§336ΣΩ. νῦν δʼ ἐστὶν ὥσπερ ἂν εἰ δέοιό μου Κρίσωνι τῷ Ἱμεραίῳ δρομεῖ ἀκμάζοντι ἕπεσθαι, ἢ τῶν δολιχοδρόμων τῳ ἢ τῶν ἡμεροδρόμων διαθεῖν τε καὶ ἕπεσθαι, εἴποιμι ἄν σοι ὅτι πολὺ σοῦ μᾶλλον ἐγὼ ἐμαυτοῦ δέομαι θέουσιν τούτοις ἀκολουθεῖν, ἀλλʼ οὐ γὰρ δύναμαι, ἀλλʼ εἴ τι δέῃ θεάσασθαι ἐν τῷ αὐτῷ ἐμέ τε καὶ Κρίσωνα θέοντας, τούτου δέου συγκαθεῖναι·
苏格拉底:“但现在,这就像是你要求我跟上正值巅峰的希梅拉跑步选手克里森,或者与那些长跑选手或一日信使一同竞奔并跟上他们一样;” “我会对你说,我比你更希望自己能跟上这些奔跑的人,但我做不到。
ἐγὼ μὲν γὰρ οὐ δύναμαι ταχὺ θεῖν, οὗτος δὲ δύναται βραδέως.
但是,如果你想看到我和克里森在同一场地奔跑,就请要求他放慢速度;因为我无法跑得快,而他却可以跑得慢。
εἰ οὖν ἐπιθυμεῖς ἐμοῦ καὶ Πρωταγόρου ἀκούειν, τούτου δέου, ὥσπερ τὸ πρῶτόν μοι ἀπεκρίνατο διὰ βραχέων τε καὶ αὐτὰ τὰ ἐρωτώμενα, οὕτω καὶ νῦν ἀποκρίνεσθαι·
因此,如果你渴望听我和普罗泰戈拉对话,就请要求他,像他最初对我那样,简短地且针对所问的问题本身进行回答,现在也这样回答。
εἰ δὲ μή, τίς ὁ τρόπος ἔσται τῶν διαλόγων;
否则,我们的对话将以何种方式进行?
χωρὶς γὰρ ἔγωγʼ ᾤμην εἶναι τὸ συνεῖναί τε ἀλλήλοις διαλεγομένους καὶ τὸ δημηγορεῖν.
因为我个人认为,互相对话而相聚与在大众面前演说,完全是两码事。
ἀλλʼ—ὁρᾷς; —ἔφη,
ὦ Σώκρατες, δίκαια δοκεῖ λέγειν Πρωταγόρας ἀξιῶν αὑτῷ τε ἐξεῖναι διαλέγεσθαι ὅπως βούλεται, καὶ σὺ ὅπως ἂν αὖ σὺ βούλῃ.
”“但是,苏格拉底,”卡利亚斯说道,“普罗泰戈拉的话似乎也合情合理,他要求允许他按照自己的意愿进行交谈,而你也可以按照你的意愿交谈。
ὑπολαβὼν οὖν ὁ Ἀλκιβιάδης,
οὐ καλῶς λέγεις,
ἔφη,
ὦ Καλλία·
”于是,阿尔基比亚德插话说:“卡利亚斯,你这话不妥。
Σωκράτης μὲν γὰρ ὅδε ὁμολογεῖ μὴ μετεῖναί οἱ μακρολογίας καὶ παραχωρεῖ Πρωταγόρᾳ, τοῦ δὲ διαλέγεσθαι οἷός τʼ εἶναι καὶ ἐπίστασθαι λόγον τε δοῦναι καὶ δέξασθαι θαυμάζοιμʼ ἂν εἴ τῳ ἀνθρώπων παραχωρεῖ.
这里的苏格拉底承认自己不擅长长篇大论,并向普罗泰戈拉让步;但至于对话、懂得如何给出和接受论证,如果他向任何人让步,我会感到惊讶。
εἰ μὲν οὖν καὶ Πρωταγόρας ὁμολογεῖ φαυλότερος εἶναι Σωκράτους διαλεχθῆναι, ἐξαρκεῖ Σωκράτει· εἰ δὲ ἀντιποιεῖται, διαλεγέσθω ἐρωτῶν τε καὶ ἀποκρινόμενος, μὴ ἐφʼ ἑκάστῃ ἐρωτήσει μακρὸν λόγον ἀποτείνων, ἐκκρούων τοὺς λόγους καὶ οὐκ ἐθέλων διδόναι λόγον, ἀλλʼ ἀπομηκύνων ἕως ἂν ἐπιλάθωνται περὶ ὅτου τὸ ἐρώτημα ἦν οἱ πολλοὶ τῶν ἀκουόντων·
因此,如果普罗泰戈拉也承认自己在对话方面不如苏格拉底,那对苏格拉底来说就足够了;但如果他要竞争,就让他通过问答的方式来交谈,不要在每个提问上都拉长篇幅,回避论证,不愿给出回答,而是把话拉得很长,直到大多数听众忘记了问题在谈论什么。
ἐπεὶ Σωκράτη γε ἐγὼ ἐγγυῶμαι μὴ ἐπιλήσεσθαι, οὐχ ὅτι παίζει καί φησιν ἐπιλήσμων εἶναι.
因为我保证苏格拉底不会忘记,尽管他开玩笑说自己健忘。
ἐμοὶ μὲν οὖν δοκεῖ ἐπιεικέστερα Σωκράτης λέγειν· χρὴ γὰρ ἕκαστον τὴν ἑαυτοῦ γνώμην ἀποφαίνεσθαι.
因此,在我看来,苏格拉底说得更合乎情理,因为每个人都应当表明自己的观点。
μετὰ δὲ τὸν Ἀλκιβιάδην, ὡς ἐγᾦμαι, Κριτίας ἦν ὁ εἰπών· ὦ Πρόδικε καὶ Ἱππία, Καλλίας μὲν δοκεῖ μοι μάλα πρὸς Πρωταγόρου εἶναι, Ἀλκιβιάδης δὲ ἀεὶ φιλόνικός ἐστι πρὸς ὃ ἂν ὁρμήσῃ·
”在阿尔基比亚德之后,我想,是克里提阿斯说道:“普罗迪科和希波阿斯,在我看来,卡利亚斯非常偏向普罗泰戈拉,而阿尔基比亚德对他所热衷的事情总是好胜。
ἡμᾶς δὲ οὐδὲν δεῖ συμφιλονικεῖν οὔτε Σωκράτει οὔτε Πρωταγόρᾳ, ἀλλὰ κοινῇ ἀμφοτέρων δεῖσθαι μὴ μεταξὺ διαλῦσαι τὴν συνουσίαν.
但我们极不应该偏袒苏格拉底或普罗泰戈拉而参与争胜,而应当共同要求他们双方不要在中途解散聚会。
§337ΣΩ. εἰπόντος δὲ αὐτοῦ ταῦτα, ὁ Πρόδικος,
καλῶς μοι,
ἔφη,
δοκεῖς λέγειν, ὦ Κριτία·
” 在他说了这些话后,普罗迪科说道:“克里提阿斯,我认为你说的很对。
χρὴ γὰρ τοὺς ἐν τοιοῖσδε λόγοις παραγιγνομένους κοινοὺς μὲν εἶναι ἀμφοῖν τοῖν διαλεγομένοιν ἀκροατάς, ἴσους δὲ μή—ἔστιν γὰρ οὐ ταὐτόν·
因为参加这种讨论的人,应当是交谈双方的公平听众,但不应是同等对待的听众——因为这两者并不相同。
κοινῇ μὲν γὰρ ἀκοῦσαι δεῖ ἀμφοτέρων, μὴ ἴσον δὲ νεῖμαι ἑκατέρῳ, ἀλλὰ τῷ μὲν σοφωτέρῳ πλέον, τῷ δὲ ἀμαθεστέρῳ ἔλαττον.
应当共同倾听双方,但不要平均分配给每一个人,而应该给聪明的人多一些,给无知的人少一些。
ἐγὼ μὲν καὶ αὐτός, ὦ Πρωταγόρα τε καὶ Σώκρατες, ἀξιῶ ὑμᾶς συγχωρεῖν καὶ ἀλλήλοις περὶ τῶν λόγων ἀμφισβητεῖν μέν, ἐρίζειν δὲ μή—ἀμφισβητοῦσι μὲν γὰρ καὶ διʼ εὔνοιαν οἱ φίλοι τοῖς φίλοις, ἐρίζουσιν δὲ οἱ διάφοροί τε καὶ ἐχθροὶ ἀλλήλοις—καὶ οὕτως ἂν καλλίστη ἡμῖν ἡ συνουσία γίγνοιτο·
普罗泰戈拉、苏格拉底,我自己也要求你们相互让步,就论证进行辩论,但不要争吵。 因为朋友之间出于好意而进行辩论,而对手和敌人之间才会互相争吵。 这样,我们的聚会就会变得最美好。
ὑμεῖς τε γὰρ οἱ λέγοντες μάλιστʼ ἂν οὕτως ἐν ἡμῖν τοῖς ἀκούουσιν εὐδοκιμοῖτε καὶ οὐκ ἐπαινοῖσθε—εὐδοκιμεῖν μὲν γὰρ ἔστιν παρὰ ταῖς ψυχαῖς τῶν ἀκουόντων ἄνευ ἀπάτης, ἐπαινεῖσθαι δὲ ἐν λόγῳ πολλάκις παρὰ δόξαν ψευδομένων— ἡμεῖς τʼ αὖ οἱ ἀκούοντες μάλιστʼ ἂν οὕτως εὐφραινοίμεθα, οὐχ ἡδοίμεσθα—εὐφραίνεσθαι μὲν γὰρ ἔστιν μανθάνοντά τι καὶ φρονήσεως μεταλαμβάνοντα αὐτῇ τῇ διανοίᾳ, ἥδεσθαι δὲ ἐσθίοντά τι ἢ ἄλλο ἡδὺ πάσχοντα αὐτῷ τῷ σώματι.
因为你们这些说话的人,将会在我们这些听众中赢得最高的信望,而不仅是赞美;因为信望是不带欺骗地产生在听众的心灵中,而在言语上的赞美,往往违背真实的看法,发生在说谎的人们中间。 同样,我们这些听众也会因此得到最大的欢欣,而不是快乐。 因为欢欣是在学习某些事物、通过思想本身分享智慧时产生的,而快乐则是通过身体本身吃某些东西或经历其他愉悦的事情时产生的。
ταῦτα οὖν εἰπόντος τοῦ Προδίκου πολλοὶ πάνυ τῶν παρόντων ἀπεδέξαντο·
”普罗迪科说了这些话后,在场的许多人都表示赞同。
μετὰ δὲ τὸν πρόδικον Ἱππίας ὁ σοφὸς εἶπεν,
ὦ ἄνδρες,
ἔφη,
οἱ παρόντες, ἡγοῦμαι ἐγὼ ὑμᾶς συγγενεῖς τε καὶ οἰκείους καὶ πολίτας ἅπαντας εἶναι— φύσει, οὐ νόμῳ·
在普罗迪科之后,贤者希波阿斯说道:“在座的诸位,”他说道,“我认为你们大家都是亲属、同伴和公民—— 依自然而言,而非依法律。
τὸ γὰρ ὅμοιον τῷ ὁμοίῳ φύσει συγγενές ἐστιν, ὁ δὲ νόμος, τύραννος ὢν τῶν ἀνθρώπων, πολλὰ παρὰ τὴν φύσιν βιάζεται—ἡμᾶς οὖν αἰσχρὸν τὴν μὲν φύσιν τῶν πραγμάτων εἰδέναι, σοφωτάτους δὲ ὄντας τῶν Ἑλλήνων, καὶ κατʼ αὐτὸ τοῦτο νῦν συνεληλυθότας τῆς τε Ἑλλάδος εἰς αὐτὸ τὸ πρυτανεῖον τῆς σοφίας καὶ αὐτῆς τῆς πόλεως εἰς τὸν μέγιστον καὶ ὀλβιώτατον οἶκον τόνδε, μηδὲν τούτου τοῦ ἀξιώματος ἄξιον ἀποφήνασθαι, ἀλλʼ ὥσπερ τοὺς φαυλοτάτους τῶν ἀνθρώπων διαφέρεσθαι ἀλλήλοις.
因为同类依自然是同类的亲属,而法律作为人类的暴君,强行做出了许多违背自然的事。 因此,我们既然知道事物的自然,又是希腊人中最有智慧的人,且正因为如此,现在聚集在希腊智慧的中心,聚集在这座城市本身最大、最富庶的这座宅邸中,却表现不出任何配得上这一身份的高贵举止,反而像最卑劣的人一样互相对立,这是非常可耻的。 ”