§324ΣΩ.
ὧν ἐστιν ἓν καὶ ἡ ἀδικία καὶ ἡ ἀσέβεια καὶ συλλήβδην πᾶν τὸ ἐναντίον τῆς πολιτικῆς ἀρετῆς·
苏格拉底:在这些缺陷中,不正义、不敬神,以及简而言之,所有与政治美德相反的东西,都属于其中。
ἔνθα δὴ πᾶς παντὶ θυμοῦται καὶ νουθετεῖ, δῆλον ὅτι ὡς ἐξ ἐπιμελείας καὶ μαθήσεως κτητῆς οὔσης.
正是在这一点上,每个人都会对每个人发怒并进行规劝,这显然是因为人们认为这种美德是通过努力和学习可以获得的。
εἰ γὰρ ἐθέλεις ἐννοῆσαι τὸ κολάζειν, ὦ Σώκρατες, τοὺς ἀδικοῦντας τί ποτε δύναται, αὐτό σε διδάξει ὅτι οἵ γε ἄνθρωποι ἡγοῦνται παρασκευαστὸν εἶναι ἀρετήν.
因为,苏格拉底,如果你愿意思考一下惩罚那些行不正义之人究竟意味着什么,这件事情本身就会告诉你,人类认为美德是可以培养的。
οὐδεὶς γὰρ κολάζει τοὺς ἀδικοῦντας πρὸς τούτῳ τὸν νοῦν ἔχων καὶ τούτου ἕνεκα, ὅτι ἠδίκησεν, ὅστις μὴ ὥσπερ θηρίον ἀλογίστως τιμωρεῖται· ὁ δὲ μετὰ λόγου ἐπιχειρῶν κολάζειν οὐ τοῦ παρεληλυθότος ἕνεκα ἀδικήματος τιμωρεῖται—οὐ γὰρ ἂν τό γε πραχθὲν ἀγένητον θείη—ἀλλὰ τοῦ μέλλοντος χάριν, ἵνα μὴ αὖθις ἀδικήσῃ μήτε αὐτὸς οὗτος μήτε ἄλλος ὁ τοῦτον ἰδὼν κολασθέντα.
因为没有人惩罚那些行不正义之人时,只把心思放在“他曾行不正义”这一点上并以此为由,除非他像野兽一样盲目地进行报复;而一个试图用理性去惩罚的人,并不是为了过去的恶行而惩罚——因为他无法使既成的事实不发生——而是为了将来,为了使这人自己不再行不正义,也为了使其他看到他受罚的人不再行不正义。
καὶ τοιαύτην διάνοιαν ἔχων διανοεῖται παιδευτὴν εἶναι ἀρετήν· ἀποτροπῆς γοῦν ἕνεκα κολάζει.
他抱着这样的想法,就是认为美德是可以教育的;至少他是为了起威慑作用而惩罚的。
ταύτην οὖν τὴν δόξαν πάντες ἔχουσιν ὅσοιπερ τιμωροῦνται καὶ ἰδίᾳ καὶ δημοσίᾳ.
因此,所有在私下和公家进行惩罚的人都持有这种观点。
τιμωροῦνται δὲ καὶ κολάζονται οἵ τε ἄλλοι ἄνθρωποι οὓς ἂν οἴωνται ἀδικεῖν, καὶ οὐχ ἥκιστα Ἀθηναῖοι οἱ σοὶ πολῖται· ὥστε κατὰ τοῦτον τὸν λόγον καὶ Ἀθηναῖοί εἰσι τῶν ἡγουμένων παρασκευαστὸν εἶναι καὶ διδακτὸν ἀρετήν.
而其他人也会惩罚并管教那些他们认为行不正义的人,尤其是你的公民同胞雅典人;因此,根据这一论点,雅典人也是那些认为美德是可以培养和可以教授的人。
ὡς μὲν οὖν εἰκότως ἀποδέχονται οἱ σοὶ πολῖται καὶ χαλκέως καὶ σκυτοτόμου συμβουλεύοντος τὰ πολιτικά, καὶ ὅτι διδακτὸν καὶ παρασκευαστὸν ἡγοῦνται ἀρετήν, ἀποδέδεικταί σοι, ὦ Σώκρατες, ἱκανῶς, ὥς γέ μοι φαίνεται.
所以,你的同胞们为什么在铁匠和鞋匠就政治事务建言时也理所当然地接受他们,以及他们为什么认为美德是可教授和可培养的,苏格拉底,这已经向你得到了充分的证明,至少在我看来是这样。
ἔτι δὴ λοιπὴ ἀπορία ἐστίν, ἣν ἀπορεῖς περὶ τῶν ἀνδρῶν τῶν ἀγαθῶν, τί δήποτε οἱ ἄνδρες οἱ ἀγαθοὶ τὰ μὲν ἄλλα τοὺς αὑτῶν ὑεῖς διδάσκουσιν ἃ διδασκάλων ἔχεται καὶ σοφοὺς ποιοῦσιν, ἣν δὲ αὐτοὶ ἀρετὴν ἀγαθοὶ οὐδενὸς βελτίους ποιοῦσιν.
然而,关于那些优秀的人,你所感到困惑的那个问题依然存在:为什么那些优秀的人在其他依赖教师的事务上教育自己的儿子并使他们聪明,却在他们自己所优秀的这种美德上,没有使他们的儿子比任何人更好?
τούτου δὴ πέρι, ὦ Σώκρατες, οὐκέτι μῦθόν σοι ἐρῶ ἀλλὰ λόγον. ὧδε γὰρ ἐννόησον·
关于这一点,苏格拉底,我不再对你讲神话,而是讲道理。
πότερον ἔστιν τι ἓν ἢ οὐκ ἔστιν οὗ ἀναγκαῖον πάντας τοὺς πολίτας μετέχειν, εἴπερ μέλλει πόλις εἶναι;
请这样思考:是否存在某种单一的东西,它是所有市民要使城邦存在而必须分享的,还是不存在?
ἐν τούτῳ γὰρ αὕτη λύεται ἡ ἀπορία ἣν σὺ ἀπορεῖς ἢ ἄλλοθι οὐδαμοῦ.
因为你所困惑的这个问题,正是在这一点上得到解决,而绝非在其他任何地方。
§325ΣΩ.
εἰ μὲν γὰρ ἔστιν, καὶ τοῦτό ἐστιν τὸ ἓν οὐ τεκτονικὴ οὐδὲ χαλκεία οὐδὲ κεραμεία ἀλλὰ δικαιοσύνη καὶ σωφροσύνη καὶ τὸ ὅσιον εἶναι, καὶ συλλήβδην ἓν αὐτὸ προσαγορεύω εἶναι ἀνδρὸς ἀρετήν—εἰ τοῦτʼ ἐστὶν οὗ δεῖ πάντας μετέχειν καὶ μετὰ τούτου πάντʼ ἄνδρα, ἐάν τι καὶ ἄλλο βούληται μανθάνειν ἢ πράττειν, οὕτω πράττειν, ἄνευ δὲ τούτου μή, ἢ τὸν μὴ μετέχοντα καὶ διδάσκειν καὶ κολάζειν καὶ παῖδα καὶ ἄνδρα καὶ γυναῖκα, ἕωσπερ ἂν κολαζόμενος βελτίων γένηται, ὃς δʼ ἂν μὴ ὑπακούῃ κολαζόμενος καὶ διδασκόμενος, ὡς ἀνίατον ὄντα τοῦτον ἐκβάλλειν ἐκ τῶν πόλεων ἢ ἀποκτείνειν—εἰ οὕτω μὲν ἔχει, οὕτω δʼ αὐτοῦ πεφυκότος οἱ ἀγαθοὶ ἄνδρες εἰ τὰ μὲν ἄλλα διδάσκονται τοὺς ὑεῖς, τοῦτο δὲ μή, σκέψαι ὡς θαυμασίως γίγνονται οἱ ἀγαθοί.
苏格拉底:因为如果存在,而且这个单一的东西不是木工技术、铁匠技术或陶艺技术,而是正义、节制和敬神,简而言之,我用一个词来称呼它,即人的美德——如果这是所有人必须分享的,且每个人在想要学习或做任何其他事情时,都必须在此基础上去做,而没有这个就不能做,否则不分享它的人,无论是儿童、男人还是女人,都必须受到教育和惩罚,直到通过受罚而变得更好,而那些在受罚和受教后仍不听从的人,则必须被当作无法医治的人赶出城邦或处死——如果情况确实如此,且在美德的本性如此的情况下,优秀的人如果教育他们的儿子学习其他东西,而不教育这个,请看那些优秀的人的所作所为是多么奇特。
ὅτι μὲν γὰρ διδακτὸν αὐτὸ ἡγοῦνται καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ἀπεδείξαμεν· διδακτοῦ δὲ ὄντος καὶ θεραπευτοῦ τὰ μὲν ἄλλα ἄρα τοὺς ὑεῖς διδάσκονται, ἐφʼ οἷς οὐκ ἔστι θάνατος ἡ ζημία ἐὰν μὴ ἐπίστωνται, ἐφʼ ᾧ δὲ ἥ τε ζημία θάνατος αὐτῶν τοῖς παισὶ καὶ φυγαὶ μὴ μαθοῦσι μηδὲ θεραπευθεῖσιν εἰς ἀρετήν, καὶ πρὸς τῷ θανάτῳ χρημάτων τε δημεύσεις καὶ ὡς ἔπος εἰπεῖν συλλήβδην τῶν οἴκων ἀνατροπαί, ταῦτα δʼ ἄρα οὐ διδάσκονται οὐδʼ ἐπιμελοῦνται πᾶσαν ἐπιμέλειαν;
因为我们已经证明,他们认为美德在私下和公家都是可教授的;既然它是可教授和可培养的,他们难道教育儿子学习其他那些即使不知道也不会被处以死刑的事务,而对于那些如果不学习且不在美德上受到培养就会使他们的孩子被处以死刑或流放,且在死刑之外还要充公财产、甚至可以说使家业彻底覆灭的事务,他们难道反而不教育他们,也不付出所有的心血吗?
οἴεσθαί γε χρή, ὦ Σώκρατες.
苏格拉底,我们必须认为他们是付出了的。
ἐκ παίδων σμικρῶν ἀρξάμενοι, μέχρι οὗπερ ἂν ζῶσι, καὶ διδάσκουσι καὶ νουθετοῦσιν.
他们从幼小的孩童开始,直到生命的尽头,都在进行教育和规劝。
ἐπειδὰν θᾶττον συνιῇ τις τὰ λεγόμενα, καὶ τροφὸς καὶ μήτηρ καὶ παιδαγωγὸς καὶ αὐτὸς ὁ πατὴρ περὶ τούτου διαμάχονται, ὅπως ὡς βέλτιστος ἔσται ὁ παῖς, παρʼ ἕκαστον καὶ ἔργον καὶ λόγον διδάσκοντες καὶ ἐνδεικνύμενοι ὅτι τὸ μὲν δίκαιον, τὸ δὲ ἄδικον, καὶ τόδε μὲν καλόν, τόδε δὲ αἰσχρόν, καὶ τόδε μὲν ὅσιον, τόδε δὲ ἀνόσιον, καὶ τὰ μὲν ποίει, τὰ δὲ μὴ ποίει.
一旦孩子能听懂所说的话,乳母、母亲、启蒙教师(随从)以及父亲亲自都会为此而努力,力图使孩子变得尽可能好,在每一件事和每一句话上都进行教学和示范,告诉他这是正义的,那是不正义的,这是美的,那是丑的,这是敬神的,那是不敬神的,并且说“做这个,不要做那个”。
καὶ ἐὰν μὲν ἑκὼν πείθηται· εἰ δὲ μή, ὥσπερ ξύλον διαστρεφόμενον καὶ καμπτόμενον εὐθύνουσιν ἀπειλαῖς καὶ πληγαῖς.
如果孩子自愿顺从,那很好;如果不然,他们就会像对待弯曲和变形的木头一样,用威胁和鞭打来矫正他。
μετὰ δὲ ταῦτα εἰς διδασκάλων πέμποντες πολὺ μᾶλλον ἐντέλλονται ἐπιμελεῖσθαι εὐκοσμίας τῶν παίδων ἢ γραμμάτων τε καὶ κιθαρίσεως·
此后,当他们把孩子送往学校教师那里时,他们会更加嘱咐教师要注意孩子们的行为举止,而不是读书和弹琴;