- 底本
- Platonis Opera, Tomus III: Tetralogia V-VII. Burnet, John, editor. Oxford: Clarendon Press, 1903.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:320-321
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ソクラテスは、ペリクレスが息子たちに政治の徳を授けられなかった例から徳の教育不可能性を論じ、これに対してプロタゴラスは、人間を含む生物の創造と能力配分に関するプロメテウスとエピメテウスの神話を語り始める。
ΣΩ. ἐπεὶ Περικλῆς, ὁ τουτωνὶ τῶν νεανίσκων πατήρ, τούτους ἃ μὲν διδασκάλων εἴχετο1 καλῶς καὶ εὖ ἐπαίδευσεν, ἃ δὲ αὐτὸς σοφός ἐστιν οὔτε αὐτὸς παιδεύει οὔτε τῳ ἄλλῳ παραδίδωσιν, ἀλλʼ αὐτοὶ περιιόντες νέμονται ὥσπερ ἄφετοι, ἐάν που αὐτόματοι περιτύχωσιν2 τῇ ἀρετῇ. εἰ δὲ βούλει, Κλεινίαν, τὸν Ἀλκιβιάδου τουτουῒ νεώτερον ἀδελφόν, ἐπιτροπεύων ὁ αὐτὸς οὗτος ἀνὴρ Περικλῆς, δεδιὼς περὶ αὐτοῦ μὴ διαφθαρῇ δὴ ὑπὸ Ἀλκιβιάδου, ἀποσπάσας ἀπὸ τούτου, καταθέμενος ἐν Ἀρίφρονος ἐπαίδευε· καὶ πρὶν ἓξ μῆνας γεγονέναι, ἀπέδωκε τούτῳ οὐκ ἔχων ὅτι χρήσαιτο αὐτῷ. καὶ ἄλλους σοι παμπόλλους ἔχω λέγειν, οἳ αὐτοὶ ἀγαθοὶ ὄντες οὐδένα πώποτε βελτίω ἐποίησαν οὔτε τῶν οἰκείων οὔτε τῶν ἀλλοτρίων. ἐγὼ οὖν, ὦ Πρωταγόρα, εἰς ταῦτα ἀποβλέπων οὐχ ἡγοῦμαι διδακτὸν εἶναι ἀρετήν· ἐπειδὴ δέ σου ἀκούω ταῦτα λέγοντος, κάμπτομαι καὶ οἶμαί τί σε λέγειν διὰ τὸ ἡγεῖσθαί σε πολλῶν μὲν ἔμπειρον γεγονέναι, πολλὰ δὲ μεμαθηκέναι, τὰ δὲ αὐτὸν ἐξηυρηκέναι. εἰ οὖν ἔχεις ἐναργέστερον ἡμῖν ἐπιδεῖξαι ὡς διδακτόν ἐστιν ἡ ἀρετή, μὴ φθονήσῃς ἀλλʼ ἐπίδειξον. ἀλλʼ, ὦ Σώκρατες, ἔφη, οὐ φθονήσω· ἀλλὰ πότερον ὑμῖν, ὡς πρεσβύτερος νεωτέροις, μῦθον λέγων ἐπιδείξω ἢ λόγῳ διεξελθών; πολλοὶ οὖν αὐτῷ ὑπέλαβον τῶν παρακαθημένων ὁποτέρως βούλοιτο οὕτως διεξιέναι. δοκεῖ τοίνυν μοι, ἔφη, χαριέστερον εἶναι μῦθον ὑμῖν λέγειν. ἦν γάρ ποτε χρόνος ὅτε θεοὶ μὲν ἦσαν, θνητὰ δὲ γένη οὐκ ἦν. ἐπειδὴ δὲ καὶ τούτοις χρόνος ἦλθεν εἱμαρμένος γενέσεως, τυποῦσιν αὐτὰ θεοὶ γῆς ἔνδον ἐκ γῆς καὶ πυρὸς μείξαντες καὶ τῶν ὅσα πυρὶ καὶ γῇ κεράννυται. ἐπειδὴ δʼ ἄγειν αὐτὰ πρὸς φῶς ἔμελλον, προσέταξαν Προμηθεῖ καὶ Ἐπιμηθεῖ κοσμῆσαί τε καὶ νεῖμαι δυνάμεις ἑκάστοις ὡς πρέπει. Προμηθέα δὲ παραιτεῖται Ἐπιμηθεὺς αὐτὸς νεῖμαι, νείμαντος δέ μου, ἔφη, ἐπίσκεψαι· καὶ οὕτω πείσας νέμει. νέμων δὲ τοῖς μὲν ἰσχὺν ἄνευ τάχους προσῆπτεν, τοὺς δʼ ἀσθενεστέρους τάχει ἐκόσμει· τοὺς δὲ ὥπλιζε, τοῖς δʼ ἄοπλον διδοὺς φύσιν ἄλλην τινʼ αὐτοῖς ἐμηχανᾶτο δύναμιν εἰς σωτηρίαν.
ソクラテス:「というのも、こちらの若者たちの父親であるペリクレスは、教師から学べる事柄については、彼らを立派に、かつ見事に教育しましたが、彼自身が賢い事柄については、自ら教育することもなければ、他の誰かに委ねることもせず、彼ら自身はまるで放たれた家畜のように歩き回り、どこかで偶然に徳に出会うことがあればと、草を食んでいるありさまなのです。あるいは望むなら、同じこの男ペリクレスが、こちらのアルキビアデスの弟であるクリニアスの後見人となったとき、彼がアルキビアデスによって台無しにされはしないかと恐れ、彼を兄から引き離し、アリプロンの家に預けて教育しようとしたものの、六ヶ月が経つ前に、彼をどう扱ってよいか分からず、アルキビアデスに返してしまった、という例もあります。また、私はあなたに、自身は優れた人間でありながら、身内の者であれ他所の者であれ、誰一人としてそれまでより優れた者にすることができなかった人々を、他にもいくらでも挙げることができます。それゆえ、プロタゴラスよ、私はこうした事情を見て、徳は教えられるものではないと考えているのです。しかし、あなたがそう言われるのを聞くと、私は心が揺らぎ、あなたが何か重要なことを言っているのだと思うようになります。なぜなら、あなたは多くのことを経験し、多くのことを学び、またある事柄はご自身で発見なさってきたと信じているからです。ですから、もしあなたが、徳が教えられうるものであることを、もっと明確に私たちに示すことができるなら、惜しむことなく、それを示してください。」「では、ソクラテスよ」と彼は言った。「惜しむようなことはしません。しかし、年長者が若者たちに対するように、神話を語ることによって示すのがよいでしょうか、それとも論理的に説明していくのがよいでしょうか。」そこに同席していた多くの人々が口々に、どちらでも好むやり方で説明してほしいと言った。「それなら」と彼は言った。「皆さんにお話を語る方が、より楽しいように思われます。かつて、神々は存在したものの、死すべき種族はまだ存在しなかった時代がありました。そして、これら死すべき種族にも、誕生の定められた時が来ると、神々は地の中で、土と火、および火と土に調合されるすべてのものを混ぜ合わせて、彼らを形づくりました。そして、彼らを地上へ連れ出そうとするとき、神々はプロメテウスとエピメテウスに、それぞれにふさわしい能力を整え、配分することを命じました。ところが、エピメテウスは自分が配分することをプロメテウスに願い出て、『私が配分し終えたら、君が検査してくれ』と言いました。こうして相手を説得し、彼は配分を行いました。配分にあたって、あるものには素早さのない強さを与え、弱いものには素早さを備えさせました。あるものには武器を与え、他方、武器を持たない性質を授けたものには、生き残るための別の能力を工夫して与えました。
ΣΩ. ἃ μὲν γὰρ αὐτῶν σμικρότητι ἤμπισχεν, πτηνὸν φυγὴν ἢ κατάγειον οἴκησιν ἔνεμεν· ἃ δὲ ηὖξε μεγέθει, τῷδε αὐτῷ αὐτὰ ἔσῳζεν· καὶ τἆλλα οὕτως ἐπανισῶν ἔνεμεν. ταῦτα δὲ ἐμηχανᾶτο εὐλάβειαν ἔχων μή τι γένος ἀϊστωθείη· ἐπειδὴ δὲ αὐτοῖς ἀλληλοφθοριῶν διαφυγὰς ἐπήρκεσε, πρὸς τὰς ἐκ Διὸς ὥρας εὐμάρειαν ἐμηχανᾶτο ἀμφιεννὺς αὐτὰ πυκναῖς τε θριξὶν καὶ στερεοῖς δέρμασιν, ἱκανοῖς μὲν ἀμῦναι χειμῶνα, δυνατοῖς δὲ καὶ καύματα, καὶ εἰς εὐνὰς ἰοῦσιν ὅπως ὑπάρχοι τὰ αὐτὰ ταῦτα στρωμνὴ οἰκεία τε καὶ αὐτοφυὴς ἑκάστῳ· καὶ ὑποδῶν τὰ μὲν ὁπλαῖς, τὰ δὲ δέρμασιν στερεοῖς καὶ ἀναίμοις. τοὐντεῦθεν τροφὰς ἄλλοις ἄλλας ἐξεπόριζεν, τοῖς μὲν ἐκ γῆς βοτάνην, ἄλλοις δὲ δένδρων καρπούς, τοῖς δὲ ῥίζας· ἔστι δʼ οἷς3 ἔδωκεν εἶναι τροφὴν ζῴων ἄλλων βοράν· καὶ τοῖς μὲν ὀλιγογονίαν προσῆψε, τοῖς δʼ ἀναλισκομένοις ὑπὸ τούτων πολυγονίαν, σωτηρίαν τῷ γένει πορίζων. ἅτε δὴ οὖν οὐ πάνυ τι σοφὸς ὢν ὁ Ἐπιμηθεὺς ἔλαθεν αὑτὸν καταναλώσας τὰς δυνάμεις εἰς τὰ ἄλογα· λοιπὸν δὴ ἀκόσμητον ἔτι αὐτῷ ἦν τὸ ἀνθρώπων γένος, καὶ ἠπόρει ὅτι χρήσαιτο. ἀποροῦντι δὲ αὐτῷ ἔρχεται Προμηθεὺς ἐπισκεψόμενος τὴν νομήν, καὶ ὁρᾷ τὰ μὲν ἄλλα ζῷα ἐμμελῶς πάντων ἔχοντα, τὸν δὲ ἄνθρωπον γυμνόν τε καὶ ἀνυπόδητον καὶ ἄστρωτον καὶ ἄοπλον· ἤδη δὲ καὶ ἡ εἱμαρμένη ἡμέρα παρῆν, ἐν ᾗ ἔδει καὶ ἄνθρωπον ἐξιέναι ἐκ γῆς εἰς φῶς. ἀπορίᾳ οὖν σχόμενος ὁ Προμηθεὺς ἥντινα σωτηρίαν τῷ ἀνθρώπῳ εὕροι, κλέπτει Ἡφαίστου καὶ Ἀθηνᾶς τὴν ἔντεχνον σοφίαν σὺν πυρί—ἀμήχανον γὰρ ἦν ἄνευ πυρὸς αὐτὴν κτητήν τῳ ἢ χρησίμην γενέσθαι—καὶ οὕτω δὴ δωρεῖται ἀνθρώπῳ. τὴν μὲν οὖν περὶ τὸν βίον σοφίαν ἄνθρωπος ταύτῃ ἔσχεν, τὴν δὲ πολιτικὴν οὐκ εἶχεν· ἦν γὰρ παρὰ τῷ Διί. τῷ δὲ Προμηθεῖ εἰς μὲν τὴν ἀκρόπολιν τὴν τοῦ Διὸς οἴκησιν οὐκέτι ἐνεχώρει εἰσελθεῖν—πρὸς δὲ καὶ αἱ Διὸς φυλακαὶ φοβεραὶ ἦσαν—εἰς δὲ τὸ τῆς Ἀθηνᾶς καὶ Ἡφαίστου οἴκημα τὸ κοινόν, ἐν ᾧ ἐφιλοτεχνείτην, λαθὼν εἰσέρχεται, καὶ κλέψας τήν τε ἔμπυρον τέχνην τὴν τοῦ Ἡφαίστου καὶ τὴν ἄλλην τὴν τῆς Ἀθηνᾶς δίδωσιν ἀνθρώπῳ, καὶ ἐκ τούτου εὐπορία μὲν ἀνθρώπῳ τοῦ βίου γίγνεται, Προμηθέα δὲ διʼ Ἐπιμηθέα ὕστερον, ᾗπερ λέγεται, κλοπῆς δίκη μετῆλθεν.
すなわち、そのうちで体が小さいものには、空を飛ぶための翼や、地下の住処を配分しました。他方、体を大きくした種には、まさにその大きさによって、その生命を維持させました。こうして、彼は他のすべてのことも、均衡を保ちながら配分していきました。このような工夫を凝らしたのは、いかなる種族も絶滅してしまわないように用心したからです。そして、互いに滅ぼし合うことを防ぐ手段を十分に備えさせると、今度は気候への対策を工夫し、彼らに密生した毛や頑丈な皮膚をまとわせました。これらは冬を防ぐのに十分であり、暑さにも耐えることができ、また彼らが眠りにつくときには、まさにそれ自体が各自に備わった固有の、かつ生まれながらの寝具となるようなものでした。さらに、あるものには蹄を履かせ、あるものには頑丈で血の通わない皮膚を履かせました。その後、彼はそれぞれに異なる食物を提供しました。あるものには地から生える草を、あるものには木の果実を、またあるものには根を。そして、他の動物を捕食することを食物として与えたものもありました。そして捕食する側には過少な繁殖力を、彼らに捕食される側には多産な繁殖力を与え、種族としての存続を図りました。しかし、エピメテウスはそれほど賢くなかったため、自分が気づかないうちに、能力を理性のない動物たちにすべて使い果たしてしまいました。その結果、人間の種族だけが彼の手元に何の装備も与えられないまま残され、彼はどうしてよいか分からなくなってしまいました。彼が途方に暮れているところに、プロメテウスが配分の状況を検査しにやって来ました。そして見ると、他の動物たちはあらゆる点で行き届いた装備を持っているのに、人間だけは裸で、靴も履かず、寝具もなく、武器も持たない状態でした。しかも、人間もまた地中から地上へ出なければならない、定められた日がすでに迫っていました。そこで、人間を生き残らせるためにどのような手段を見出せばよいか、窮地に陥ったプロメテウスは、ヘパイストスとアテナから、火を伴った技術的知恵を盗み出しました。なぜなら、火がなければ、その知恵は誰にとっても手に入れることも役立てることも不可能だったからです。こうして、彼はそれを人間に授けました。人間は生活に関する知恵をこのようにして手に入れましたが、政治の知恵はまだ持っていませんでした。というのも、それはゼウスのもとにあったからです。そして、プロメテウスにとって、ゼウスの住処であるアクロポリスに入ることはもはや許されておらず、しかもゼウスの番兵たちは恐ろしいものでした。しかし、アテナとヘパイストスが共同で技術を研究していた、二人の共同の仕事場には、彼は気づかれずに入ることができました。そして、ヘパイストスの火を用いる技術と、アテナのその他の技術の双方を盗み出して人間に与えました。こうして、人間には生活の豊かさがもたらされたのですが、のちに、エピメテウスの不手際が原因で、言われているように、盗みの罪による処罰がプロメテウスに及ぶことになったのです。
- 320ἃ μὲν διδασκάλων εἴχετο
関係代名詞の中性複数形 ἃ が主語であるため、動詞 εἴχετο は3人称単数形を取る。動詞 ἔχομαι(中間態)に属格(διδασκάλων)が結合し、「〜に依存する」「〜にかかわる」という意味を表す。
- 320aἐάν που αὐτόματοι περιτύχωσιν
接続法 περιτύχωσιν を伴う ἐάν 節。単純な条件節ではなく、「もしや偶然に〜するかもしれないと(期待して、試みて)」という意図や期待を含んだ従属節として機能している。
- 321bἔστι δʼ οἷς
動詞の3人称単数 ἔστι と関係代名詞の与格複数 οἷς が融合した慣用表現(ラテン語の sunt quibus に相当)。「〜する者たちもいる」の意。
