§320ΣΩ. ἐπεὶ Περικλῆς, ὁ τουτωνὶ τῶν νεανίσκων πατήρ, τούτους ἃ μὲν διδασκάλων εἴχετο καλῶς καὶ εὖ ἐπαίδευσεν, ἃ δὲ αὐτὸς σοφός ἐστιν οὔτε αὐτὸς παιδεύει οὔτε τῳ ἄλλῳ παραδίδωσιν, ἀλλʼ αὐτοὶ περιιόντες νέμονται ὥσπερ ἄφετοι, ἐάν που αὐτόματοι περιτύχωσιν τῇ ἀρετῇ.
苏格拉底:“因为这些年轻人的父亲伯里克利,在那些依赖教师的事情上,把他们教育得既体面又优秀,但在他自己聪明的那些事情上,他既不亲自教育,也不交给别人;相反,他们像被放开的牲畜一样到处游荡,企图在某个地方能自己偶然碰到美德。
εἰ δὲ βούλει, Κλεινίαν, τὸν Ἀλκιβιάδου τουτουῒ νεώτερον ἀδελφόν, ἐπιτροπεύων ὁ αὐτὸς οὗτος ἀνὴρ Περικλῆς, δεδιὼς περὶ αὐτοῦ μὴ διαφθαρῇ δὴ ὑπὸ Ἀλκιβιάδου, ἀποσπάσας ἀπὸ τούτου, καταθέμενος ἐν Ἀρίφρονος ἐπαίδευε· καὶ πρὶν ἓξ μῆνας γεγονέναι, ἀπέδωκε τούτῳ οὐκ ἔχων ὅτι χρήσαιτο αὐτῷ.
或者如果你愿意,同一个人伯里克利,作为这里阿尔西比亚德斯的弟弟克利尼亚斯的监护人,因担心他会被阿尔西比亚德斯带坏,便将他带走,安置在阿里弗隆家里进行教育;但在六个月过去之前,他因为不知该如何对待他,又把他还给了阿尔西比亚德斯。
καὶ ἄλλους σοι παμπόλλους ἔχω λέγειν, οἳ αὐτοὶ ἀγαθοὶ ὄντες οὐδένα πώποτε βελτίω ἐποίησαν οὔτε τῶν οἰκείων οὔτε τῶν ἀλλοτρίων.
我还可以给你指出许许多多其他人,他们自己是优秀的人,却从未使任何人变得更好,无论是他们自己的亲人还是外人。
ἐγὼ οὖν, ὦ Πρωταγόρα, εἰς ταῦτα ἀποβλέπων οὐχ ἡγοῦμαι διδακτὸν εἶναι ἀρετήν· ἐπειδὴ δέ σου ἀκούω ταῦτα λέγοντος, κάμπτομαι καὶ οἶμαί τί σε λέγειν διὰ τὸ ἡγεῖσθαί σε πολλῶν μὲν ἔμπειρον γεγονέναι, πολλὰ δὲ μεμαθηκέναι, τὰ δὲ αὐτὸν ἐξηυρηκέναι.
因此,普罗泰戈拉,看着这些,我不认为美德是可教的;但当我听到你这么说时,我动摇了,并认为你言之有理,因为我相信你经历了许多事,学习了许多事,有些事是你自己发现的。
εἰ οὖν ἔχεις ἐναργέστερον ἡμῖν ἐπιδεῖξαι ὡς διδακτόν ἐστιν ἡ ἀρετή, μὴ φθονήσῃς ἀλλʼ ἐπίδειξον.
因此,如果你能向我们更清楚地表明美德是可教的,请不要吝啬,向我们表明吧。
ἀλλʼ, ὦ Σώκρατες,
ἔφη,
οὐ φθονήσω·
” “好的,苏格拉底,”他说道,“我不会吝啬。
ἀλλὰ πότερον ὑμῖν, ὡς πρεσβύτερος νεωτέροις, μῦθον λέγων ἐπιδείξω ἢ λόγῳ διεξελθών;
但是,我是像年长者对年轻人那样,通过讲故事来向你们表明,还是通过论理来阐述呢?
πολλοὶ οὖν αὐτῷ ὑπέλαβον τῶν παρακαθημένων ὁποτέρως βούλοιτο οὕτως διεξιέναι.
” 周围坐着的许多人便接话,请他用他喜欢的任何一种方式来阐述。
δοκεῖ τοίνυν μοι,
ἔφη,
χαριέστερον εἶναι μῦθον ὑμῖν λέγειν.
“那么,”他说道,“在我看来,给你们讲个故事似乎更有趣。
ἦν γάρ ποτε χρόνος ὅτε θεοὶ μὲν ἦσαν, θνητὰ δὲ γένη οὐκ ἦν.
曾几何时,神明存在,而终有一死的物种却不存在。
ἐπειδὴ δὲ καὶ τούτοις χρόνος ἦλθεν εἱμαρμένος γενέσεως, τυποῦσιν αὐτὰ θεοὶ γῆς ἔνδον ἐκ γῆς καὶ πυρὸς μείξαντες καὶ τῶν ὅσα πυρὶ καὶ γῇ κεράννυται.
当这些物种也被注定到了诞生的时刻,神明在土地深处塑造了它们,将泥土和火以及所有与火和土混合的东西混合在一起。
ἐπειδὴ δʼ ἄγειν αὐτὰ πρὸς φῶς ἔμελλον, προσέταξαν Προμηθεῖ καὶ Ἐπιμηθεῖ κοσμῆσαί τε καὶ νεῖμαι δυνάμεις ἑκάστοις ὡς πρέπει.
当他们准备将它们带到光明中时,他们命令普罗米修斯和埃庇米修斯来装备它们,并为每个物种分配适合的本领。
Προμηθέα δὲ παραιτεῖται Ἐπιμηθεὺς αὐτὸς νεῖμαι,
νείμαντος δέ μου,
ἔφη,
ἐπίσκεψαι·
但埃庇米修斯请求普罗米修斯让他自己来进行分配,并说:‘等我分配好后,你来检查。
καὶ οὕτω πείσας νέμει.
’他这样说服了普罗米修斯,开始进行分配。
νέμων δὲ τοῖς μὲν ἰσχὺν ἄνευ τάχους προσῆπτεν, τοὺς δʼ ἀσθενεστέρους τάχει ἐκόσμει· τοὺς δὲ ὥπλιζε, τοῖς δʼ ἄοπλον διδοὺς φύσιν ἄλλην τινʼ αὐτοῖς ἐμηχανᾶτο δύναμιν εἰς σωτηρίαν.
在分配时,他把没有速度的力量赋予了一些物种,而把速度装备给了那些较弱的物种;他武装了一些物种,而对另一些没有武装的物种,则为它们的生存设计了其他某种本领。
§321ΣΩ.
ἃ μὲν γὰρ αὐτῶν σμικρότητι ἤμπισχεν, πτηνὸν φυγὴν ἢ κατάγειον οἴκησιν ἔνεμεν· ἃ δὲ ηὖξε μεγέθει, τῷδε αὐτῷ αὐτὰ ἔσῳζεν· καὶ τἆλλα οὕτως ἐπανισῶν ἔνεμεν.
因为对于其中那些被赋予了矮小身材的物种,他分配了飞行的翅膀或地下的居所;而对于那些体型庞大的物种,他就用这庞大本身来保护它们;其他事情他也同样以保持均衡的方式来进行分配。
ταῦτα δὲ ἐμηχανᾶτο εὐλάβειαν ἔχων μή τι γένος ἀϊστωθείη· ἐπειδὴ δὲ αὐτοῖς ἀλληλοφθοριῶν διαφυγὰς ἐπήρκεσε, πρὸς τὰς ἐκ Διὸς ὥρας εὐμάρειαν ἐμηχανᾶτο ἀμφιεννὺς αὐτὰ πυκναῖς τε θριξὶν καὶ στερεοῖς δέρμασιν, ἱκανοῖς μὲν ἀμῦναι χειμῶνα, δυνατοῖς δὲ καὶ καύματα, καὶ εἰς εὐνὰς ἰοῦσιν ὅπως ὑπάρχοι τὰ αὐτὰ ταῦτα στρωμνὴ οἰκεία τε καὶ αὐτοφυὴς ἑκάστῳ· καὶ ὑποδῶν τὰ μὲν ὁπλαῖς, τὰ δὲ δέρμασιν στερεοῖς καὶ ἀναίμοις.
他作这些设计是出于谨慎,以免任何物种被彻底消灭;在为它们提供了避免互相残杀的手段之后,他又针对宙斯带来的气候设计了御寒避暑的方法,给它们披上浓密的毛发和坚韧的皮肤,既足以抵御寒冬,也能够抗御酷暑,而且在它们睡觉时,这些本身就成了每种动物自己特有的、天然的铺盖;并且为一些动物安上蹄子,为另一些动物安上坚硬而无血的皮作为鞋。
τοὐντεῦθεν τροφὰς ἄλλοις ἄλλας ἐξεπόριζεν, τοῖς μὲν ἐκ γῆς βοτάνην, ἄλλοις δὲ δένδρων καρπούς, τοῖς δὲ ῥίζας· ἔστι δʼ οἷς ἔδωκεν εἶναι τροφὴν ζῴων ἄλλων βοράν· καὶ τοῖς μὲν ὀλιγογονίαν προσῆψε, τοῖς δʼ ἀναλισκομένοις ὑπὸ τούτων πολυγονίαν, σωτηρίαν τῷ γένει πορίζων.
随后,他为不同的动物提供了不同的食物:给一些动物提供地上的草,给另一些提供树木的果实,给另一些提供植物的根;还有一些动物,他允许它们以捕食其他动物为食;他使这些动物生育稀少,而使那些被它们捕食的动物大量繁殖,以此来确保物种的存续。
ἅτε δὴ οὖν οὐ πάνυ τι σοφὸς ὢν ὁ Ἐπιμηθεὺς ἔλαθεν αὑτὸν καταναλώσας τὰς δυνάμεις εἰς τὰ ἄλογα· λοιπὸν δὴ ἀκόσμητον ἔτι αὐτῷ ἦν τὸ ἀνθρώπων γένος, καὶ ἠπόρει ὅτι χρήσαιτο.
由于埃庇米修斯并不是特别聪明,他没注意到自己已经把所有的本领都消耗在无理性的动物身上了;最后,唯独人类的物种还没有得到装备,他不知道该怎么办。
ἀποροῦντι δὲ αὐτῷ ἔρχεται Προμηθεὺς ἐπισκεψόμενος τὴν νομήν, καὶ ὁρᾷ τὰ μὲν ἄλλα ζῷα ἐμμελῶς πάντων ἔχοντα, τὸν δὲ ἄνθρωπον γυμνόν τε καὶ ἀνυπόδητον καὶ ἄστρωτον καὶ ἄοπλον· ἤδη δὲ καὶ ἡ εἱμαρμένη ἡμέρα παρῆν, ἐν ᾗ ἔδει καὶ ἄνθρωπον ἐξιέναι ἐκ γῆς εἰς φῶς.
在他发愁的时候,普罗米修斯来检查分配工作,看到其他动物在各方面都安排得很妥当,而人却赤身裸体、没有鞋穿、没有铺盖、没有武器;而且,注定的日子已经临近,这一天人类也必须从地里走出来,进入光明。
ἀπορίᾳ οὖν σχόμενος ὁ Προμηθεὺς ἥντινα σωτηρίαν τῷ ἀνθρώπῳ εὕροι, κλέπτει Ἡφαίστου καὶ Ἀθηνᾶς τὴν ἔντεχνον σοφίαν σὺν πυρί—ἀμήχανον γὰρ ἦν ἄνευ πυρὸς αὐτὴν κτητήν τῳ ἢ χρησίμην γενέσθαι—καὶ οὕτω δὴ δωρεῖται ἀνθρώπῳ.
因此,被如何为人类寻找生存出路的困境所逼迫,普罗米修斯偷走了赫菲斯托斯和雅典娜的实用技术智慧以及火——因为没有火,这智慧对任何人来说既无法获得也无法使用——就这样他把它赠送给了人类。
τὴν μὲν οὖν περὶ τὸν βίον σοφίαν ἄνθρωπος ταύτῃ ἔσχεν, τὴν δὲ πολιτικὴν οὐκ εἶχεν· ἦν γὰρ παρὰ τῷ Διί.
因此,人类就这样获得了关于生活的智慧,但还没有政治智慧;因为那是属于宙斯的。
τῷ δὲ Προμηθεῖ εἰς μὲν τὴν ἀκρόπολιν τὴν τοῦ Διὸς οἴκησιν οὐκέτι ἐνεχώρει εἰσελθεῖν—πρὸς δὲ καὶ αἱ Διὸς φυλακαὶ φοβεραὶ ἦσαν—εἰς δὲ τὸ τῆς Ἀθηνᾶς καὶ Ἡφαίστου οἴκημα τὸ κοινόν, ἐν ᾧ ἐφιλοτεχνείτην, λαθὼν εἰσέρχεται, καὶ κλέψας τήν τε ἔμπυρον τέχνην τὴν τοῦ Ἡφαίστου καὶ τὴν ἄλλην τὴν τῆς Ἀθηνᾶς δίδωσιν ἀνθρώπῳ, καὶ ἐκ τούτου εὐπορία μὲν ἀνθρώπῳ τοῦ βίου γίγνεται, Προμηθέα δὲ διʼ Ἐπιμηθέα ὕστερον, ᾗπερ λέγεται, κλοπῆς δίκη μετῆλθεν.
而对于普罗米修斯来说,他已经无法进入宙斯的住所——也就是卫城,而且宙斯的守卫也非常可怕;但他悄悄进入了雅典娜和赫菲斯托斯共同的作坊,在那个地方,他们俩进行工艺制作。 他偷走了赫菲斯托斯的用火技术和雅典娜的其他技术,并把它们交给了人类。 从此人类获得了生活的富足,但后来,因为埃庇米修斯的缘故,正如人们所说,普罗米修斯因盗窃罪而受到了惩罚。 ”',