§332ΣΩ. οὐ πάνυ, ἔφη,
οὕτως, οὐ μέντοι οὐδὲ αὖ ὡς σύ μοι δοκεῖς οἴεσθαι.
苏格拉底:“并不完全是这样,” 他说道,“然而,也并非像你以为我所想的那样。
—ἀλλὰ μήν, ἔφην ἐγώ, ἐπειδὴ δυσχερῶς δοκεῖς μοι ἔχειν πρὸς τοῦτο, τοῦτο μὲν ἐάσωμεν, τόδε δὲ ἄλλο ὧν ἔλεγες ἐπισκεψώμεθα.
” “不过确实,”我说道,“既然你似乎对这个问题感到不悦,我们就把它放下一旁,来探讨一下你所说的另一件事。
ἀφροσύνην τι καλεῖς;
你称某种事物为‘愚蠢’吗?
—ἔφη.
”他说是的。
—τούτῳ τῷ πράγματι οὐ πᾶν τοὐναντίον ἐστὶν ἡ σοφία;
“对于这件事,智慧在各方面不都是其完全的对立面吗?
—
ἔμοιγε δοκεῖ,
ἔφη.
” “在我看来是的,”他说道。
—πότερον δὲ ὅταν πράττωσιν ἅνθρωποι ὀρθῶς τε καὶ ὠφελίμως, τότε σωφρονεῖν σοι δοκοῦσιν οὕτω πράττοντες, ἢ τοὐναντίον;
“那么,当人们行动正确且有益时,在这样行动时,他们在你看来是在表现出节制,还是其相反呢?
—
σωφρονεῖν,
ἔφη.
” “表现出节制,”他说道。
—οὐκοῦν σωφροσύνῃ σωφρονοῦσιν;
“那么,他们是由于节制才表现出节制的吗?
—
ἀνάγκη.
” “必然如此。
—οὐκοῦν οἱ μὴ ὀρθῶς πράττοντες ἀφρόνως πράττουσιν καὶ οὐ σωφρονοῦσιν οὕτω πράττοντες;
” “而那些行动不正确的人,其行动是愚蠢的,而且在这样行动时并未表现出节制,对吗?
—
συνδοκεῖ μοι,
ἔφη.
” “我同意,”他说道。
—τοὐναντίον ἄρα ἐστὶν τὸ ἀφρόνως πράττειν τῷ σωφρόνως;
“那么,愚蠢地行动是节制地行动的对立面吗?
—ἔφη.
”他说是的。
—οὐκοῦν τὰ μὲν ἀφρόνως πραττόμενα ἀφροσύνῃ πράττεται, τὰ δὲ σωφρόνως σωφροσύνῃ;
“那么,愚蠢地进行的事物是由于愚蠢而行,而节制地进行的事物则是由于节制吗?
—ὡμολόγει.
”他同意了。
—οὐκοῦν εἴ τι ἰσχύϊ πράττεται, ἰσχυρῶς πράττεται, καὶ εἴ τι ἀσθενείᾳ, ἀσθενῶς;
“那么,如果某事是由于力量而行,它就是强有力地进行的;如果由于软弱,就是虚弱地进行的,对吗?
—ἐδόκει.
”似乎是这样。
—καὶ εἴ τι μετὰ τάχους, ταχέως, καὶ εἴ τι μετὰ βραδυτῆτος, βραδέως;
“而如果伴随速度,就是迅速地进行;如果伴随缓慢,就是缓慢地进行吗?
—ἔφη.
”他说是的。
—καὶ εἴ τι δὴ ὡσαύτως πράττεται, ὑπὸ τοῦ αὐτοῦ πράττεται, καὶ εἴ τι ἐναντίως, ὑπὸ τοῦ ἐναντίου;
“而如果某事是以同样的方式进行,它就是由同样的事物所行;如果以相反的方式进行,就是由相反的事物所行,对吗?
—συνέφη.
”他同意了。
—φέρε δή, ἦν δʼ ἐγώ, ἔστιν τι καλόν;
“来吧,”我说道,“有某种被称为‘美’的事物吗?
—συνεχώρει.
”他承认有。
—τούτῳ ἔστιν τι ἐναντίον πλὴν τὸ αἰσχρόν;
“对于这个,除了‘丑’之外,还有别的对立面吗?
—
οὐκ ἔστιν.
” “没有。
—τί δέ;
” “那这个呢?
ἔστιν τι ἀγαθόν;
有某种被称为‘善’的事物吗?
—
ἔστιν.
” “有。
—τούτῳ ἔστιν τι ἐναντίον πλὴν τὸ κακόν;
” “对于这个,除了‘恶’之外,还有别的对立面吗?
—
οὐκ ἔστιν.
” “没有。
—τί δέ;
” “那这个呢?
ἔστιν τι ὀξὺ ἐν φωνῇ;
声音中有‘高音’吗?
—ἔφη.
”他说是的。
—τούτῳ μὴ ἔστιν τι ἐναντίον ἄλλο πλὴν τὸ βαρύ;
“对于这个,除了‘低音’之外,没有其他对立面吗?
—οὐκ ἔφη.
”他说没有。
—οὐκοῦν, ἦν δʼ ἐγώ, ἑνὶ ἑκάστῳ τῶν ἐναντίων ἓν μόνον ἐστὶν ἐναντίον καὶ οὐ πολλά;
“那么,”我说道,“对于每一个相反的事物,相反的只有一个,而不是很多,对吗?
—συνωμολόγει.
”他表示同意。
ἴθι δή, ἦν δʼ ἐγώ, ἀναλογισώμεθα τὰ ὡμολογημένα ἡμῖν.
“来吧,”我说道,“让我们回顾一下我们达成一致的观点。
ὡμολογήκαμεν ἓν ἑνὶ μόνον ἐναντίον εἶναι, πλείω δὲ μή;
我们已经同意,对于一个事物来说,相反的只有一个,而没有更多,对吗?
—
ὡμολογήκαμεν.
” “我们已经同意了。
—τὸ δὲ ἐναντίως πραττόμενον ὑπὸ ἐναντίων πράττεσθαι;
” “而以相反方式进行的事物是由对立面所行的,对吗?
—ἔφη.
”他说是的。
—ὡμολογήκαμεν δὲ ἐναντίως πράττεσθαι ὃ ἂν ἀφρόνως πράττηται τῷ σωφρόνως πραττομένῳ;
“我们也同意,愚蠢地进行的事物与节制地进行的事物是以相反方式进行的,对吗?
—ἔφη.
”他说是的。
—τὸ δὲ σωφρόνως πραττόμενον ὑπὸ σωφροσύνης πράττεσθαι, τὸ δὲ ἀφρόνως ὑπὸ ἀφροσύνης;
“而节制地进行的事物是由于节制而行,愚蠢地进行的事物则是由于愚蠢吗?
—συνεχώρει.
” 他同意了。
—οὐκοῦν εἴπερ ἐναντίως πράττεται, ὑπὸ ἐναντίου πράττοιτʼ ἄν;
“那么,如果确实是以相反的方式进行,它应该是由对立面所行,对吗?
—
ναί.
” “是的。
—πράττεται δὲ τὸ μὲν ὑπὸ σωφροσύνης, τὸ δὲ ὑπὸ ἀφροσύνης;
” “而一个是由节制所行,另一个是由愚蠢所行,对吗?
—ναί.
”“是的。
—ἐναντίως;
” “是以相反的方式吗?
—πάνυ γε.
”“当然。
—οὐκοῦν ὑπὸ ἐναντίων ὄντων;
” “因此是由对立面所行,对吗?
—
ναί.
” “是的。
—ἐναντίον ἄρʼ ἐστὶν ἀφροσύνη σωφροσύνης;
” “那么,愚蠢是节制的对立面吗?
—
φαίνεται.
” “看起来是这样。
—μέμνησαι οὖν ὅτι ἐν τοῖς ἔμπροσθεν ὡμολόγηται ἡμῖν ἀφροσύνη σοφίᾳ ἐναντίον εἶναι;
” “那么你还记得吗,我们在前面已经同意,愚蠢是智慧的对立面?
—συνωμολόγει.
”他表示同意。
— §333ΣΩ. ἓν δὲ ἑνὶ μόνον ἐναντίον εἶναι;
苏格拉底:“以及对于一个事物来说,相反的只有一个?
—
φημί
.
” “我是这样认为的。
—πότερον οὖν, ὦ Πρωταγόρα, λύσωμεν τῶν λόγων;
” “那么,普罗泰戈拉,我们要放弃这两个论点中的哪一个呢?
τὸ ἓν ἑνὶ μόνον ἐναντίον εἶναι, ἢ ἐκεῖνον ἐν ᾧ ἐλέγετο ἕτερον εἶναι σωφροσύνης σοφία, μόριον δὲ ἑκάτερον ἀρετῆς, καὶ πρὸς τῷ ἕτερον εἶναι καὶ ἀνόμοια καὶ αὐτὰ καὶ αἱ δυνάμεις αὐτῶν, ὥσπερ τὰ τοῦ προσώπου μόρια;
是‘一物只有一个对立面’,还是‘智慧不同于节制,两者都是德行的部分,而且不仅不同,它们自身及其功用也互不相似,就像脸的部分一样’那一个?
πότερον οὖν δὴ λύσωμεν;
那么我们究竟要放弃哪一个?
οὗτοι γὰρ οἱ λόγοι ἀμφότεροι οὐ πάνυ μουσικῶς λέγονται· οὐ γὰρ συνᾴδουσιν οὐδὲ συναρμόττουσιν ἀλλήλοις.
因为这两个论点都说得不那么和谐;它们既不合调,也无法相互契合。
πῶς γὰρ ἂν συνᾴδοιεν, εἴπερ γε ἀνάγκη ἑνὶ μὲν ἓν μόνον ἐναντίον εἶναι, πλείοσιν δὲ μή, τῇ δὲ ἀφροσύνῃ ἑνὶ ὄντι σοφία ἐναντία καὶ σωφροσύνη αὖ φαίνεται·
因为,如果一方面一物必然只有一个对立面,不能有更多,而对于同为一个事物的愚蠢,智慧被证明是其对立面,同时节制也被证明是其对立面,它们又怎么能合调呢?
ἦ γάρ, ὦ Πρωταγόρα, ἔφην ἐγώ, ἢ ἄλλως πως;
是这样吗,普罗泰戈拉,”我说道,“还是有别的情况?
—ὡμολόγησεν καὶ μάλʼ ἀκόντως.
”他很不情愿地同意了。
—οὐκοῦν ἓν ἂν εἴη ἡ σωφροσύνη καὶ ἡ σοφία;
“那么,节制与智慧就是同一个东西,对吗?
τὸ δὲ πρότερον αὖ ἐφάνη ἡμῖν ἡ δικαιοσύνη καὶ ἡ ὁσιότης σχεδόν τι ταὐτὸν ὄν.
而在此之前,正义和敬虔在我们看来也几乎是同一回事。
ἴθι δή, ἦν δʼ ἐγώ, ὦ Πρωταγόρα, μὴ ἀποκάμωμεν ἀλλὰ καὶ τὰ λοιπὰ διασκεψώμεθα.
来吧,普罗泰戈拉,”我说道,“我们别气馁,让我们也检验一下剩下的部分。
ἆρά τίς σοι δοκεῖ ἀδικῶν ἄνθρωπος σωφρονεῖν, ὅτι ἀδικεῖ;
你认为一个行不正义的人在行不正义时是在表现出节制吗?
—
αἰσχυνοίμην ἂν ἔγωγʼ,
ἔφη,
ὦ Σώκρατες, τοῦτο ὁμολογεῖν, ἐπεὶ πολλοί γέ φασιν τῶν ἀνθρώπων.
” “苏格拉底,我个人会觉得承认这一点很可耻,”他说道,“尽管确实有许多人这样说。
—πότερον οὖν πρὸς ἐκείνους τὸν λόγον ποιήσομαι, ἔφην, ἢ πρὸς σέ;
” “那么我们是将论证针对他们呢,”我说道,“还是针对你?
—
εἰ βούλει,
ἔφη,
πρὸς τοῦτον πρῶτον τὸν λόγον διαλέχθητι τὸν τῶν πολλῶν.
” “如果你愿意,”他说道,“先就大众的那个论点进行讨论吧。
—ἀλλʼ οὐδέν μοι διαφέρει, ἐὰν μόνον σύ γε ἀποκρίνῃ, εἴτʼ οὖν δοκεῖ σοι ταῦτα εἴτε μή· τὸν γὰρ λόγον ἔγωγε μάλιστα ἐξετάζω, συμβαίνει μέντοι ἴσως καὶ ἐμὲ τὸν ἐρωτῶντα καὶ τὸν ἀποκρινόμενον ἐξετάζεσθαι.
” “但对我来说这没有什么不同,只要你回答就行,无论你是否这样认为;因为我主要是在检验这个论证本身,尽管结果可能同样是在检验提问的我以及回答的你。
τὸ μὲν οὖν πρῶτον ἐκαλλωπίζετο ἡμῖν ὁ Πρωταγόρας—τὸν γὰρ λόγον ᾐτιᾶτο δυσχερῆ εἶναι—ἔπειτα μέντοι συνεχώρησεν ἀποκρίνεσθαι.
” 起初,普罗泰戈拉对我们摆架子——因为他抱怨这个论证很困难——不过后来他还是同意回答了。
—ἴθι δή, ἔφην ἐγώ, ἐξ ἀρχῆς μοι ἀπόκριναι.
“来吧,”我说道,“从头回答我。
δοκοῦσί τινές σοι σωφρονεῖν ἀδικοῦντες;
你认为有些人在行不正义时表现出节制吗?
—
ἔστω,
ἔφη.
” “就算是这样吧,”他说道。
—τὸ δὲ σωφρονεῖν λέγεις εὖ φρονεῖν;
“你所谓的表现出节制,是指具有良好的判断力吗?
—ἔφη.
”他说是的。
—τὸ δʼ εὖ φρονεῖν εὖ βουλεύεσθαι, ὅτι ἀδικοῦσιν;
“而良好的判断力,是指在行不正义时能很好地筹划吗?
—
ἔστω,
ἔφη.
” “就算是这样吧,”他说道。
—πότερον, ἦν δʼ ἐγώ, εἰ εὖ πράττουσιν ἀδικοῦντες ἢ εἰ κακῶς;
“那么,”我说道,“是指他们在行不正义而获得好结果的时候,还是结果糟糕的时候?
—
εἰ εὖ.
” “获得好结果的时候。
—λέγεις οὖν ἀγαθὰ ἄττα εἶναι;
” “那么你认为有些东西是‘好的’吗?
—
λέγω.
” “是的。
—ἆρʼ οὖν, ἦν δʼ ἐγώ, ταῦτʼ ἐστὶν ἀγαθὰ ἅ ἐστιν ὠφέλιμα τοῖς ἀνθρώποις;
” “那么,”我说道,“这些好的东西,就是那些对人类有益的东西吗?
—
καὶ ναὶ μὰ Δίʼ,
ἔφη,
κἂν μὴ τοῖς ἀνθρώποις ὠφέλιμα ᾖ, ἔγωγε καλῶ ἀγαθά.
” “的确,凭宙斯起誓,”他说道,“即使它们对人类无益,我至少也会称其为好的。
—καί μοι ἐδόκει ὁ Πρωταγόρας ἤδη τετραχύνθαι τε καὶ ἀγωνιᾶν καὶ παρατετάχθαι πρὸς τὸ ἀποκρίνεσθαι· ἐπειδὴ οὖν ἑώρων αὐτὸν οὕτως ἔχοντα, εὐλαβούμενος ἠρέμα ἠρόμην.
” 在我看来,普罗泰戈拉已经变得有些急躁、挣扎,并在回答时摆出了严阵以待的架势;因此当我看到他处于这种状态时,便有所顾忌,温和地向他发问。