Humanitext Reader

柏拉图 · 普罗泰戈拉篇 §330

德性各部分的相异性与正义和敬虔的本性

第 12 段,共 33 段 · 希腊语

内容简介

苏格拉底使普罗泰戈拉同意德行的各个部分就像脸上的器官一样具有独特的、互不相同的功用,随后通过追问“正义是否是正义的”和“敬虔是否是敬虔的”来着手揭示其观点的矛盾。

§330ΣΩ. ἔστιν γὰρ οὖν καὶ ταῦτα μόρια τῆς ἀρετῆς, ἔφην ἐγώ, σοφία τε καὶ ἀνδρεία;
苏格拉底:“‘那么,这些,也就是智慧和勇敢,也是德行的部分吗? ’我说道。
— πάντων μάλιστα δήπου, ἔφη· καὶ μέγιστόν γε ἡ σοφία τῶν μορίων.
‘当然最是如此了,’他说道,‘而且智慧是这些部分中最大的一个。
—ἕκαστον δὲ αὐτῶν ἐστιν, ἦν δʼ ἐγώ, ἄλλο, τὸ δὲ ἄλλο;
’ ‘那么,它们中的每一个,’我说道,‘是不是各不相同?
— ναί.
’ ‘是的。
—ἦ καὶ δύναμιν αὐτῶν ἕκαστον ἰδίαν ἔχει;
’ ‘那它们中的每一个,是否也具有各自独特的功用?
ὥσπερ τὰ τοῦ προσώπου, οὐκ ἔστιν ὀφθαλμὸς οἷον τὰ ὦτα, οὐδʼ ἡ δύναμις αὐτοῦ ἡ αὐτή· οὐδὲ τῶν ἄλλων οὐδέν ἐστιν οἷον τὸ ἕτερον οὔτε κατὰ τὴν δύναμιν οὔτε κατὰ τὰ ἄλλα·
就像脸的部分,眼睛不同于耳朵,它的功用也不同;其他任何部分在功用和其它方面也都互不相同。
ἆρʼ οὖν οὕτω καὶ τὰ τῆς ἀρετῆς μόρια οὐκ ἔστιν τὸ ἕτερον οἷον τὸ ἕτερον, οὔτε αὐτὸ οὔτε ἡ δύναμις αὐτοῦ;
那么,德行的部分也是这样,这一个不同于那一个,无论其自身还是其功用都不同吗?
ἢ δῆλα δὴ ὅτι οὕτως ἔχει, εἴπερ τῷ παραδείγματί γε ἔοικε;
或者,如果它确实类似于那个例子,显然就是这样的吧?
— ἀλλʼ οὕτως, ἔφη, ἔχει, ὦ Σώκρατες.
’ ‘正是这样,苏格拉底,’他说道。
—καὶ ἐγὼ εἶπον· οὐδὲν ἄρα ἐστὶν τῶν τῆς ἀρετῆς μορίων ἄλλο οἷον ἐπιστήμη, οὐδʼ οἷον δικαιοσύνη, οὐδʼ οἷον ἀνδρεία, οὐδʼ οἷον σωφροσύνη, οὐδʼ οἷον ὁσιότης.
于是我说道:‘那么,德行的各个部分中,没有任何一个是像知识那样,也不是像正义,不是像勇敢,不是像节制,也不是像敬虔的了。
—οὐκ ἔφη.
’ 他表示赞同。
—φέρε δή, ἔφην ἐγώ, κοινῇ σκεψώμεθα ποῖόν τι αὐτῶν ἐστιν ἕκαστον. πρῶτον μὲν τὸ τοιόνδε·
‘那么,’我说道,‘让我们共同来考察一下它们中的每一个究竟是什么样的。
ἡ δικαιοσύνη πρᾶγμά τί ἐστιν ἢ οὐδὲν πρᾶγμα;
首先是这样的问题:正义是一件实实在在的事物,还是什么都不是?
ἐμοὶ μὲν γὰρ δοκεῖ· τί δὲ σοί;
在我看来它是一件实物;你觉得呢?
— κἀμοί, ἔφη.
’ ‘对我也一样,’他说道。
—τί οὖν;
‘那又怎样?
εἴ τις ἔροιτο ἐμέ τε καὶ σέ· ὦ Πρωταγόρα τε καὶ Σώκρατες, εἴπετον δή μοι, τοῦτο τὸ πρᾶγμα ὃ ὠνομάσατε ἄρτι, ἡ δικαιοσύνη, αὐτὸ τοῦτο δίκαιόν ἐστιν ἢ ἄδικον;
如果有人问你和我: “普罗泰戈拉和苏格拉底,请告诉我在,你们刚才所命名的这个事物——正义,它本身是正义的,还是非正义的?
ἐγὼ μὲν ἂν αὐτῷ ἀποκριναίμην ὅτι δίκαιον·
” 我个人会回答他说是正义的。
σὺ δὲ τίνʼ ἂν ψῆφον θεῖο;
那你投什么票呢?
τὴν αὐτὴν ἐμοὶ ἢ ἄλλην;
是跟我一样,还是不一样?
— τὴν αὐτήν, ἔφη.
’ ‘相同的,’他说道。
—ἔστιν ἄρα τοιοῦτον ἡ δικαιοσύνη οἷον δίκαιον εἶναι, φαίην ἂν ἔγωγε ἀποκρινόμενος τῷ ἐρωτῶντι·
‘“那么,正义就是具有正义性质的东西,”我个人会对那个提问者这样回答。
οὐκοῦν καὶ σύ;
你难道不也这样吗?
— ναί, ἔφη.
’ ‘是的,’他说道。
—εἰ οὖν μετὰ τοῦτο ἡμᾶς ἔροιτο· οὐκοῦν καὶ ὁσιότητά τινά φατε εἶναι;
‘如果在这之后,他问我们: “那么你们也承认有某种‘敬虔’存在吗?
φαῖμεν ἄν, ὡς ἐγᾦμαι.
” 我想我们会承认的。
—ναί, ἦ δʼ ὅς.
’ ‘是的,’他说道。
— οὐκοῦν φατε καὶ τοῦτο πρᾶγμά τι εἶναι;
‘“那么你们也承认这也是一个事物吗?
φαῖμεν ἄν· ἢ οὔ;
” 我们会承认,还是不承认?
—καὶ τοῦτο συνέφη.
”他也同意了这一点。
— πότερον δὲ τοῦτο αὐτὸ τὸ πρᾶγμά φατε τοιοῦτον πεφυκέναι οἷον ἀνόσιον εἶναι ἢ οἷον ὅσιον;
‘“那么,你们说这事物本身自然具有的性质,是属于不敬虔的那类,还是属于敬虔的那类?
ἀγανακτήσαιμʼ ἂν ἔγωγʼ, ἔφην, τῷ ἐρωτήματι, καὶ εἴποιμʼ ἄν· εὐφήμει, ὦ ἄνθρωπε·
” 我个人会对这个问题感到愤慨,’我说道,‘并且会说:“住嘴,朋友!
σχολῇ μεντἄν τι ἄλλο ὅσιον εἴη, εἰ μὴ αὐτή γε ἡ ὁσιότης ὅσιον ἔσται.
如果敬虔本身都不是敬虔的,那还有什么别的东西能是敬虔的呢?
τί δὲ σύ;
”那你呢?
οὐχ οὕτως ἂν ἀποκρίναιο;
你难道不也会这样回答吗?
— πάνυ μὲν οὖν, ἔφη.
’ ‘当然是这样,’他说道。
εἰ οὖν μετὰ τοῦτο εἴποι ἐρωτῶν ἡμᾶς· πῶς οὖν ὀλίγον πρότερον ἐλέγετε;
‘如果在这之后他继续追问我们: “那么你们刚才不久前是怎么说的?
ἆρʼ οὐκ ὀρθῶς ὑμῶν κατήκουσα;
难道我听错了吗?
ἐδόξατέ μοι φάναι τὰ τῆς ἀρετῆς μόρια εἶναι οὕτως ἔχοντα πρὸς ἄλληλα, ὡς οὐκ εἶναι τὸ ἕτερον αὐτῶν οἷον τὸ ἕτερον·
你们似乎在说,德行的各个部分彼此之间的关系是,其中任意一个都不像另一个;”’”

词汇与语法注释

  1. 330aἔστιν γὰρ οὖν καὶ ταῦτα μόρια τῆς ἀρετῆς — 主语“这些(智慧与勇敢)”是中性复数名词(ταῦτα μόρια),但动词却采用了单数形式 ἔστιν(即所谓的“雅典式一致” schema Atticum)。语气小词 γὰρ οὖν 用于在确认对方同意的同时推动论证。
  2. 330aοὐκ ἔστιν ὀφθαλμὸς οἷον τὰ ὦτα — 关系形容词的中性单数形式 οἷον 在此处起到了副词或介词般的“像……那样”的作用,将单数主语 ὀφθαλμός 与复数的 τὰ ὦτα 衔接起来。
  3. 330bἢ δῆλα δὴ ὅτι — 虽然 δῆλα 是中性复数形式,但在此处它作为无人称结构使用,表示“……是显而易见的”(即 δῆλά [ἐστι] δὴ ὅτι 的省略形式),等同于 δῆλόν ἐστιν。
  4. 330dσχολῇ μεντἄν τι ἄλλο ὅσιον εἴη, εἰ μὴ αὐτή γε ἡ ὁσιότης ὅσιον ἔσται — 副词性与格 σχολῇ 意为“绝不”或“几乎不”,表示强烈的否定,修饰归结从句中带 ἄν 的希求法(εἴη),意为“其他任何事物都绝不可能具有敬虔”。相比之下,条件从句使用了 εἰ 加上直陈式将来时(ἔσται),构成了一个强调逻辑必然性的混合条件句。

引用这一段

柏拉图, 普罗泰戈拉篇 §330. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:330

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。