Humanitext Reader

柏拉图 · 普罗泰戈拉篇 §328-329

长篇演说结束与美德之统一与部分的追问

第 11 段,共 33 段 · 希腊语

内容简介

普罗泰戈拉详细说明了他独特的收费制度并结束了关于美德可教性的演讲;苏格拉底赞赏其口才之余,提出了一个新的疑问:美德是一个整体而正义、节制和敬虔是其部分,还是这些词只是同一个东西的不同名称。

§328ΣΩ. εἶθʼ, ὥσπερ ἂν εἰ ζητοῖς τίς διδάσκαλος τοῦ ἑλληνίζειν, οὐδʼ ἂν εἷς φανείη, οὐδέ γʼ ἂν οἶμαι εἰ ζητοῖς τίς ἂν ἡμῖν διδάξειεν τοὺς τῶν χειροτεχνῶν ὑεῖς αὐτὴν ταύτην τὴν τέχνην ἣν δὴ παρὰ τοῦ πατρὸς μεμαθήκασιν, καθʼ ὅσον οἷός τʼ ἦν ὁ πατὴρ καὶ οἱ τοῦ πατρὸς φίλοι ὄντες ὁμότεχνοι, τούτους ἔτι τίς ἂν διδάξειεν, οὐ ῥᾴδιον οἶμαι εἶναι, ὦ Σώκρατες, τούτων διδάσκαλον φανῆναι, τῶν δὲ ἀπείρων παντάπασι ῥᾴδιον, οὕτω δὲ ἀρετῆς καὶ τῶν ἄλλων πάντων·
苏格拉底:“接下来,正如如果你寻找谁是希腊语的教师,一个人也找不到一样;又或者,我想,如果你寻找谁能进一步教导我们手艺人的儿子,让他们掌握他们已经从父亲以及父亲那些同行的朋友那里竭力学到的同一种手艺,苏格拉底啊,我想这群人的教师是不容易找到的,但要为那些完全没有经验的人寻找教师则是极容易的。 德行和所有其他事物也是如此。
ἀλλὰ κἂν εἰ ὀλίγον ἔστιν τις ὅστις διαφέρει ἡμῶν προβιβάσαι εἰς ἀρετήν, ἀγαπητόν.
但是,如果有人在引导我们走向德行方面哪怕比我们稍微强一点,那也是值得庆幸的。
ὧν δὴ ἐγὼ οἶμαι εἷς εἶναι, καὶ διαφερόντως ἂν τῶν ἄλλων ἀνθρώπων ὀνῆσαί τινα πρὸς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι, καὶ ἀξίως τοῦ μισθοῦ ὃν πράττομαι καὶ ἔτι πλείονος, ὥστε καὶ αὐτῷ δοκεῖν τῷ μαθόντι.
我自认为我就是这样的人之一,并且能够比其他人更杰出地帮助某人变得美好和优秀,而且完全对得起我收取的费用,甚至更多,以至于学习者本人也这么认为。
διὰ ταῦτα καὶ τὸν τρόπον τῆς πράξεως τοῦ μισθοῦ τοιοῦτον πεποίημαι· ἐπειδὰν γάρ τις παρʼ ἐμοῦ μάθῃ, ἐὰν μὲν βούληται, ἀποδέδωκεν ὃ ἐγὼ πράττομαι ἀργύριον· ἐὰν δὲ μή, ἐλθὼν εἰς ἱερόν, ὀμόσας ὅσου ἂν φῇ ἄξια εἶναι τὰ μαθήματα, τοσοῦτον κατέθηκε.
因此,我收费的方式也是这样的:每当有人向我学习之后,如果他愿意,就支付我所要的钱;如果不愿意,他就到神殿去,发誓他认为这些课程值多少钱,就放下多少钱。
τοιοῦτόν σοι, ἔφη, ὦ Σώκρατες, ἐγὼ καὶ μῦθον καὶ λόγον εἴρηκα, ὡς διδακτὸν ἀρετὴ καὶ Ἀθηναῖοι οὕτως ἡγοῦνται, καὶ ὅτι οὐδὲν θαυμαστὸν τῶν ἀγαθῶν πατέρων φαύλους ὑεῖς γίγνεσθαι καὶ τῶν φαύλων ἀγαθούς, ἐπεὶ καὶ οἱ Πολυκλείτου ὑεῖς, Παράλου καὶ Ξανθίππου τοῦδε ἡλικιῶται, οὐδὲν πρὸς τὸν πατέρα εἰσίν, καὶ ἄλλοι ἄλλων δημιουργῶν.
苏格拉底啊,”他说道,“这就是我向你讲述的故事和论证,用以说明德行是可教的,且雅典人也是这样认为的,并且优秀父亲生出平庸儿子、平庸父亲生出优秀儿子也并不奇怪,因为即使是波留克列特斯的儿子们——也就是这里的帕拉洛斯和克桑提普斯的同龄人——和他们的父亲相比也算不了什么,其他手艺人的情况也是如此。
τῶνδε δὲ οὔπω ἄξιον τοῦτο κατηγορεῖν· ἔτι γὰρ ἐν αὐτοῖς εἰσιν ἐλπίδες· νέοι γάρ.
但对于他们,现在还不应该这样指责,因为他们身上还有希望,因为他们还年轻。
Πρωταγόρας μὲν τοσαῦτα καὶ τοιαῦτα ἐπιδειξάμενος ἀπεπαύσατο τοῦ λόγου.
” 普罗泰戈拉展示了这么多、这样的论述之后,便结束了演讲。
καὶ ἐγὼ ἐπὶ μὲν πολὺν χρόνον κεκηλημένος ἔτι πρὸς αὐτὸν ἔβλεπον ὡς ἐροῦντά τι, ἐπιθυμῶν ἀκούειν·
而我则在很长一段时间里被他迷住了,依然盯着他,以为他还要说什么,渴望继续听下去。
ἐπεὶ δὲ δὴ ᾐσθόμην ὅτι τῷ ὄντι πεπαυμένος εἴη, μόγις πως ἐμαυτὸν ὡσπερεὶ συναγείρας εἶπον, βλέψας πρὸς τὸν Ἱπποκράτη· ὦ παῖ Ἀπολλοδώρου, ὡς χάριν σοι ἔχω ὅτι προύτρεψάς με ὧδε ἀφικέσθαι· πολλοῦ γὰρ ποιοῦμαι ἀκηκοέναι ἃ ἀκήκοα Πρωταγόρου.
但当我终于意识到他确实已经讲完时,我好不容易才打起精神,看着希波克拉底说:“阿波罗多洛斯之子啊,我多么感激你促使我来到这里;因为我非常看重能够听到我从普罗泰戈拉这里听到的这些话。
ἐγὼ γὰρ ἐν μὲν τῷ ἔμπροσθεν χρόνῳ ἡγούμην οὐκ εἶναι ἀνθρωπίνην ἐπιμέλειαν ᾗ ἀγαθοὶ οἱ ἀγαθοὶ γίγνονται· νῦν δὲ πέπεισμαι.
因为在以前,我认为没有任何人性的关怀能让优秀的人变得优秀;但现在我被说服了。
πλὴν σμικρόν τί μοι ἐμποδών, ὃ δῆλον ὅτι Πρωταγόρας ῥᾳδίως ἐπεκδιδάξει, ἐπειδὴ καὶ τὰ πολλὰ ταῦτα ἐξεδίδαξεν.
只是我还有一个小小的障碍,显然普罗泰戈拉很容易就会进一步教会我,既然他已经把这么多大道理都解释清楚了。
§329ΣΩ. καὶ γὰρ εἰ μέν τις περὶ αὐτῶν τούτων συγγένοιτο ὁτῳοῦν τῶν δημηγόρων, τάχʼ ἂν καὶ τοιούτους λόγους ἀκούσειεν ἢ Περικλέους ἢ ἄλλου τινὸς τῶν ἱκανῶν εἰπεῖν· εἰ δὲ ἐπανέροιτό τινά τι, ὥσπερ βιβλία οὐδὲν ἔχουσιν οὔτε ἀποκρίνασθαι οὔτε αὐτοὶ ἐρέσθαι, ἀλλʼ ἐάν τις καὶ σμικρὸν ἐπερωτήσῃ τι τῶν ῥηθέντων, ὥσπερ τὰ χαλκία πληγέντα μακρὸν ἠχεῖ καὶ ἀποτείνει ἐὰν μὴ ἐπιλάβηταί τις, καὶ οἱ ῥήτορες οὕτω, σμικρὰ ἐρωτηθέντες δόλιχον κατατείνουσι τοῦ λόγου.
” 苏格拉底:“因为,如果有人就这些事情去和任何一个群众演说家交谈,或许也能听到像伯里克利或其他能言善辩的人所发表的类似言论;但是,如果有人进一步追问他们什么,他们就像书本一样,既不能回答,自己也不能提问;但如果有人对所说的内容哪怕提出一点点微小的疑问,就像青铜器被敲击时,除非有人按住它,否则就会发出长久的鸣响并拉长声音一样,演说家们也是如此,在被问到微小的问题时,就会拉出一长串长篇大论。
Πρωταγόρας δὲ ὅδε ἱκανὸς μὲν μακροὺς λόγους καὶ καλοὺς εἰπεῖν, ὡς αὐτὰ δηλοῖ, ἱκανὸς δὲ καὶ ἐρωτηθεὶς ἀποκρίνασθαι κατὰ βραχὺ καὶ ἐρόμενος περιμεῖναί τε καὶ ἀποδέξασθαι τὴν ἀπόκρισιν, ἃ ὀλίγοις ἐστὶ παρεσκευασμένα.
而这里的普罗泰戈拉,正如事实本身所表明的,不仅有能力发表长篇大论和美妙的演讲,而且在被提问时,也有能力进行简短的回答,在提问时,也能等待并接受对方的回答,这些是极少数人能做到的。
νῦν οὖν, ὦ Πρωταγόρα, σμικροῦ τινος ἐνδεής εἰμι πάντʼ ἔχειν, εἴ μοι ἀποκρίναιο τόδε.
因此,普罗泰戈拉啊,现在我离掌握全部只差一点点,只要你回答我这个问题。
τὴν ἀρετὴν φῂς διδακτὸν εἶναι, καὶ ἐγὼ εἴπερ ἄλλῳ τῳ ἀνθρώπων πειθοίμην ἄν, καὶ σοὶ πείθομαι· ὃ δʼ ἐθαύμασά σου λέγοντος, τοῦτό μοι ἐν τῇ ψυχῇ ἀποπλήρωσον.
你说德行是可教的,如果我要相信人类中的任何一个人,那我也会相信你;但在听你说话时,有一件事让人感到惊奇,请在我的灵魂中填补这一疑团。
ἔλεγες γὰρ ὅτι ὁ Ζεὺς τὴν δικαιοσύνην καὶ τὴν αἰδῶ πέμψειε τοῖς ἀνθρώποις, καὶ αὖ πολλαχοῦ ἐν τοῖς λόγοις ἐλέγετο ὑπὸ σοῦ ἡ δικαιοσύνη καὶ σωφροσύνη καὶ ὁσιότης καὶ πάντα ταῦτα ὡς ἕν τι εἴη συλλήβδην, ἀρετή·
因为你说过,宙斯将正义和羞耻送给了人类,并且在你的言论中,你又在很多地方提到正义、节制、敬虔,并且把所有这些合在一起称为一个东西,即德行。
ταῦτʼ οὖν αὐτὰ δίελθέ μοι ἀκριβῶς τῷ λόγῳ, πότερον ἓν μέν τί ἐστιν ἡ ἀρετή, μόρια δὲ αὐτῆς ἐστιν ἡ δικαιοσύνη καὶ σωφροσύνη καὶ ὁσιότης, ἢ ταῦτʼ ἐστὶν ἃ νυνδὴ ἐγὼ ἔλεγον πάντα ὀνόματα τοῦ αὐτοῦ ἑνὸς ὄντος.
那么,请在你的论述中精确地为我剖析这件事:德行究竟是一个单一的东西,而正义、节制和敬虔是它的部分,还是我刚才所说的这些,全部都是这同一个存在物的名字?
τοῦτʼ ἐστὶν ὃ ἔτι ἐπιποθῶ.
这就是我仍然渴望知道的。
ἀλλὰ ῥᾴδιον τοῦτό γʼ, ἔφη, ὦ Σώκρατες, ἀποκρίνασθαι, ὅτι ἑνὸς ὄντος τῆς ἀρετῆς μόριά ἐστιν ἃ ἐρωτᾷς.
” “但这很容易回答,苏格拉底,”他说道,“德行是一个东西,而你所问的这些是它的部分。
—πότερον, ἔφην, ὥσπερ προσώπου τὰ μόρια μόριά ἐστιν, στόμα τε καὶ ῥὶς καὶ ὀφθαλμοὶ καὶ ὦτα, ἢ ὥσπερ τὰ τοῦ χρυσοῦ μόρια οὐδὲν διαφέρει τὰ ἕτερα τῶν ἑτέρων, ἀλλήλων καὶ τοῦ ὅλου, ἀλλʼ ἢ μεγέθει καὶ σμικρότητι;
” “那么,”我说道,“它们就像脸的部分是部分一样——嘴、鼻、眼睛和耳朵,还是像金子的部分,除了大小之外,彼此之间以及与整体之间没有任何区别?
— ἐκείνως μοι φαίνεται, ὦ Σώκρατες, ὥσπερ τὰ τοῦ προσώπου μόρια ἔχει πρὸς τὸ ὅλον πρόσωπον.
” “苏格拉底,在我看来是前一种情况,就像脸的部分对于整张脸的关系一样。
—πότερον οὖν, ἦν δʼ ἐγώ, καὶ μεταλαμβάνουσιν οἱ ἄνθρωποι τούτων τῶν τῆς ἀρετῆς μορίων οἱ μὲν ἄλλο, οἱ δὲ ἄλλο, ἢ ἀνάγκη, ἐάνπερ τις ἓν λάβῃ, ἅπαντα ἔχειν;
” “那么,”我说道,“人类在分得德行的这些部分时,是有人得到这个,有人得到那个,还是如果有人得到了其中一个,就必然拥有全部?
— οὐδαμῶς, ἔφη, ἐπεὶ πολλοὶ ἀνδρεῖοί εἰσιν, ἄδικοι δέ, καὶ δίκαιοι αὖ, σοφοὶ δὲ οὔ.
” “绝非如此,”他说道,“因为许多人很勇敢,却是不正义的;还有些人是正义的,却不聪明。
” —

词汇与语法注释

  1. 328aκαθʼ ὅσον οἷός τʼ ἦν ὁ πατὴρ καὶ οἱ τοῦ πατρὸς φίλοι ὄντες ὁμότεχνοι — 在此关系从句中,使用直陈式过去未完成时 οἷός τʼ ἦν(尽其所能)来表示过去的能力。它修饰并限定了手工艺人的儿子们已经从父亲那里“在父亲能力的限度内”学到该手艺的状态,为后文与完全没有经验者的对比做铺垫。
  2. 328aτούτων διδάσκαλον φανῆναι, τῶν δὲ ἀπείρων παντάπασι ῥᾴδιον — τούτων 和 τῶν ἀπείρων 均为修饰 διδάσκαλον(教师)的宾格性属格(或关联属格)。这构成了一个鲜明的对比结构:为已经懂得基本手艺的“这些人(τούτων)”寻找教师是困难的,但为完全“没有经验的人(τῶν ἀπείρων)”寻找教师则极为容易。
  3. 329aὥσπερ βιβλία οὐδὲν ἔχουσιν οὔτε ἀποκρίνασθαι οὔτε αὐτοὶ ἐρέσθαι — 代词 οὐδὲν 虽然看似是 ἔχουσιν 的直接宾语,但在此处作为副词起强调否定(“完全不”)或限定宾格的作用。动词 ἔχουσιν 与不定式(ἀποκρίνασθαι 和 ἐρέσθαι)连用,表示“能够”,整句表示“他们完全不能回答,也不能自己提问”。
  4. 329cὃ δʼ ἐθαύμασά σου λέγοντος — 关系代词 ὃ 是 ἐθαύμασα 的直接宾语(“我所感到惊奇的事”),其先行词为主句中的代词 τοῦτο。属格代词 σου 既与情感动词 ἐθαύμασα 连用(表示针对的人),同时也作为分词 λέγοντος(当你说话时)在语义上的主语。

引用这一段

柏拉图, 普罗泰戈拉篇 §328-329. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:328-329

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。