑπολαμβάνουσι ἢ ἄλλο τι ὃ σὺ οὐ μανθάνεις·
因此,也许基奥斯人和西蒙尼德同样也将“困难”理解为恶,或者某种你不明白的其他事物。
ἐρώμεθα οὖν πρόδικον—δίκαιον γὰρ τὴν Σιμωνίδου φωνὴν τοῦτον ἐρωτᾶν—τί ἔλεγεν, ὦ Πρόδικε, τὸ χαλεπὸν Σιμωνίδης;
那么让我们来问问普罗迪科——因为询问他关于西蒙尼德的语言是理所当然的——普罗迪科啊,西蒙尼德所说的 “困难”是指什么?
κακόν, ἔφη.
’ 他说道:‘是恶。
διὰ ταῦτʼ ἄρα καὶ μέμφεται, ἦν δʼ ἐγώ, ὦ Πρόδικε, τὸν Πιττακὸν λέγοντα "χαλεπὸν ἐσθλὸν ἔμμεναι" , ὥσπερ ἂν εἰ ἤκουεν αὐτοῦ λέγοντος ὅτι ἐστὶν κακὸν "ἐσθλὸν ἔμμεναι" .
’ 我说道:‘普罗迪科啊,正是因为这个原因,当皮塔科斯说“作为善良的人是困难的”时,西蒙尼德非难他,就像听见他说“作为善良的人是恶”一样。
ἀλλὰ τί οἴει, ἔφη, λέγειν, ὦ Σώκρατες, Σιμωνίδην ἄλλο ἢ τοῦτο, καὶ ὀνειδίζειν τῷ Πιττακῷ ὅτι τὰ ὀνόματα οὐκ ἠπίστατο ὀρθῶς διαιρεῖν ἅτε Λέσβιος ὢν καὶ ἐν φωνῇ βαρβάρῳ τεθραμμένος;
’ 他说道:‘苏格拉底,你认为西蒙尼德除了这个意思之外还能是什么意思呢? 他难道不是在责备皮塔科斯,因为他是莱斯博斯人,在野蛮的语言中长大,所以不知道如何正确区分词义吗?
ἀκούεις δή, ἔφην ἐγώ, ὦ Πρωταγόρα, Προδίκου τοῦδε.
’ 我说道:‘普罗泰戈拉,你听到了眼前的普罗迪科所说的话。
ἔχεις τι πρὸς ταῦτα λέγειν;
你对此有什么要说的吗?
καὶ ὁ Πρωταγόρας, πολλοῦ γε δεῖ, ἔφη, οὕτως ἔχειν, ὦ Πρόδικε·
’ 普罗泰戈拉说道:‘普罗迪科啊,绝非如此。
ἀλλʼ ἐγὼ εὖ οἶδʼ ὅτι καὶ Σιμωνίδης τὸ χαλεπὸν ἔλεγεν ὅπερ ἡμεῖς οἱ ἄλλοι, οὐ τὸ κακόν, ἀλλʼ ὃ ἂν μὴ ῥᾴδιον ᾖ ἀλλὰ διὰ πολλῶν πραγμάτων γίγνηται.
但我很清楚,西蒙尼德所说的“困难”和我们其他人说的一样,不是指“恶”,而是指那不容易、需要经历许多困难才能达成的事。
ἀλλὰ καὶ ἐγὼ οἶμαι, ἔφην, ὦ Πρωταγόρα, τοῦτο λέγειν Σιμωνίδην, καὶ Πρόδικόν γε τόνδε εἰδέναι, ἀλλὰ παίζειν καὶ σοῦ δοκεῖν ἀποπειρᾶσθαι εἰ οἷός τʼ ἔσῃ τῷ σαυτοῦ λόγῳ βοηθεῖν.
’ 我说道:‘普罗泰戈拉,我也认为西蒙尼德是这个意思,而且眼前的普罗迪科也是知道这一点的,但他是在开玩笑,似乎是在试探你,看你是否能够为自己的论点辩护。
ἐπεὶ ὅτι γε Σιμωνίδης οὐ λέγει τὸ χαλεπὸν κακόν, μέγα τεκμήριόν ἐστιν εὐθὺς τὸ μετὰ τοῦτο ῥῆμα·
因为西蒙尼德并不把“困难” “恶”解释为,紧接其后的词句立刻就是一个巨大的证据。
λέγει γὰρ ὅτι— " θεὸς ἂν μόνος τοῦτʼ ἔχοι γέρας, " οὐ δήπου τοῦτό γε λέγων, κακὸν "ἐσθλὸν ἔμμεναι" , εἶτα τὸν θεόν φησιν μόνον τοῦτο ἂν ἔχειν καὶ τῷ θεῷ τοῦτο γέρας ἀπένειμε μόνῳ· ἀκόλαστον γὰρ ἄν τινα λέγοι Σιμωνίδην ὁ Πρόδικος καὶ οὐδαμῶς Κεῖον.
因为他说道: “唯有神才能享有这一特权,” 他显然不可能一方面说作为“好人是恶”,然后又说唯有神才能享有这一特权,并将这一特权仅分配给神;因为如果是这样,普罗迪科就会称西蒙尼德是个放荡不羁的人,而绝非基奥斯人。 ’

词汇与语法注释

  1. 340aσθένος ἀνέρος ἀμφότεροί περ σχῶμεν — 引用自荷马《伊利亚特》21.300。完成过去时虚拟语气“σχῶμεν”表示劝诱(“让我们阻挡”),意为“让我们两人共同阻挡那人(阿基琉斯)的力量”。这里的“ἀνέρος”(属格)指威胁到河神阿基琉斯的力量。
  2. 340dῥηϊδίην δἤπειτα πέλειν, χαλεπήν περ ἐοῦσαν — 引用自赫西俄德《工作与时日》291-292。不定式“πέλειν”(成为/是)的主语是前文的“美德”或“对它的拥有”,而“ῥηϊδίην”是其主格补语。它表明,美德虽然起初困难,但一旦到达顶峰,便会“变得容易”。
  3. 341bὡς τοῦ δεινοῦ κακοῦ ὄντος — 带有“ὡς”的属格绝对结构。“τοῦ δ意“δεινοῦ”是分词“ὄντος”的逻辑主语。“ὡς”引入了普罗迪科语言观中的主观理由(“基于‘可怕’ [deinon] 是恶这一前提”)。
  4. 341eθεὸς ἂν μόνος τοῦτʼ ἔχοι γέρας — 带有“ἄν”的祈愿语气(“ἂν ἔχοι”)表示潜在或可能性(“可能享有”)。“τοῦτο γέρας”(这一特权)指西蒙尼德诗中紧接的前文概念“作为好人”(ἐσθλὸν ἔμμεναι)。

引用这一段

柏拉图, 普罗泰戈拉篇 §340-341. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:340-341

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。