§313ΣΩ. καὶ ἐγὼ εἶπον μετὰ τοῦτο· τί οὖν; οἶσθα εἰς οἷόν τινα κίνδυνον ἔρχῃ ὑποθήσων τὴν ψυχήν;
这之后我说:“那么,你是否知道,你正要把灵魂置于何等危险的境地?
ἢ εἰ μὲν τὸ σῶμα ἐπιτρέπειν σε ἔδει τῳ διακινδυνεύοντα ἢ χρηστὸν αὐτὸ γενέσθαι ἢ πονηρόν, πολλὰ ἂν περιεσκέψω εἴτʼ ἐπιτρεπτέον εἴτε οὔ, καὶ εἰς συμβουλὴν τούς τε φίλους ἂν παρεκάλεις καὶ τοὺς οἰκείους σκοπούμενος ἡμέρας συχνάς· ὃ δὲ περὶ πλείονος τοῦ σώματος ἡγῇ, τὴν ψυχήν, καὶ ἐν ᾧ πάντʼ ἐστὶν τὰ σὰ ἢ εὖ ἢ κακῶς πράττειν, χρηστοῦ ἢ πονηροῦ αὐτοῦ γενομένου, περὶ δὲ τούτου οὔτε τῷ πατρὶ οὔτε τῷ ἀδελφῷ ἐπεκοινώσω οὔτε ἡμῶν τῶν ἑταίρων οὐδενί, εἴτʼ ἐπιτρεπτέον εἴτε καὶ οὐ τῷ ἀφικομένῳ τούτῳ ξένῳ τὴν σὴν ψυχήν, ἀλλʼ ἑσπέρας ἀκούσας, ὡς φῄς, ὄρθριος ἥκων περὶ μὲν τούτου οὐδένα λόγον οὐδὲ συμβουλὴν ποιῇ, εἴτε χρὴ ἐπιτρέπειν σαυτὸν αὐτῷ εἴτε μή, ἕτοιμος δʼ εἶ ἀναλίσκειν τά τε σαυτοῦ καὶ τὰ τῶν φίλων χρήματα, ὡς ἤδη διεγνωκὼς ὅτι πάντως συνεστέον Πρωταγόρᾳ, ὃν οὔτε γιγνώσκεις, ὡς φῄς, οὔτε διείλεξαι οὐδεπώποτε, σοφιστὴν δʼ ὀνομάζεις, τὸν δὲ σοφιστὴν ὅτι ποτʼ ἔστιν φαίνῃ ἀγνοῶν, ᾧ μέλλεις σαυτὸν ἐπιτρέπειν;
如果需要你把身体托付给某人,冒险让它变得健康或糟糕,你会反复考虑是否应当托付,并且会召集朋友和亲属来商议,深思熟虑许多天;但是,对于你认为比身体更为珍贵的东西,即你的灵魂,以及你的所有事情是好是坏完全取决于它变得优秀还是糟糕的那个灵魂,你却既没有向父亲,也没有向兄弟,也没有向我们这些同伴中的任何一个人商量,是否应当把你的灵魂托付给这个刚到的外邦人;相反,正如你所说,你傍晚刚听说,清晨便跑了来,对于这件事情——是否应该把自己托付给他——你既没有进行任何探讨,也没有寻求任何建议,却随时准备花光你自己的和朋友们的财产,仿佛你已经断定无论如何都必须与普罗泰戈拉结交——而你既不认识他,如你所说,也从未与他交谈过,却称他为智者,而且你显然不知道,你准备把自己托付给他的这个智者究竟是什么?
—καὶ ὃς ἀκούσας,
ἔοικεν,
ἔφη,
ὦ Σώκρατες, ἐξ ὧν σὺ λέγεις.
”他听后说:“苏格拉底,从你所说的话来看,似乎确实如此。
—ἆρʼ οὖν, ὦ Ἱππόκρατες, ὁ σοφιστὴς τυγχάνει ὢν ἔμπορός τις ἢ κάπηλος τῶν ἀγωγίμων, ἀφʼ ὧν ψυχὴ τρέφεται;
”“那么,希波克拉底,智者难道不是某种批发商或零售商,贩卖那些滋养灵魂的商品吗?
φαίνεται γὰρ ἔμοιγε τοιοῦτός τις.
因为在我看来,他确实像这么一个人。
—
τρέφεται δέ, ὦ Σώκρατες, ψυχὴ τίνι;
”“但是,苏格拉底,灵魂是由什么来滋养的呢?
—μαθήμασιν δήπου, ἦν δʼ ἐγώ.
”“当然是知识,”我说。
καὶ ὅπως γε μή, ὦ ἑταῖρε, ὁ σοφιστὴς ἐπαινῶν ἃ πωλεῖ ἐξαπατήσῃ ἡμᾶς, ὥσπερ οἱ περὶ τὴν τοῦ σώματος τροφήν, ὁ ἔμπορός τε καὶ κάπηλος.
“而且千万要注意,朋友,别让智者在称赞他所卖的东西时欺骗了我们,就像那些经营身体食粮的批发商和零售商一样。
καὶ γὰρ οὗτοί που ὧν ἄγουσιν ἀγωγίμων οὔτε αὐτοὶ ἴσασιν ὅτι χρηστὸν ἢ πονηρὸν περὶ τὸ σῶμα, ἐπαινοῦσιν δὲ πάντα πωλοῦντες, οὔτε οἱ ὠνούμενοι παρʼ αὐτῶν, ἐὰν μή τις τύχῃ γυμναστικὸς ἢ ἰατρὸς ὤν.
因为这些人,我估计,对于他们所运载的商品,自己既不知道哪些对身体有利,哪些对身体有害——但在卖的时候却赞美一切——而向他们购买的人也同样不知道,除非某人恰好是体育教练或医生。
οὕτω δὲ καὶ οἱ τὰ μαθήματα περιάγοντες κατὰ τὰς πόλεις καὶ πωλοῦντες καὶ καπηλεύοντες τῷ ἀεὶ ἐπιθυμοῦντι ἐπαινοῦσιν μὲν πάντα ἃ πωλοῦσιν, τάχα δʼ ἄν τινες, ὦ ἄριστε, καὶ τούτων ἀγνοοῖεν ὧν πωλοῦσιν ὅτι χρηστὸν ἢ πονηρὸν πρὸς τὴν ψυχήν· ὡς δʼ αὕτως καὶ οἱ ὠνούμενοι παρʼ αὐτῶν, ἐὰν μή τις τύχῃ περὶ τὴν ψυχὴν αὖ ἰατρικὸς ὤν.
同样,那些在各个城市间巡回运送知识、向渴望它的人进行批发和零售的人,也称赞他们所卖的一切;然而,我优秀的家,这些人中大概也有一些人不知道他们所卖的东西中,哪些对于灵魂而言是好的,哪些是坏的;同样,向他们购买的人也是如此,除非其中有人恰好懂得关于灵魂的医术。
εἰ μὲν οὖν σὺ τυγχάνεις ἐπιστήμων τούτων τί χρηστὸν καὶ πονηρόν, ἀσφαλές σοι ὠνεῖσθαι μαθήματα καὶ παρὰ Πρωταγόρου καὶ παρʼ ἄλλου ὁτουοῦν· εἰ δὲ μή, ὅρα, ὦ μακάριε, μὴ περὶ τοῖς φιλτάτοις κυβεύῃς τε καὶ κινδυνεύῃς.
所以,如果你碰巧懂得这些事情中哪些是好的,哪些是坏的,那么你向普罗泰戈拉或任何其他人购买知识都是安全的;如果不然,注意啊,我亲爱的朋友,别拿你最珍贵的东西去下注和冒险。 ”