§331ΣΩ. εἴποιμʼ ἂν ἔγωγε ὅτι τὰ μὲν ἄλλα ὀρθῶς ἤκουσας, ὅτι δὲ καὶ ἐμὲ οἴει εἰπεῖν τοῦτο, παρήκουσας· Πρωταγόρας γὰρ ὅδε ταῦτα ἀπεκρίνατο, ἐγὼ δὲ ἠρώτων.
苏格拉底:“‘我个人会说:“在其他方面你听得没错,但以为我也说了这话,你则是听错了;因为这里的普罗泰戈拉做出了这些回答,而我当时是在提问。
εἰ οὖν εἴποι· ἀληθῆ ὅδε λέγει, ὦ Πρωταγόρα;
”那么,如果他问:“这位说的是真的吗,普罗泰戈拉?
σὺ φῂς οὐκ εἶναι τὸ ἕτερον μόριον οἷον τὸ ἕτερον τῶν τῆς ἀρετῆς;
你是否主张德行的这一个部分不同于那一个部分?
σὸς οὗτος ὁ λόγος ἐστίν;
这是你的观点吗?
τί ἂν αὐτῷ ἀποκρίναιο;
”你会怎么回答他?
—
ἀνάγκη,
ἔφη,
ὦ Σώκρατες, ὁμολογεῖν.
’ ‘苏格拉底,’他说道,‘我不得不承认。
τί οὖν, ὦ Πρωταγόρα, ἀποκρινούμεθα αὐτῷ, ταῦτα ὁμολογήσαντες, ἐὰν ἡμᾶς ἐπανέρηται· οὐκ ἄρα ἐστὶν ὁσιότης οἷον δίκαιον εἶναι πρᾶγμα, οὐδὲ δικαιοσύνη οἷον ὅσιον ἀλλʼ οἷον μὴ ὅσιον·
’ ‘那么,普罗泰戈拉,在承认了这些之后,如果他进一步追问我们:“那么,敬虔就不是某种具有正义性质的事物,正义也不是某种具有敬虔性质的事物,而是某种不敬虔的事物?
ἡ δʼ ὁσιότης οἷον μὴ δίκαιον, ἀλλʼ ἄδικον ἄρα, τὸ δὲ ἀνόσιον;
而敬虔也是某种不正义的事物,因而也就是不正义的事物,而那另一个(正义)就是不敬虔的吗?
τί αὐτῷ ἀποκρινούμεθα;
”我们要怎么回答他?
ἐγὼ μὲν γὰρ αὐτὸς ὑπέρ γε ἐμαυτοῦ φαίην ἂν καὶ τὴν δικαιοσύνην ὅσιον εἶναι καὶ τὴν ὁσιότητα δίκαιον· καὶ ὑπὲρ σοῦ δέ, εἴ με ἐῴης, ταὐτὰ ἂν ταῦτα ἀποκρινοίμην, ὅτι ἤτοι ταὐτόν γʼ ἐστιν δικαιότης ὁσιότητι ἢ ὅτι ὁμοιότατον, καὶ μάλιστα πάντων ἥ τε δικαιοσύνη οἷον ὁσιότης καὶ ἡ ὁσιότης οἷον δικαιοσύνη.
因为我个人代表我自己,会说正义是敬虔的,敬虔也是正义的;如果你允许的话,我也会代表你做出这同样回答:正义要么与敬虔完全是同一回事,要么与它极度相似,而且最重要的是,正义就像敬虔,而敬虔就像正义。
ἀλλʼ ὅρα εἰ διακωλύεις ἀποκρίνεσθαι, ἢ καὶ σοὶ συνδοκεῖ οὕτως.
但请看看你是否阻止我这样回答,或者你也同意这一点。
—
οὐ πάνυ μοι δοκεῖ,
ἔφη,
ὦ Σώκρατες, οὕτως ἁπλοῦν εἶναι, ὥστε συγχωρῆσαι τήν τε δικαιοσύνην ὅσιον εἶναι καὶ τὴν ὁσιότητα δίκαιον, ἀλλά τί μοι δοκεῖ ἐν αὐτῷ διάφορον εἶναι.
’ ‘苏格拉底,’他说道,‘在我看来,承认正义是敬虔的、敬虔是正义的,似乎并没有那么简单;相反,我觉得这其中还是有些差异的。
ἀλλὰ τί τοῦτο διαφέρει;
不过,这有什么关系呢?
ἔφη· εἰ γὰρ βούλει, ἔστω ἡμῖν καὶ δικαιοσύνη ὅσιον καὶ ὁσιότης δίκαιον.
’他说道,‘如果你愿意,我们就权当正义是敬虔的,敬虔是正义的吧。
—μή μοι, ἦν δʼ ἐγώ· οὐδὲν γὰρ δέομαι τὸ
εἰ βούλει
τοῦτο καὶ
εἴ σοι δοκεῖ
ἐλέγχεσθαι, ἀλλʼ ἐμέ τε καὶ σέ·
’ “请别对我这样,”我说道,“因为我根本不需要对这种‘如果你愿意’和‘如果你觉得’进行检验,而是要检验你和我。
τὸ δʼ
ἐμέ τε καὶ σέ
τοῦτο λέγω, οἰόμενος οὕτω τὸν λόγον βέλτιστʼ ἂν ἐλέγχεσθαι, εἴ τις τὸ
εἴ
ἀφέλοι αὐτοῦ.
我说‘你和我’,是因为我认为,如果有人把‘如果’从论证中拿掉,这个论证就能得到最好的检验。
—
ἀλλὰ μέντοι,
ἦ δʼ ὅς,
προσέοικέν τι δικαιοσύνη ὁσιότητι· καὶ γὰρ ὁτιοῦν ὁτῳοῦν ἁμῇ γέ πῃ προσέοικεν.
” ‘不过确实,’他说道,‘正义在某种程度上还是像敬虔的;因为任何事物在某种程度上都会以某种方式像任何其他事物。
τὸ γὰρ λευκὸν τῷ μέλανι ἔστιν ὅπῃ προσέοικεν, καὶ τὸ σκληρὸν τῷ μαλακῷ, καὶ τἆλλα ἃ δοκεῖ ἐναντιώτατα εἶναι ἀλλήλοις·
因为白色在某种程度上像黑色,硬的像软的,其他那些看起来最相反的事物也是如此。
καὶ ἃ τότε ἔφαμεν ἄλλην δύναμιν ἔχειν καὶ οὐκ εἶναι τὸ ἕτερον οἷον τὸ ἕτερον, τὰ τοῦ προσώπου μόρια, ἁμῇ γέ πῃ προσέοικεν καὶ ἔστιν τὸ ἕτερον οἷον τὸ ἕτερον.
而我们当时说具有不同功用、一个不像另一个的那些事物,也就是脸的部分,在某种程度上也是相似的,这一个就像那一个。
ὥστε τούτῳ γε τῷ τρόπῳ κἂν ταῦτα ἐλέγχοις, εἰ βούλοιο, ὡς ἅπαντά ἐστιν ὅμοια ἀλλήλοις.
所以,按照这种方式,如果你愿意,你甚至可以检验这些事物,以此证明一切事物都是彼此相似的。
ἀλλʼ οὐχὶ τὰ ὅμοιόν τι ἔχοντα ὅμοια δίκαιον καλεῖν, οὐδὲ τὰ ἀνόμοιόν τι ἔχοντα ἀνόμοια, κἂν πάνυ σμικρὸν ἔχῃ τὸ ὅμοιον.
但是,并不能仅仅因为具有某种相似性,就合理地称它们为“相似”,也不能因为具有某种不相似性,就称它们为“不相似”,哪怕它们所具有的相似性极其微小。
—καὶ ἐγὼ θαυμάσας εἶπον πρὸς αὐτόν· ἦ γὰρ οὕτω σοι τὸ δίκαιον καὶ τὸ ὅσιον πρὸς ἄλληλα ἔχει, ὥστε ὅμοιόν τι σμικρὸν ἔχειν ἀλλήλοις;
’ 于是我惊讶地对他说:‘难道在你看来,正义和敬虔彼此之间的关系,竟至于它们之间只有极微小的相似性吗?
—
’”