§324ΣΩ.
ὧν ἐστιν ἓν καὶ ἡ ἀδικία καὶ ἡ ἀσέβεια καὶ συλλήβδην πᾶν τὸ ἐναντίον τῆς πολιτικῆς ἀρετῆς·
ソクラテス:この欠点の中に、不正や不敬神、そして要するに政治の徳の反対物すべてが含まれます。
ἔνθα δὴ πᾶς παντὶ θυμοῦται καὶ νουθετεῖ, δῆλον ὅτι ὡς ἐξ ἐπιμελείας καὶ μαθήσεως κτητῆς οὔσης.
そこではまさに、誰もが誰に対しても怒り、諭すのですが、それは明らかに、この徳が配慮と学習によって獲得されうるものであると考えられているからです。
εἰ γὰρ ἐθέλεις ἐννοῆσαι τὸ κολάζειν, ὦ Σώκρατες, τοὺς ἀδικοῦντας τί ποτε δύναται, αὐτό σε διδάξει ὅτι οἵ γε ἄνθρωποι ἡγοῦνται παρασκευαστὸν εἶναι ἀρετήν.
というのも、ソクラテスよ、もしあなたが、不正を行う者を処罰することが一体何を意味するのかを考えてみるなら、まさにそのことが、人間は徳を身につけさせることができると考えていることを、あなたに教えてくれるでしょう。
οὐδεὶς γὰρ κολάζει τοὺς ἀδικοῦντας πρὸς τούτῳ τὸν νοῦν ἔχων καὶ τούτου ἕνεκα, ὅτι ἠδίκησεν, ὅστις μὴ ὥσπερ θηρίον ἀλογίστως τιμωρεῖται·
なぜなら、理性のない獣のように盲目的に報復するのでない限り、誰も、不正を行ったというまさにそのことだけに心を留め、それを理由にして、不正を行う者を処罰しはしないからです。
ὁ δὲ μετὰ λόγου ἐπιχειρῶν κολάζειν οὐ τοῦ παρεληλυθότος ἕνεκα ἀδικήματος τιμωρεῖται—οὐ γὰρ ἂν τό γε πραχθὲν ἀγένητον θείη—ἀλλὰ τοῦ μέλλοντος χάριν, ἵνα μὴ αὖθις ἀδικήσῃ μήτε αὐτὸς οὗτος μήτε ἄλλος ὁ τοῦτον ἰδὼν κολασθέντα.
これに対して、理性をもって処罰しようとする者は、過去の悪行を理由に報復するのではなく(すでに行われたことを、行われなかったことにすることはできないからです)、将来のために報復するのです。 それは、この者自身が再び不正を行わないように、また、この者が処罰されるのを見た他の誰もが不正を行わないようにするためです。
καὶ τοιαύτην διάνοιαν ἔχων διανοεῖται παιδευτὴν εἶναι ἀρετήν·
そして、このような考えを持つことで、彼は徳が教育可能であると考えているのです。
ἀποτροπῆς γοῦν ἕνεκα κολάζει.
少なくとも、彼は抑止のために処罰しているのですから。
ταύτην οὖν τὴν δόξαν πάντες ἔχουσιν ὅσοιπερ τιμωροῦνται καὶ ἰδίᾳ καὶ δημοσίᾳ.
したがって、私的にも公的にも報復を加えるすべての人々は、この見解を抱いています。
τιμωροῦνται δὲ καὶ κολάζονται οἵ τε ἄλλοι ἄνθρωποι οὓς ἂν οἴωνται ἀδικεῖν, καὶ οὐχ ἥκιστα Ἀθηναῖοι οἱ σοὶ πολῖται·
そして、他の人々も、不正を行っていると思われる者を報復し処罰しますが、とりわけあなたの同胞であるアテナイ人がそうです。
ὥστε κατὰ τοῦτον τὸν λόγον καὶ Ἀθηναῖοί εἰσι τῶν ἡγουμένων παρασκευαστὸν εἶναι καὶ διδακτὸν ἀρετήν.
したがって、この議論によれば、アテナイ人もまた、徳を獲得可能であり、教えられうるものであると考えている人々の一部なのです。
ὡς μὲν οὖν εἰκότως ἀποδέχονται οἱ σοὶ πολῖται καὶ χαλκέως καὶ σκυτοτόμου συμβουλεύοντος τὰ πολιτικά, καὶ ὅτι διδακτὸν καὶ παρασκευαστὸν ἡγοῦνται ἀρετήν, ἀποδέδεικταί σοι, ὦ Σώκρατες, ἱκανῶς, ὥς γέ μοι φαίνεται.
それゆえ、あなたの同胞たちが、鍛冶屋や靴仕立て屋が政治的な事柄について助言するときでも、もっともなこととしてそれを受け入れること、そして彼らが徳を教えられうるものであり、獲得可能なものであると考えていることは、ソクラテスよ、私には十分示されたと思われます。
ἔτι δὴ λοιπὴ ἀπορία ἐστίν, ἣν ἀπορεῖς περὶ τῶν ἀνδρῶν τῶν ἀγαθῶν, τί δήποτε οἱ ἄνδρες οἱ ἀγαθοὶ τὰ μὲν ἄλλα τοὺς αὑτῶν ὑεῖς διδάσκουσιν ἃ διδασκάλων ἔχεται καὶ σοφοὺς ποιοῦσιν, ἣν δὲ αὐτοὶ ἀρετὴν ἀγαθοὶ οὐδενὸς βελτίους ποιοῦσιν.
しかし、まだ解決すべき問題が残っています。 あなたが優れた人々について抱いている疑問、すなわち、なぜ優れた人々は、教師に依存する他の事柄については自分の息子たちに教え、彼らを賢くするのに、自分たちが優れているまさにその徳については、息子たちを誰よりも優れた者にしないのか、という疑問です。
τούτου δὴ πέρι, ὦ Σώκρατες, οὐκέτι μῦθόν σοι ἐρῶ ἀλλὰ λόγον.
これについて、ソクラテスよ、もはや私はあなたに神話(ミュトス)ではなく、論理(ロゴス)を語りましょう。
ὧδε γὰρ ἐννόησον·
次のように考えてみてください。
πότερον ἔστιν τι ἓν ἢ οὐκ ἔστιν οὗ ἀναγκαῖον πάντας τοὺς πολίτας μετέχειν, εἴπερ μέλλει πόλις εἶναι;
もし都市が成り立とうとするなら、すべての市民があずかることが不可欠であるような、何か一つのものが存在するでしょうか、存在しないでしょうか。
ἐν τούτῳ γὰρ αὕτη λύεται ἡ ἀπορία ἣν σὺ ἀπορεῖς ἢ ἄλλοθι οὐδαμοῦ.
なぜなら、あなたが抱いているこの疑問は、まさにこの点において解決されるのであり、他では決して解決されないからです。
§325ΣΩ.
εἰ μὲν γὰρ ἔστιν, καὶ τοῦτό ἐστιν τὸ ἓν οὐ τεκτονικὴ οὐδὲ χαλκεία οὐδὲ κεραμεία ἀλλὰ δικαιοσύνη καὶ σωφροσύνη καὶ τὸ ὅσιον εἶναι, καὶ συλλήβδην ἓν αὐτὸ προσαγορεύω εἶναι ἀνδρὸς ἀρετήν—εἰ τοῦτʼ ἐστὶν οὗ δεῖ πάντας μετέχειν καὶ μετὰ τούτου πάντʼ ἄνδρα, ἐάν τι καὶ ἄλλο βούληται μανθάνειν ἢ πράττειν, οὕτω πράττειν, ἄνευ δὲ τούτου μή, ἢ τὸν μὴ μετέχοντα καὶ διδάσκειν καὶ κολάζειν καὶ παῖδα καὶ ἄνδρα καὶ γυναῖκα, ἕωσπερ ἂν κολαζόμενος βελτίων γένηται, ὃς δʼ ἂν μὴ ὑπακούῃ κολαζόμενος καὶ διδασκόμενος, ὡς ἀνίατον ὄντα τοῦτον ἐκβάλλειν ἐκ τῶν πόλεων ἢ ἀποκτείνειν—εἰ οὕτω μὲν ἔχει, οὕτω δʼ αὐτοῦ πεφυκότος οἱ ἀγαθοὶ ἄνδρες εἰ τὰ μὲν ἄλλα διδάσκονται τοὺς ὑεῖς, τοῦτο δὲ μή, σκέψαι ὡς θαυμασίως γίγνονται οἱ ἀγαθοί.
ソクラテス:というのも、もし存在するなら、そして、大工の技術でも鍛冶屋の技術でも陶芸の技術でもなく、正義と節制と敬神であるその一つのもの、これを総称して私は人間の徳と呼びますが、――もしこれが、誰もがあずからねばならないものであり、かつ、すべての人が(他に何を学び、何を行おうとするにせよ)これと共に行わねばならず、これなしには行ってはならず、あるいは、これにあずかっていない者を(子供であろうと、大人の男であろうと、女であろうと)処罰されることで良くなるまで教え、処罰せねばならず、処罰され教えられても従わない者は、治療不可能であるとして都市から追放するか、殺さねばならないようなものであるなら、――もしそうであり、そのように自然が定まっているのに、優れた人々が他の事柄については自分の息子たちに教え込ませる一方で、このことについては教え込ませないのだとしたら、その優れた人々がどれほど奇妙な振る舞いをしていることになるか、考えてみてください。
ὅτι μὲν γὰρ διδακτὸν αὐτὸ ἡγοῦνται καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ἀπεδείξαμεν·
というのも、彼らがそれを私的にも公的にも教えられうるものと考えていることは、すでに私たちが証明したからです。
διδακτοῦ δὲ ὄντος καὶ θεραπευτοῦ τὰ μὲν ἄλλα ἄρα τοὺς ὑεῖς διδάσκονται, ἐφʼ οἷς οὐκ ἔστι θάνατος ἡ ζημία ἐὰν μὴ ἐπίστωνται, ἐφʼ ᾧ δὲ ἥ τε ζημία θάνατος αὐτῶν τοῖς παισὶ καὶ φυγαὶ μὴ μαθοῦσι μηδὲ θεραπευθεῖσιν εἰς ἀρετήν, καὶ πρὸς τῷ θανάτῳ χρημάτων τε δημεύσεις καὶ ὡς ἔπος εἰπεῖν συλλήβδην τῶν οἴκων ἀνατροπαί, ταῦτα δʼ ἄρα οὐ διδάσκονται οὐδʼ ἐπιμελοῦνται πᾶσαν ἐπιμέλειαν;
それ(徳)が教えられ、配慮されうるものであるのに、彼らが自分の息子たちに他の事柄、すなわち、もしそれを知らなくても罰が死刑にはならないような事柄を教え込ませる一方で、それを学び、徳に向けて配慮されなければ、彼らの子供たちにとって罰が死刑や追放となり、死刑に加えて財産の没収や、言うなれば家名の一切の破滅をもたらすような、まさにその事柄については、彼らが息子たちに教えず、あらゆる配慮を払わないなどということがあるでしょうか。
οἴεσθαί γε χρή, ὦ Σώκρατες.
もちろん、そうしていると考えねばなりません、ソクラテスよ。
ἐκ παίδων σμικρῶν ἀρξάμενοι, μέχρι οὗπερ ἂν ζῶσι, καὶ διδάσκουσι καὶ νουθετοῦσιν.
彼らは幼い子供のころから始めて、生きている限り、教え、諭すのです。
ἐπειδὰν θᾶττον συνιῇ τις τὰ λεγόμενα, καὶ τροφὸς καὶ μήτηρ καὶ παιδαγωγὸς καὶ αὐτὸς ὁ πατὴρ περὶ τούτου διαμάχονται, ὅπως ὡς βέλτιστος ἔσται ὁ παῖς, παρʼ ἕκαστον καὶ ἔργον καὶ λόγον διδάσκοντες καὶ ἐνδεικνύμενοι ὅτι τὸ μὲν δίκαιον, τὸ δὲ ἄδικον, καὶ τόδε μὲν καλόν, τόδε δὲ αἰσχρόν, καὶ τόδε μὲν ὅσιον, τόδε δὲ ἀνόσιον, καὶ τὰ μὲν ποίει, τὰ δὲ μὴ ποίει.
子供が言葉を理解できるようになるやいなや、乳母も母親も、付き添い(パイダゴーゴス)も、父親自身も、その子が少しでも善い人間になるようにと、このことをめぐって競い合い、あらゆる行いや言葉について教え、これが正しく、あれは不正であること、これが美しく、あれは醜いこと、これが神聖であり、あれは不敬であることを示し、「これを行いなさい、あれは行ってはならない」と指示します。
καὶ ἐὰν μὲν ἑκὼν πείθηται· εἰ δὲ μή, ὥσπερ ξύλον διαστρεφόμενον καὶ καμπτόμενον εὐθύνουσιν ἀπειλαῖς καὶ πληγαῖς.
そして、もし子供が自発的に従うならそれでよいのですが、もし従わないなら、曲がったりねじれたりした木材を真っ直ぐにするように、脅しや鞭打ちによって矯正します。
μετὰ δὲ ταῦτα εἰς διδασκάλων πέμποντες πολὺ μᾶλλον ἐντέλλονται ἐπιμελεῖσθαι εὐκοσμίας τῶν παίδων ἢ γραμμάτων τε καὶ κιθαρίσεως·
その後、子供たちを教師の元に送るとき、読み書きや竪琴の演奏よりも、子供たちの行儀正しさに配慮するようにと、はるかに強く命じるのです。