Humanitext Reader

柏拉图 · 普罗泰戈拉篇 §334-335

善的多样性与对话方式之争

第 15 段,共 33 段 · 希腊语

内容简介

普罗泰戈拉长篇大论地阐述了“善”的相对性与多样性,对此苏格拉底以自己健忘为由,要求采用简短的问答形式。当普罗泰戈拉拒绝并坚持自己的辩论方式时,苏格拉底准备离去,但被卡利亚斯拉住。

§334ΣΩ. πότερον, ἦν δʼ ἐγώ, λέγεις, ὦ Πρωταγόρα, ἃ μηδενὶ ἀνθρώπων ὠφέλιμά ἐστιν, ἢ ἃ μηδὲ τὸ παράπαν ὠφέλιμα;
苏格拉底:“普罗泰戈拉,” 我说道,“你所说的,是指那些对任何人都无益的东西,还是指那些根本没有任何益处的东西?
καὶ τὰ τοιαῦτα σὺ ἀγαθὰ καλεῖς;
你把这样的东西称为‘好的’吗?
— οὐδαμῶς, ἔφη·
” “绝非如此,”他说道。
ἀλλʼ ἔγωγε πολλὰ οἶδʼ ἃ ἀνθρώποις μὲν ἀνωφελῆ ἐστι, καὶ σιτία καὶ ποτὰ καὶ φάρμακα καὶ ἄλλα μυρία, τὰ δέ γε ὠφέλιμα· τὰ δὲ ἀνθρώποις μὲν οὐδέτερα, ἵπποις δέ· τὰ δὲ βουσὶν μόνον, τὰ δὲ κυσίν· τὰ δέ γε τούτων μὲν οὐδενί, δένδροις δέ· τὰ δὲ τοῦ δένδρου ταῖς μὲν ῥίζαις ἀγαθά, ταῖς δὲ βλάσταις πονηρά, οἷον καὶ ἡ κόπρος πάντων τῶν φυτῶν ταῖς μὲν ῥίζαις ἀγαθὸν παραβαλλομένη, εἰ δʼ ἐθέλοις ἐπὶ τοὺς πτόρθους καὶ τοὺς νέους κλῶνας ἐπιβάλλειν, πάντα ἀπόλλυσιν·
“但我自己却知道许多对人类无益的东西,包括食物、饮料、药物以及无数其他东西,但它们(对其他东西)却是有益的;有些对人来说是中性的,但对马是有益的;有些仅对牛有益,有些仅对狗有益;有些对这些动物都无益,但对树木有益;至于树木,有些东西对根部是好的,但对嫩芽是有害的;就像粪便对所有植物的根部施用时是好东西,但如果你想把它撒在嫩枝和新芽上,它就会摧毁一切。
ἐπεὶ καὶ τὸ ἔλαιον τοῖς μὲν φυτοῖς ἅπασίν ἐστιν πάγκακον καὶ ταῖς θριξὶν πολεμιώτατον ταῖς τῶν ἄλλων ζῴων πλὴν ταῖς τοῦ ἀνθρώπου, ταῖς δὲ τοῦ ἀνθρώπου ἀρωγὸν καὶ τῷ ἄλλῳ σώματι.
因为油对所有植物也是极坏的,对除人类以外的所有其他动物的毛发也是最有害的,但对人类的毛发和身体的其他部分却是有帮助的。
οὕτω δὲ ποικίλον τί ἐστιν τὸ ἀγαθὸν καὶ παντοδαπόν, ὥστε καὶ ἐνταῦθα τοῖς μὲν ἔξωθεν τοῦ σώματος ἀγαθόν ἐστιν τῷ ἀνθρώπῳ, τοῖς δʼ ἐντὸς ταὐτὸν τοῦτο κάκιστον· καὶ διὰ τοῦτο οἱ ἰατροὶ πάντες ἀπαγορεύουσιν τοῖς ἀσθενοῦσιν μὴ χρῆσθαι ἐλαίῳ ἀλλʼ ἢ ὅτι σμικροτάτῳ ἐν τούτοις οἷς μέλλει ἔδεσθαι, ὅσον μόνον τὴν δυσχέρειαν κατασβέσαι τὴν ἐπὶ ταῖς αἰσθήσεσι ταῖς διὰ τῶν ῥινῶν γιγνομένην ἐν τοῖς σιτίοις τε καὶ ὄψοις.
由此可见,好的东西是如此复杂和多样,以至于在此处,这同一个东西对人类身体的外部是好的,但对内部却是最坏的;因此所有医生都禁止病人使用油,除非在他们将要吃的东西里放入极少的一点,仅够消除食物和菜肴中通过鼻子产生的难闻气味。
εἰπόντος οὖν ταῦτα αὐτοῦ οἱ παρόντες ἀνεθορύβησαν ὡς εὖ λέγοι, καὶ ἐγὼ εἶπον· ὦ Πρωταγόρα, ἐγὼ τυγχάνω ἐπιλήσμων τις ὢν ἄνθρωπος, καὶ ἐάν τίς μοι μακρὰ λέγῃ, ἐπιλανθάνομαι περὶ οὗ ἂν ᾖ ὁ λόγος.
” 他说了这些话后,在场的人纷纷喧哗起来,赞叹他说得好,而我说道:“普罗泰戈拉,我碰巧是个相当健忘的人,如果有人对我长篇大论,我就会忘记这个论证是在谈论什么。
ὥσπερ οὖν εἰ ἐτύγχανον ὑπόκωφος ὤν, ᾤου ἂν χρῆναι, εἴπερ ἔμελλές μοι διαλέξεσθαι, μεῖζον φθέγγεσθαι ἢ πρὸς τοὺς ἄλλους, οὕτω καὶ νῦν, ἐπειδὴ ἐπιλήσμονι ἐνέτυχες, σύντεμνέ μοι τὰς ἀποκρίσεις καὶ βραχυτέρας ποίει, εἰ μέλλω σοι ἕπεσθαι.
因此,正像我如果刚好耳朵有点聋,你若要跟我交谈,就会认为有必要比对别人说话时更大声一样,现在也是如此,既然你遇到了一个健忘的人,就请为我缩短你的回答,把它们说得更短些,如果我还要跟得上你的话。
πῶς οὖν κελεύεις με βραχέα ἀποκρίνεσθαι;
” “那么你命令我如何简短地回答?
ἢ βραχύτερά σοι, ἔφη, ἀποκρίνωμαι ἢ δεῖ;
难道要我回答得,”他说道,“比需要的还要简短吗?
μηδαμῶς, ἦν δʼ ἐγώ.
” “绝非如此,”我说道。
ἀλλʼ ὅσα δεῖ;
“那么,恰好是需要的程度?
ἔφη.
”他说道。
ναί, ἦν δʼ ἐγώ.
“是的,”我说道。
πότερα οὖν ὅσα ἐμοὶ δοκεῖ δεῖν ἀποκρίνεσθαι, τοσαῦτά σοι ἀποκρίνωμαι, ἢ ὅσα σοί;
“那么,我是应该按照我自己认为需要的程度来回答你,还是按照你认为需要的程度?
§335ΣΩ. ἀκήκοα γοῦν, ἦν δʼ ἐγώ, ὅτι σὺ οἷός τʼ εἶ καὶ αὐτὸς καὶ ἄλλον διδάξαι περὶ τῶν αὐτῶν καὶ μακρὰ λέγειν, ἐὰν βούλῃ, οὕτως ὥστε τὸν λόγον μηδέποτε ἐπιλιπεῖν, καὶ αὖ βραχέα οὕτως ὥστε μηδένα σοῦ ἐν βραχυτέροις εἰπεῖν·
” 苏格拉底:“至少我听说过,”我说道,“你既能靠自己,也能教导别人,就同一件事,如果你愿意,可以长篇大论,以至于话语永不枯竭;反过来,又可以极度简短,以至于没有人能比你说得更简练。
εἰ οὖν μέλλεις ἐμοὶ διαλέξεσθαι, τῷ ἑτέρῳ χρῶ τρόπῳ πρός με, τῇ βραχυλογίᾳ.
因此,如果你要与我交谈,请对我使用另一种方式,即简短的发言。
ὦ Σώκρατες, ἔφη, ἐγὼ πολλοῖς ἤδη εἰς ἀγῶνα λόγων ἀφικόμην ἀνθρώποις, καὶ εἰ τοῦτο ἐποίουν ὃ σὺ κελεύεις, ὡς ὁ ἀντιλέγων ἐκέλευέν με διαλέγεσθαι, οὕτω διελεγόμην, οὐδενὸς ἂν βελτίων ἐφαινόμην οὐδʼ ἂν ἐγένετο Πρωταγόρου ὄνομα ἐν τοῖς Ἕλλησιν.
” “苏格拉底,”他说道,“我已经与许多人进行过言辞的辩论,如果我按照你所命令的那样去做,在对方命令我交谈的方式下进行交谈,我看起来就不会比任何人强,普罗泰戈拉的名字也不会在希腊人中流传开来。
καὶ ἐγώ—ἔγνων γὰρ ὅτι οὐκ ἤρεσεν αὐτὸς αὑτῷ ταῖς ἀποκρίσεσιν ταῖς ἔμπροσθεν, καὶ ὅτι οὐκ ἐθελήσοι ἑκὼν εἶναι ἀποκρινόμενος διαλέγεσθαι—ἡγησάμενος οὐκέτι ἐμὸν ἔργον εἶναι παρεῖναι ἐν ταῖς συνουσίαις, ἀλλά τοι, ἔφην, ὦ Πρωταγόρα, οὐδʼ ἐγὼ λιπαρῶς ἔχω παρὰ τὰ σοὶ δοκοῦντα τὴν συνουσίαν ἡμῖν γίγνεσθαι, ἀλλʼ ἐπειδὰν σὺ βούλῃ διαλέγεσθαι ὡς ἐγὼ δύναμαι ἕπεσθαι, τότε σοι διαλέξομαι.
” 而我——因为我看出他在先前的回答中对自己并不满意,而且他绝不愿主动以问答的方式进行交谈——认为自己再留在聚会中已非我职责所系,说道:“但是,普罗泰戈拉,我绝不强求违背你的意愿来举行我们的聚会。 只要你愿意以我能跟得上的方式进行交谈,那时我就会与你交谈。
σὺ μὲν γάρ, ὡς λέγεται περὶ σοῦ, φῂς δὲ καὶ αὐτός, καὶ ἐν μακρολογίᾳ καὶ ἐν βραχυλογίᾳ οἷός τʼ εἶ συνουσίας ποιεῖσθαι —σοφὸς γὰρ εἶ—ἐγὼ δὲ τὰ μακρὰ ταῦτα ἀδύνατος, ἐπεὶ ἐβουλόμην ἂν οἷός τʼ εἶναι.
因为你,正如人们对你的评价,也如你自己所言,无论在长篇大论还是在简短发言中,都有能力进行聚会 ——因为你是智者——而我却无法进行这些长篇大论,尽管我多么希望自己能有这个能力。
ἀλλὰ σὲ ἐχρῆν ἡμῖν συγχωρεῖν τὸν ἀμφότερα δυνάμενον, ἵνα ἡ συνουσία ἐγίγνετο· νῦν δὲ ἐπειδὴ οὐκ ἐθέλεις καὶ ἐμοί τις ἀσχολία ἐστὶν καὶ οὐκ ἂν οἷός τʼ εἴην σοι παραμεῖναι ἀποτείνοντι μακροὺς λόγους—ἐλθεῖν γάρ ποί με δεῖ—εἶμι· ἐπεὶ καὶ ταῦτʼ ἂν ἴσως οὐκ ἀηδῶς σου ἤκουον.
但你这个两者兼备的人,本该向我们让步,以便聚会能够继续;可现在既然你不愿意,而我又有事在身,无法在你想拉长篇幅时继续留下来陪你——因为我得去某个地方——我要走了;虽然我也许并不是不乐意听你讲这些东西。
καὶ ἅμα ταῦτʼ εἰπὼν ἀνιστάμην ὡς ἀπιών· καί μου ἀνισταμένου ἐπιλαμβάνεται ὁ Καλλίας τῆς χειρὸς τῇ δεξιᾷ, τῇ δʼ ἀριστερᾷ ἀντελάβετο τοῦ τρίβωνος τουτουΐ, καὶ εἶπεν· οὐκ ἀφήσομέν σε, ὦ Σώκρατες· ἐὰν γὰρ σὺ ἐξέλθῃς, οὐχ ὁμοίως ἡμῖν ἔσονται οἱ διάλογοι.
” 说完这话,我同时站起身准备离去;当我站起身时,卡利亚斯用右手拉住我的手,左手扯住我这件旧外套,说道: “我们不会放你走的,苏格拉底;因为如果你走了,我们的对话对我们来说就不会和以前一样了。
δέομαι οὖν σου παραμεῖναι ἡμῖν· ὡς ἐγὼ οὐδʼ ἂν ἑνὸς ἥδιον ἀκούσαιμι ἢ σοῦ τε καὶ Πρωταγόρου διαλεγομένων.
因此我请求你留下来陪我们;因为我听任何人说话,都没有听你和普罗泰戈拉进行对话来得更愉快。
ἀλλὰ χάρισαι ἡμῖν πᾶσιν.
请赏光满足我们所有人吧。
καὶ ἐγὼ εἶπον—ἤδη δὲ ἀνειστήκη ὡς ἐξιών—ὦ παῖ Ἱππονίκου, ἀεὶ μὲν ἔγωγέ σου τὴν φιλοσοφίαν ἄγαμαι, ἀτὰρ καὶ νῦν ἐπαινῶ καὶ φιλῶ, ὥστε βουλοίμην ἂν χαρίζεσθαί σοι, εἴ μου δυνατὰ δέοιο·
” 我说道——当时我已经站起来准备走出门去——“希波尼科斯之子啊,我一向钦佩你对智慧的热爱,而此时此刻我也同样赞赏并喜爱它,因此,如果你向我提出的请求是我能做到的,我非常愿意满足你;”, Jesse:

词汇与语法注释

  1. 334cἀλλʼ ἢ ὅτι σμικροτάτῳ — 连词短语 `ἀλλʼ ἤ`(除了……之外)与用来加强最高级的 `ὅτι`(修饰 `σμικροτάτῳ`)相结合。整体构成一个惯用表达,意为“除了尽可能最少(的量)以外”,表示强烈的限制与例外。
  2. 335bἑκὼν εἶναι — 这是一个由形容词 `ἑκών`(自愿的)和具有限制缓和功能的不定式 `εἶναι` 构成的绝对不定式惯用语。意为“自愿地、主动地”,主要与否定句(此处为 `οὐκ ἐθελήσοι`)连用。
  3. 335cἵνα ἡ συνουσία ἐγίγνετο — 目的连词 `ἵνα` 后接直说过去时(未完成过去时 `ἐγίγνετο`),用以表示与现在事实相反的“未能实现的目地”或虚拟结果(意为“好让聚会得以进行”,但实际上未能进行)。

引用这一段

柏拉图, 普罗泰戈拉篇 §334-335. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:334-335

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。