Humanitext Reader

柏拉图 · 普罗泰戈拉篇 §311-312

探讨向智者求学的目的与智者的本质

第 2 段,共 33 段 · 希腊语

内容简介

苏格拉底与希波克拉底计划拜访普罗泰戈拉,在前往的路上,苏格拉底向希波克拉底提出质问,探讨向智者学习的目的以及智者究竟是怎样的人。

§311ΣΩ. ἀλλὰ γάρ, ὦ Σώκρατες, πάντες τὸν ἄνδρα ἐπαινοῦσιν καί φασιν σοφώτατον εἶναι λέγειν·
苏格拉底: “但是,苏格拉底啊,大家都在赞赏那个人,并说他是最善于辞令的智者。
ἀλλὰ τί οὐ βαδίζομεν παρʼ αὐτόν, ἵνα ἔνδον καταλάβωμεν;
我们为什么不往他那里去,好在他还在屋里时逮住他呢?
καταλύει δʼ, ὡς ἐγὼ ἤκουσα, παρὰ Καλλίᾳ τῷ Ἱππονίκου·
我听说他借宿在希波尼科斯之子卡里亚斯家里。
ἀλλʼ ἴωμεν.
我们走吧。
καὶ ἐγὼ εἶπον·
” 他说。
μήπω, ἀγαθέ, ἐκεῖσε ἴωμεν—πρῲ γάρ ἐστιν—ἀλλὰ δεῦρο ἐξαναστῶμεν εἰς τὴν αὐλήν, καὶ περιιόντες αὐτοῦ διατρίψωμεν ἕως ἂν φῶς γένηται·
我便说: “我的好朋友,我们先别往那里去——因为时间还早——我们起步到这边的院子里去吧,在那里转转,消磨时间,直到天亮。
εἶτα ἴωμεν.
然后我们再去。
καὶ γὰρ τὰ πολλὰ Πρωταγόρας ἔνδον διατρίβει, ὥστε, θάρρει, καταληψόμεθα αὐτόν, ὡς τὸ εἰκός, ἔνδον.
因为普罗泰戈拉大部分时间都待在屋里,所以,放心吧,我们很可能在屋里逮住他。
μετὰ ταῦτα ἀναστάντες εἰς τὴν αὐλὴν περιῇμεν·
” 这之后,我们起身在院子里转悠。
καὶ ἐγὼ ἀποπειρώμενος τοῦ Ἱπποκράτους τῆς ῥώμης διεσκόπουν αὐτὸν καὶ ἠρώτων, εἰπέ μοι, ἔφην ἐγώ, ὦ Ἱππόκρατες, παρὰ Πρωταγόραν νῦν ἐπιχειρεῖς ἰέναι, ἀργύριον τελῶν ἐκείνῳ μισθὸν ὑπὲρ σεαυτοῦ, ὡς παρὰ τίνα ἀφιξόμενος καὶ τίς γενησόμενος;
我为了测试希波克拉底的决心,便仔细观察他并询道: “告诉我,希波克拉底,你现在着手去见普罗泰戈拉,准备支付他一笔钱作为你自己的学费,你是要去见一个怎样的人,你自己又打算成为一个怎样的人呢?
ὥσπερ ἂν εἰ ἐπενόεις παρὰ τὸν σαυτοῦ ὁμώνυμον ἐλθὼν Ἱπποκράτη τὸν Κῷον, τὸν τῶν Ἀσκληπιαδῶν, ἀργύριον τελεῖν ὑπὲρ σαυτοῦ μισθὸν ἐκείνῳ, εἴ τίς σε ἤρετο·
这就好比如果你打算去见和你同名的科斯岛人、阿斯克勒庇俄斯家族的希波克拉底,要支付他一笔钱作为你自己的学费,如果有人问你: ‘告诉我,希波克拉底,你打算付学费给希波克拉底,是把他看作一个怎样的人?
εἰπέ μοι, μέλλεις τελεῖν, ὦ Ἱππόκρατες, Ἱπποκράτει μισθὸν ὡς τίνι ὄντι;
’ 你会怎么回答?
τί ἂν ἀπεκρίνω; — εἶπον ἄν, ἔφη, ὅτι ὡς ἰατρῷ.
” “我会说,”他说,“把他看作医生。
— ὡς τίς γενησόμενος;
” “那你自己打算成为一个怎样的人呢?
— ὡς ἰατρός, ἔφη.
” “成为医生,”他说。
—εἰ δὲ παρὰ Πολύκλειτον τὸν Ἀργεῖον ἢ Φειδίαν τὸν Ἀθηναῖον ἐπενόεις ἀφικόμενος μισθὸν ὑπὲρ σαυτοῦ τελεῖν ἐκείνοις, εἴ τίς σε ἤρετο· τελεῖν τοῦτο τὸ ἀργύριον ὡς τίνι ὄντι ἐν νῷ ἔχεις Πολυκλείτῳ τε καὶ Φειδίᾳ;
“如果你打算去见阿耳戈斯人波留克列特斯或雅典人菲迪亚斯,支付给他们学费,如果有人问你: ‘你心里打算把这笔钱作为付给怎样的波留克列特斯和菲迪亚斯的学费?
τί ἂν ἀπεκρίνω;
’ 你会怎么回答?
— εἶπον ἂν ὡς ἀγαλματοποιοῖς.
” “我会说把他们看作雕刻家。
— ὡς τίς δὲ γενησόμενος αὐτός;
” “那你自己打算成为一个怎样的人呢?
— δῆλον ὅτι ἀγαλματοποιός.
” “显然是雕刻家。
—εἶεν, ἦν δʼ ἐγώ·
” “好极了,”我说。
παρὰ δὲ δὴ Πρωταγόραν νῦν ἀφικόμενοι ἐγώ τε καὶ σὺ ἀργύριον ἐκείνῳ μισθὸν ἕτοιμοι ἐσόμεθα τελεῖν ὑπὲρ σοῦ, ἂν μὲν ἐξικνῆται τὰ ἡμέτερα χρήματα καὶ τούτοις πείθωμεν αὐτόν, εἰ δὲ μή, καὶ τὰ τῶν φίλων προσαναλίσκοντες.
“但是现在,你和我准备去见普罗泰戈拉,随时准备为你支付他的学费。 如果我们的财产足够并能用这些钱说服他,那当然好;如果不够,我们甚至不惜耗尽朋友们的财产。
εἰ οὖν τις ἡμᾶς περὶ ταῦτα οὕτω σφόδρα σπουδάζοντας ἔροιτο· εἰπέ μοι, ὦ Σώκρατές τε καὶ Ἱππόκρατες, ὡς τίνι ὄντι τῷ Πρωταγόρᾳ ἐν νῷ ἔχετε χρήματα τελεῖν;
如果有人看到我们在这件事上如此热切,因而问我们: ‘告诉我,苏格拉底和希波克拉底,你们心里打算把普罗泰戈拉看作一个怎样的人来向他付钱?
τί ἂν αὐτῷ ἀποκριναίμεθα;
’ 我们该怎么回答他?
τί ὄνομα ἄλλο γε λεγόμενον περὶ Πρωταγόρου ἀκούομεν;
我们听到别人用什么名字来称呼普罗泰戈拉?
ὥσπερ περὶ Φειδίου ἀγαλματοποιὸν καὶ περὶ Ὁμήρου ποιητήν, τί τοιοῦτον περὶ Πρωταγόρου ἀκούομεν;
正如我们听到称菲迪亚斯为雕刻家、称荷马为诗人一样,我们听到称普罗泰戈拉为什么呢?
— σοφιστὴν δή τοι ὀνομάζουσί γε, ὦ Σώκρατες, τὸν ἄνδρα εἶναι, ἔφη.
” “大家确实称那个人为智者,苏格拉底,”他说。
—ὡς σοφιστῇ ἄρα ἐρχόμεθα τελοῦντες τὰ χρήματα;
“那么,我们去向他付钱,是把他看作智者吗?
— μάλιστα. —
” “当然。
§312ΣΩ. εἰ οὖν καὶ τοῦτό τίς σε προσέροιτο· αὐτὸς δὲ δὴ ὡς τίς γενησόμενος ἔρχῃ παρὰ τὸν Πρωταγόραν;
” 苏格拉底:“如果有人进一步问你这个问题: ‘你自己到底打算成为一个怎样的人,才去见普罗泰戈拉呢?
—καὶ ὃς εἶπεν ἐρυθριάσας—ἤδη γὰρ ὑπέφαινέν τι ἡμέρας, ὥστε καταφανῆ αὐτὸν γενέσθαι— εἰ μέν τι τοῖς ἔμπροσθεν ἔοικεν, δῆλον ὅτι σοφιστὴς γενησόμενος.
’” 他脸红着说——因为这时天已经微亮,足以让人看清他的脸色: “如果和前面的情况类似,显然是要成为一个智者。
—σὺ δέ, ἦν δʼ ἐγώ, πρὸς θεῶν, οὐκ ἂν αἰσχύνοιο εἰς τοὺς Ἕλληνας σαυτὸν σοφιστὴν παρέχων;
” “但你,”我说,“凭着诸神起誓,把自己作为一个智者呈现在希腊人面前,难道不觉得羞耻吗?
— νὴ τὸν Δία, ὦ Σώκρατες, εἴπερ γε ἃ διανοοῦμαι χρὴ λέγειν.
” “凭着宙斯起誓,是的,苏格拉底,如果我必须说出我心里真实的想法。
—ἀλλʼ ἄρα, ὦ Ἱππόκρατες, μὴ οὐ τοιαύτην ὑπολαμβάνεις σου τὴν παρὰ Πρωταγόρου μάθησιν ἔσεσθαι, ἀλλʼ οἵαπερ ἡ παρὰ τοῦ γραμματιστοῦ ἐγένετο καὶ κιθαριστοῦ καὶ παιδοτρίβου;
” “但是,希波克拉底,莫非你认为你从普罗泰戈拉那里学到的,不会是这种(职业性)学习,而更像是从文法教师、琴师和体育教师那里学到的那种?
τούτων γὰρ σὺ ἑκάστην οὐκ ἐπὶ τέχνῃ ἔμαθες, ὡς δημιουργὸς ἐσόμενος, ἀλλʼ ἐπὶ παιδείᾳ, ὡς τὸν ἰδιώτην καὶ τὸν ἐλεύθερον πρέπει.
因为你学习这每一门功课,都不是为了掌握一门技术以成为这行当的从业者,而是为了教养,因为这适合于一个普通人、一个自由人。
— πάνυ μὲν οὖν μοι δοκεῖ, ἔφη, τοιαύτη μᾶλλον εἶναι ἡ παρὰ Πρωταγόρου μάθησις.
” “非常对,”他说,“我倒觉得从普罗泰戈拉那里的学习更像是这一种。
οἶσθα οὖν ὃ μέλλεις νῦν πράττειν, ἤ σε λανθάνει;
” “那么你是否知道你现在将要做什么,还是你毫无察觉?
ἦν δʼ ἐγώ.
”我说。
— τοῦ πέρι;
“关于什么?
—ὅτι μέλλεις τὴν ψυχὴν τὴν σαυτοῦ παρασχεῖν θεραπεῦσαι ἀνδρί, ὡς φῄς, σοφιστῇ·
” “关于你打算把你自己的灵魂交给一个你所谓的智者去照料。
ὅτι δέ ποτε ὁ σοφιστής ἐστιν, θαυμάζοιμʼ ἂν εἰ οἶσθα.
但是,智者究竟是什么,如果你知道,我反而会感到惊奇。
καίτοι εἰ τοῦτʼ ἀγνοεῖς, οὐδὲ ὅτῳ παραδίδως τὴν ψυχὴν οἶσθα, οὔτʼ εἰ ἀγαθῷ οὔτʼ εἰ κακῷ πράγματι.
然而,如果你不知道这一点,你甚至连把自己的灵魂托付给谁都不知道,也不知道你托付给的是一件好事还是坏事。
— οἶμαί γʼ, ἔφη, εἰδέναι.
” “我想,”他说,“我是知道的。
—λέγε δή, τί ἡγῇ εἶναι τὸν σοφιστήν;
” “那么请说,你认为智者是什么?
— ἐγὼ μέν, ἦ δʼ ὅς, ὥσπερ τοὔνομα λέγει, τοῦτον εἶναι τὸν τῶν σοφῶν ἐπιστήμονα.
” “我,”他说,“正如这个名字所表明的,认为他是那些懂得聪明事理的人。
—οὐκοῦν, ἦν δʼ ἐγώ, τοῦτο μὲν ἔξεστι λέγειν καὶ περὶ ζωγράφων καὶ περὶ τεκτόνων, ὅτι οὗτοί εἰσιν οἱ τῶν σοφῶν ἐπιστήμονες·
” “那么,”我说,“这同样也可以用在画家和木匠身上,说他们是懂得聪明技术的人。
ἀλλʼ εἴ τις ἔροιτο ἡμᾶς, τῶν τί σοφῶν εἰσιν οἱ ζωγράφοι ἐπιστήμονες, εἴποιμεν ἄν που αὐτῷ ὅτι τῶν πρὸς τὴν ἀπεργασίαν τὴν τῶν εἰκόνων, καὶ τἆλλα οὕτως.
但是,如果有人问我们: ‘画家是懂得哪些聪明之事的? ’ 我们大概会回答他:是关于图像制作的事,其他行当也是如此。
εἰ δέ τις ἐκεῖνο ἔροιτο, ὁ δὲ σοφιστὴς τῶν τί σοφῶν ἐστιν;
但如果有人问: ‘那么智者是懂得哪些聪明之事的?
τί ἂν ἀποκρινοίμεθα αὐτῷ;
’ 我们该怎么回答他?
ποίας ἐργασίας ἐπιστάτης;
他是哪种制作的监督者?
— τί ἂν εἴποιμεν αὐτὸν εἶναι, ὦ Σώκρατες, ἢ ἐπιστάτην τοῦ ποιῆσαι δεινὸν λέγειν;
” “苏格拉底,我们除了说他是让人变得善于辞令的监督者之外,还能说什么呢?
—ἴσως ἄν, ἦν δʼ ἐγώ, ἀληθῆ λέγοιμεν, οὐ μέντοι ἱκανῶς γε·
” “也许,”我说,“我们会说对,但还不充分。
ἐρωτήσεως γὰρ ἔτι ἡ ἀπόκρισις ἡμῖν δεῖται, περὶ ὅτου ὁ σοφιστὴς δεινὸν ποιεῖ λέγειν·
因为这个回答还需要一个提问:智者在什么事情上使人善于辞令?
ὥσπερ ὁ κιθαριστὴς δεινὸν δήπου ποιεῖ λέγειν περὶ οὗπερ καὶ ἐπιστήμονα, περὶ κιθαρίσεως·
正如琴师在使人善于谈论他所懂得的事情——即关于弹琴上,对吧?
ἦ γάρ; — ναί.
” “是的。
—εἶεν·
” “好。
ὁ δὲ δὴ σοφιστὴς περὶ τίνος δεινὸν ποιεῖ λέγειν;
那么智者究竟在什么事情上使人善于辞令呢?
— δῆλον ὅτι περὶ οὗπερ καὶ ἐπίστασθαι; —εἰκός γε.
” “显然是在他自己所懂得的事情上。 ” “这是自然的。
τί δή ἐστιν τοῦτο περὶ οὗ αὐτός τε ἐπιστήμων ἐστὶν ὁ σοφιστὴς καὶ τὸν μαθητὴν ποιεῖ;
那么,究竟这件智者自己懂得并能使学生也懂得的事情是什么呢?
— μὰ Δίʼ, ἔφη, οὐκέτι ἔχω σοι λέγειν.
” “凭着宙斯起誓,”他说,“我再也无法回答你了。 ”

词汇与语法注释

  1. 311bὡς παρὰ τίνα ἀφιξόμενος καὶ τίς γενησόμενος — 连接词 ὡς 与将来时分词(ἀφιξόμενος 和 γενησόμενος)连用,表示主语的主观意图或目的。
  2. 312aμὴ οὐ τοιαύτην ὑπολαμβάνεις — μὴ 与否定词 οὐ 连用,后接直说语气现在时动词 ὑπολαμβάνεις,表示一种带有些许担忧的温和疑问,意为“你莫非不认为……吗?”。
  3. 312bἐπὶ τέχνῃ ... ἐπὶ παιδείᾳ — 介词 ἐπί 配合与格,表示行为的目的或意图。此处用于对比“以掌握专业技术(职业)为目的”的学习与“以教养为目的”的学习。
  4. 312cθαυμάζοιμʼ ἂν εἰ οἶσθα — 采用条件句形式(主句用 ἄν 搭配希求语气,条件从句用 εἰ 搭配直说语气),字面意为“如果你知道,我将感到惊讶”,这是一种委婉但强烈暗示对方其实并不知晓的惯用表达。

引用这一段

柏拉图, 普罗泰戈拉篇 §311-312. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:311-312

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。