Humanitext Reader

柏拉图 · 普罗泰戈拉篇 §322-323

宙斯赋予正义与政治美德的普遍性

第 8 段,共 33 段 · 希腊语

内容简介

普罗米修斯神话中,由于人类缺乏政治智慧而面临灭绝,宙斯将敬畏和正义分给所有人以维系城邦。普罗泰戈拉以此论证,正因为政治美德是人人皆需分享且通过后天努力与教导获得的,所以城邦允许所有人参与建言,并对缺乏此德者予以惩罚。

§322ΣΩ. ἐπειδὴ δὲ ὁ ἄνθρωπος θείας μετέσχε μοίρας, πρῶτον μὲν διὰ τὴν τοῦ θεοῦ συγγένειαν ζῴων μόνον θεοὺς ἐνόμισεν, καὶ ἐπεχείρει βωμούς τε ἱδρύεσθαι καὶ ἀγάλματα θεῶν· ἔπειτα φωνὴν καὶ ὀνόματα ταχὺ διηρθρώσατο τῇ τέχνῃ, καὶ οἰκήσεις καὶ ἐσθῆτας καὶ ὑποδέσεις καὶ στρωμνὰς καὶ τὰς ἐκ γῆς τροφὰς ηὕρετο.
苏格拉底:因为人类分享了神圣的份额,首先,由于与神的亲缘关系,他是动物中唯一信仰神明的,并企图建立神明的祭坛和神像;接着,他通过技术迅速地分节出声音和名字,并发明了住所、衣服、鞋子、铺盖以及从土地中获取的食物。
οὕτω δὴ παρεσκευασμένοι κατʼ ἀρχὰς ἄνθρωποι ᾤκουν σποράδην, πόλεις δὲ οὐκ ἦσαν· ἀπώλλυντο οὖν ὑπὸ τῶν θηρίων διὰ τὸ πανταχῇ αὐτῶν ἀσθενέστεροι εἶναι, καὶ ἡ δημιουργικὴ τέχνη αὐτοῖς πρὸς μὲν τροφὴν ἱκανὴ βοηθὸς ἦν, πρὸς δὲ τὸν τῶν θηρίων πόλεμον ἐνδεής —πολιτικὴν γὰρ τέχνην οὔπω εἶχον, ἧς μέρος πολεμική— ἐζήτουν δὴ ἁθροίζεσθαι καὶ σῴζεσθαι κτίζοντες πόλεις· ὅτʼ οὖν ἁθροισθεῖεν, ἠδίκουν ἀλλήλους ἅτε οὐκ ἔχοντες τὴν πολιτικὴν τέχνην, ὥστε πάλιν σκεδαννύμενοι διεφθείροντο.
这样装备起来的人类起初分散居住,并没有城邦;因此,因为在各方面都比野兽弱小,他们不断被野兽消灭,而他们的手艺技术对于获取食物固然是足够的助手,但在同野兽的战争中却不够用——因为他们还没有政治技术,而战争技术是其中的一部分——于是他们企图通过建立城邦来聚集在一起并拯救自己;然而,每当他们聚集起来,由于没有政治技术,他们就互相伤害,以致再次分散并走向灭亡。
Ζεὺς οὖν δείσας περὶ τῷ γένει ἡμῶν μὴ ἀπόλοιτο πᾶν, Ἑρμῆν πέμπει ἄγοντα εἰς ἀνθρώπους αἰδῶ τε καὶ δίκην, ἵνʼ εἶεν πόλεων κόσμοι τε καὶ δεσμοὶ φιλίας συναγωγοί.
于是宙斯担心我们的物种会彻底灭绝,便派赫尔墨斯向人类送去敬畏和正义,使它们成为城邦的秩序和凝聚友谊的纽带。
ἐρωτᾷ οὖν Ἑρμῆς Δία τίνα οὖν τρόπον δοίη δίκην καὶ αἰδῶ ἀνθρώποις· πότερον ὡς αἱ τέχναι νενέμηνται, οὕτω καὶ ταύτας νείμω;
于是赫尔墨斯问宙斯,该以何种方式将正义和敬畏赋予人类:“我是像分配技术那样分配这些,还是把它们分给所有人?
νενέμηνται δὲ ὧδε· εἷς ἔχων ἰατρικὴν πολλοῖς ἱκανὸς ἰδιώταις, καὶ οἱ ἄλλοι δημιουργοί·
技术是这样分配的:一个拥有医术的人足以服务许多普通人,其他手艺人也是如此。
καὶ δίκην δὴ καὶ αἰδῶ οὕτω θῶ ἐν τοῖς ἀνθρώποις, ἢ ἐπὶ πάντας νείμω;
那么,我是否也应该把正义和敬畏以这种方式安放在人类之中,还是分给所有人?
ἐπὶ πάντας, ἔφη ὁ Ζεύς, καὶ πάντες μετεχόντων· οὐ γὰρ ἂν γένοιντο πόλεις, εἰ ὀλίγοι αὐτῶν μετέχοιεν ὥσπερ ἄλλων τεχνῶν· καὶ νόμον γε θὲς παρʼ ἐμοῦ τὸν μὴ δυνάμενον αἰδοῦς καὶ δίκης μετέχειν κτείνειν ὡς νόσον πόλεως.
”“分给所有人,”宙斯说道,“让所有人都有份额;因为如果只有少数人像分享其他技术那样分享它们,城邦就无法产生;并且从我这里立下一条法律:凡不能分享敬畏和正义的人,都应作为城邦的疾病而被处死。
οὕτω δή, ὦ Σώκρατες, καὶ διὰ ταῦτα οἵ τε ἄλλοι καὶ Ἀθηναῖοι, ὅταν μὲν περὶ ἀρετῆς τεκτονικῆς ᾖ λόγος ἢ ἄλλης τινὸς δημιουργικῆς, ὀλίγοις οἴονται μετεῖναι συμβουλῆς, καὶ ἐάν τις ἐκτὸς ὢν τῶν ὀλίγων συμβουλεύῃ, οὐκ ἀνέχονται, ὡς σὺ φῄς—εἰκότως, ὡς ἐγώ φημι— §323ΣΩ. ὅταν δὲ εἰς συμβουλὴν πολιτικῆς ἀρετῆς ἴωσιν, ἣν δεῖ διὰ δικαιοσύνης πᾶσαν ἰέναι καὶ σωφροσύνης, εἰκότως ἅπαντος ἀνδρὸς ἀνέχονται, ὡς παντὶ προσῆκον ταύτης γε μετέχειν τῆς ἀρετῆς ἢ μὴ εἶναι πόλεις.
”正因如此,苏格拉底,也由于这些原因,其他人和雅典人在讨论木工技术的美德或其他某种手艺技术时,认为建言权属于少数人,如果少数人之外的某个人提出建议,他们就无法容忍,正如你所说——而在我看来,这理所当然—— 苏格拉底:但当他们去就政治美德进行建言时(这必须完全通过正义和节制来进行),他们理所当然地容忍每一个人,因为每个人都应当分享这种美德,否则就无法存在城邦。
αὕτη, ὦ Σώκρατες, τούτου αἰτία.
苏格拉底,这就是这件事的原因。
ἵνα δὲ μὴ οἴῃ ἀπατᾶσθαι ὡς τῷ ὄντι ἡγοῦνται πάντες ἄνθρωποι πάντα ἄνδρα μετέχειν δικαιοσύνης τε καὶ τῆς ἄλλης πολιτικῆς ἀρετῆς, τόδε αὖ λαβὲ τεκμήριον.
为了不让你以为自己受了骗,以为并非所有人都真正认为每个人都分享正义和其余的政治美德,请再拿这个作为证据。
ἐν γὰρ ταῖς ἄλλαις ἀρεταῖς, ὥσπερ σὺ λέγεις, ἐάν τις φῇ ἀγαθὸς αὐλητὴς εἶναι, ἢ ἄλλην ἡντινοῦν τέχνην ἣν μή ἐστιν, ἢ καταγελῶσιν ἢ χαλεπαίνουσιν, καὶ οἱ οἰκεῖοι προσιόντες νουθετοῦσιν ὡς μαινόμενον·
因为在其他美德中,正如你所说,如果有人声声自己是一个优秀的笛手,或在任何其他他其实并不会的技术中自夸,人们要么嘲笑他要么对他发怒,而他的亲人也会走上前来,像对待疯子一样规劝他。
ἐν δὲ δικαιοσύνῃ καὶ ἐν τῇ ἄλλῃ πολιτικῇ ἀρετῇ, ἐάν τινα καὶ εἰδῶσιν ὅτι ἄδικός ἐστιν, ἐὰν οὗτος αὐτὸς καθʼ αὑτοῦ τἀληθῆ λέγῃ ἐναντίον πολλῶν, ὃ ἐκεῖ σωφροσύνην ἡγοῦντο εἶναι, τἀληθῆ λέγειν, ἐνταῦθα μανίαν, καί φασιν πάντας δεῖν φάναι εἶναι δικαίους, ἐάντε ὦσιν ἐάντε μή, ἢ μαίνεσθαι τὸν μὴ προσποιούμενον· ὡς ἀναγκαῖον οὐδένα ὅντινʼ οὐχὶ ἁμῶς γέ πως μετέχειν αὐτῆς, ἢ μὴ εἶναι ἐν ἀνθρώποις.
但在正义和其余的政治美德中,即使他们明知某人是不正义的,如果这个人自己当着众人的面说出关于自己的真话——在前者的情况下,说真话被认为是节制,——在这里却被认为是疯狂,而且他们说,每个人都必须声称自己是正义的,无论他是不是,而不假装正义的人就是疯子;因为这是必须的:没有任何人能不以某种方式分享它,否则他就不能存在于人类之中。
ὅτι μὲν οὖν πάντʼ ἄνδρα εἰκότως ἀποδέχονται περὶ ταύτης τῆς ἀρετῆς σύμβουλον διὰ τὸ ἡγεῖσθαι παντὶ μετεῖναι αὐτῆς, ταῦτα λέγω· ὅτι δὲ αὐτὴν οὐ φύσει ἡγοῦνται εἶναι οὐδʼ ἀπὸ τοῦ αὐτομάτου, ἀλλὰ διδακτόν τε καὶ ἐξ ἐπιμελείας παραγίγνεσθαι ᾧ ἂν παραγίγνηται, τοῦτό σοι μετὰ τοῦτο πειράσομαι ἀποδεῖξαι.
因此,对于他们为什么理所当然地接受每一个人作为关于这种美德的建言者,因为他们认为每个人都分享它,这就是我要说的;至于他们并不认为它是天生的,也不是偶然产生的,而是可教的,并且是通过努力才在拥有它的人身上产生的,这接下来我将向你证明。
ὅσα γὰρ ἡγοῦνται ἀλλήλους κακὰ ἔχειν ἄνθρωποι φύσει ἢ τύχῃ, οὐδεὶς θυμοῦται οὐδὲ νουθετεῖ οὐδὲ διδάσκει οὐδὲ κολάζει τοὺς ταῦτα ἔχοντας, ἵνα μὴ τοιοῦτοι ὦσιν, ἀλλʼ ἐλεοῦσιν· οἷον τοὺς αἰσχροὺς ἢ σμικροὺς ἢ ἀσθενεῖς τίς οὕτως ἀνόητος ὥστε τι τούτων ἐπιχειρεῖν ποιεῖν;
因为对于人类认为彼此由于天性或运气而拥有的种种缺陷,没有人会感到愤怒、规劝、教导或惩罚那些拥有这些缺陷的人,以使其不再如此,相反,人们会同情他们;例如,对于丑陋的、矮小的或虚弱的人,谁会如此愚蠢地企图去对他们做这些事呢?
ταῦτα μὲν γὰρ οἶμαι ἴσασιν ὅτι φύσει τε καὶ τύχῃ τοῖς ἀνθρώποις γίγνεται, τὰ καλὰ καὶ τἀναντία τούτοις·
因为我认为他们知道,这些事情——美以及与它们相反的事物——是由于天性和运气而发生在人类身上的。
ὅσα δὲ ἐξ ἐπιμελείας καὶ ἀσκήσεως καὶ διδαχῆς οἴονται γίγνεσθαι ἀγαθὰ ἀνθρώποις, ἐάν τις ταῦτα μὴ ἔχῃ, ἀλλὰ τἀναντία τούτων κακά, ἐπὶ τούτοις που οἵ τε θυμοὶ γίγνονται καὶ αἱ κολάσεις καὶ αἱ νουθετήσεις.
但是,对于人们认为通过努力、训练和教学而带给人类的那些好事,如果有人没有这些,反而拥有与它们相反的坏事,那么人们大概就会对这些人发怒、惩罚和规劝。

词汇与语法注释

  1. 322bπολιτικὴν γὰρ τέχνην οὔπω εἶχον, ἧς μέρος πολεμική — 关系代名词 `ἧς`(阴性单数属格)的先行词是 `πολιτικὴν τέχνην`。此属格为部分属格,表明战争技术是政治技术的一部分(`μέρος`)。
  2. 322cδείσας περὶ τῷ γένει ἡμῶν μὴ ἀπόλοιτο πᾶν — 伴随表示恐惧的动词分词(`δείσας`)的 `μή` 从句(`μὴ ἀπόλοιτο`,“担心……消灭”)。由于主句使用历史现在时(`πέμπει`),从句动词采用了希求法过去时(`ἀπόλοιτο`)。
  3. 323bὃ ἐκεῖ σωφροσύνην ἡγοῦντο εἶναι, τἀληθῆ λέγειν — `ὃ` 为关系代名词,其先行词是起同位语作用的短语 `τἀληθῆ λέγειν`(说真话)。此处构成对比:“在前者的情况下他们认为这是节制,即说真话”。
  4. 323cὡς ἀναγκαῖον οὐδένα ὅντινʼ οὐχὶ ἁμῶς γέ πως μετέχειν αὐτῆς — 此处为 `ὡς` 引导的对格不定式结构(`ἀναγκαῖον ... μετέχειν`),表示客观判断的理由(“因为……是不可避免的”)。`οὐδένα ὅντινʼ οὐχὶ` 是双重否定的惯用表达,意为“没有一个人不”(即所有人必然都)。

引用这一段

柏拉图, 普罗泰戈拉篇 §322-323. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:322-323

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。