§309ΕΤ. πόθεν, ὦ Σώκρατες, φαίνῃ;
友:苏格拉底,你从哪里来?
ἢ δῆλα δὴ ὅτι ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν;
莫非显然是从追逐阿尔西比亚德斯青春盛貌的狩猎中回来?
καὶ μήν μοι καὶ πρῴην ἰδόντι καλὸς μὲν ἐφαίνετο ἀνὴρ ἔτι, ἀνὴρ μέντοι, ὦ Σώκρατες, ὥς γʼ ἐν αὐτοῖς ἡμῖν εἰρῆσθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος.
其实,前天我见到他时,他看起来依然是个美男子,然而,苏格拉底,在我们私下里说,他已经是成年男子了,而且胡须也已经开始长出来了。
ΣΩ. εἶτα τί τοῦτο;
苏格拉底:那又怎样?
οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, ὃς ἔφη χαριεστάτην ἥβην εἶναι τοῦ πρῶτον ὑπηνήτου, ἣν νῦν Ἀλκιβιάδης ἔχει;
难道你不是荷马的赞美者吗? 荷马曾说,初生胡须之时的青春最为可爱,而这正是阿尔西比亚德斯如今的年纪。
ΕΤ. τί οὖν τὰ νῦν;
友:那么现在情况如何?
ἦ παρʼ ἐκείνου φαίνῃ;
你刚从他那里来吗?
καὶ πῶς πρός σε ὁ νεανίας διάκειται;
那个年轻人对你的态度如何?
ΣΩ. εὖ, ἔμοιγε ἔδοξεν, οὐχ ἥκιστα δὲ καὶ τῇ νῦν ἡμέρᾳ·
苏格拉底:很好,至少我觉得如此,尤其是今天。
καὶ γὰρ πολλὰ ὑπὲρ ἐμοῦ εἶπε βοηθῶν ἐμοί, καὶ οὖν καὶ ἄρτι ἀπʼ ἐκείνου ἔρχομαι.
因为他为我说了许多话,极力维护我,所以我正是刚刚从他那里来的。
ἄτοπον μέντοι τί σοι ἐθέλω εἰπεῖν· παρόντος γὰρ ἐκείνου, οὔτε προσεῖχον τὸν νοῦν, ἐπελανθανόμην τε αὐτοῦ θαμά.
不过,我想告诉你一件奇怪的事:虽然他在场,我却既没有把心思放在他身上,也常常忘记了他。
ΕΤ. καὶ τί ἂν γεγονὸς εἴη περὶ σὲ κἀκεῖνον τοσοῦτον πρᾶγμα;
友:你和他之间会发生了什么如此重大的事情?
οὐ γὰρ δήπου τινὶ καλλίονι ἐνέτυχες ἄλλῳ ἔν γε τῇδε τῇ πόλει.
因为在这个城邦里,你总不至于遇到了另外一个比他更美的人吧。
ΣΩ. καὶ πολύ γε.
苏格拉底:是的,而且美得多。
ΕΤ. τί φῄς;
友:你说什么?
ἀστῷ ἢ ξένῳ;
是公民还是外邦人?
ΣΩ. ξένῳ.
苏格拉底:外邦人。
ΕΤ. ποδαπῷ;
友:哪里人?
ΣΩ. Ἀβδηρίτῃ.
苏格拉底:阿布德拉人。
ΕΤ. καὶ οὕτω καλός τις ὁ ξένος ἔδοξέν σοι εἶναι, ὥστε τοῦ Κλεινίου ὑέος καλλίων σοι φανῆναι;
友:那个外邦人真的让你觉得如此美丽,以至于在你看来比克雷尼亚斯的儿子还要美吗?
ΣΩ. πῶς δʼ οὐ μέλλει, ὦ μακάριε, τὸ σοφώτατον κάλλιον φαίνεσθαι;
苏格拉底:我亲爱的朋友,这怎么可能不呢?
ΕΤ. ἀλλʼ ἦ σοφῷ τινι ἡμῖν, ὦ Σώκρατες, ἐντυχὼν πάρει;
最智慧的人难道不该显得更美吗? 友:那么,苏格拉底,你真的是遇到了某个智者,然后才来到我们这里的吗?
ΣΩ. σοφωτάτῳ μὲν οὖν δήπου τῶν γε νῦν, εἴ σοι δοκεῖ σοφώτατος εἶναι Πρωταγόρας.
苏格拉底:可以说是当今最智慧的人了,如果你也认为普罗泰戈拉是最智慧的人的话。
ΕΤ. ὢ τί λέγεις;
友:噢! 你说什么?
Πρωταγόρας ἐπιδεδήμηκεν;
普罗泰戈拉来这里了吗?
ΣΩ. τρίτην γε ἤδη ἡμέραν.
苏格拉底:已经第三天了。
ΕΤ. καὶ ἄρτι ἄρα ἐκείνῳ συγγεγονὼς ἥκεις;
友:那么你刚刚是从他那里会面回来吗?
§310ΣΩ. πάνυ γε, πολλὰ καὶ εἰπὼν καὶ ἀκούσας.
苏格拉底:正是如此,我跟他谈了许多,也听了许多。
ΕΤ. τί οὖν οὐ διηγήσω ἡμῖν τὴν συνουσίαν, εἰ μή σέ τι κωλύει, καθεζόμενος ἐνταυθί, ἐξαναστήσας τὸν παῖδα τουτονί;
友:那么,如果没有什么阻碍你,何不坐在这里,让这个孩子让个座,给我们讲讲会面的经过?
ΣΩ. πάνυ μὲν οὖν·
苏格拉底:当然可以。
καὶ χάριν γε εἴσομαι, ἐὰν ἀκούητε.
如果你们愿意听,我将非常感激。
ΕΤ. καὶ μὴν καὶ ἡμεῖς σοί, ἐὰν λέγῃς.
友:而如果我们听,我们也同样感激你。
ΣΩ. διπλῆ ἂν εἴη ἡ χάρις.
苏格拉底:那么这就是双重的感激了。
ἀλλʼ οὖν ἀκούετε.
好了,请听吧。
τῆς γὰρ παρελθούσης νυκτὸς ταυτησί, ἔτι βαθέος ὄρθρου, Ἱπποκράτης, ὁ Ἀπολλοδώρου ὑὸς Φάσωνος δὲ ἀδελφός, τὴν θύραν τῇ βακτηρίᾳ πάνυ σφόδρα ἔκρουε, καὶ ἐπειδὴ αὐτῷ ἀνέῳξέ τις, εὐθὺς εἴσω ᾔει ἐπειγόμενος, καὶ τῇ φωνῇ μέγα λέγων,
ὦ Σώκρατες,
ἔφη,
ἐγρήγορας ἢ καθεύδεις;
就在刚刚过去的这一夜,天还没亮,黎明尚深之时,阿波罗多洛斯之子、法松的兄弟希波克拉底,用他的手杖猛烈地敲我的门,一有人给他开门,他便立刻急匆匆地闯了进来,大声喊道: “噢,苏格拉底,” 他说, “你醒着还是睡着了?
καὶ ἐγὼ τὴν φωνὴν γνοὺς αὐτοῦ,
Ἱπποκράτης,
ἔφην,
οὗτος·
” 我听出他的声音,便说: “是希波克拉底啊!
μή τι νεώτερον ἀγγέλλεις;
我说:有什么新消息吗?
οὐδέν γʼ,
ἦ δʼ ὅς,
εἰ μὴ ἀγαθά γε.
” “没什么坏消息,” 他说, “全是好消息。
εὖ ἂν λέγοις,
ἦν δʼ ἐγώ· ἔστι δὲ τί, καὶ τοῦ ἕνεκα τηνικάδε ἀφίκου;
” “那真是太好了,” 我说, “是什么消息,你为何在这样的时刻到来?
Πρωταγόρας,
ἔφη,
ἥκει,
στὰς παρʼ ἐμοί.
” “普罗泰戈拉,” 他说, “来了! ” 他站在我身旁说道。
πρῴην,
ἔφην ἐγώ· σὺ δὲ ἄρτι πέπυσαι;
“那是前天的事了,” 我说, “你刚才听说吗?
νὴ τοὺς θεούς,
ἔφη,
ἑσπέρας γε.
” “指着诸神发誓,” 他说, “是昨晚才知道的!
καὶ ἅμα ἐπιψηλαφήσας τοῦ σκίμποδος ἐκαθέζετο παρὰ τοὺς πόδας μου, καὶ εἶπεν· ἑσπέρας δῆτα, μάλα γε ὀψὲ ἀφικόμενος ἐξ Οἰνόης.
” 与此同时,他摸索着床板,在我脚边坐下,说道: “确实是昨晚,我从奥诺埃回来得很晚。
ὁ γάρ τοι παῖς με ὁ Σάτυρος ἀπέδρα·
因为我的仆人萨提洛斯逃走了。
καὶ δῆτα μέλλων σοι φράζειν ὅτι διωξοίμην αὐτόν, ὑπό τινος ἄλλου ἐπελαθόμην.
我本来打算告诉你我要去追他,但因为别的事给忘了。
ἐπειδὴ δὲ ἦλθον καὶ δεδειπνηκότες ἦμεν καὶ ἐμέλλομεν ἀναπαύεσθαι, τότε μοι ἁδελφὸς λέγει ὅτι ἥκει Πρωταγόρας.
等我回来吃完晚饭,正准备休息时,我弟弟才告诉我普罗泰戈拉来了。
καὶ ἔτι μὲν ἐνεχείρησα εὐθὺς παρὰ σὲ ἰέναι, ἔπειτά μοι λίαν πόρρω ἔδοξε τῶν νυκτῶν εἶναι·
我当时就想马上到你这儿来,但后来觉得夜太深了。
ἐπειδὴ δὲ τάχιστά με ἐκ τοῦ κόπου ὁ ὕπνος ἀνῆκεν, εὐθὺς ἀναστὰς οὕτω δεῦρο ἐπορευόμην.
可当睡眠刚把我从疲劳中解脱出来,我立刻就起来,这样赶过来了。
καὶ ἐγὼ γιγνώσκων αὐτοῦ τὴν ἀνδρείαν καὶ τὴν πτοίησιν,
τί οὖν σοι,
ἦν δʼ ἐγώ,
τοῦτο;
” 我知道他的勇敢和那股狂热劲,便说: “这对你有什么影响呢?
μῶν τί σε ἀδικεῖ Πρωταγόρας;
我说:难道普罗泰戈拉侵犯了你的利益吗?
καὶ ὃς γελάσας,
νὴ τοὺς θεούς,
ἔφη,
ὦ Σώκρατες, ὅτι γε μόνος ἐστὶ σοφός, ἐμὲ δὲ οὐ ποιεῖ.
” 他笑了起来,说道: “指着诸神发誓,我说,苏格拉底,因为只有他一个人是智者,却不让我成为智者!
ἀλλὰ ναὶ μὰ Δία,
ἔφην ἐγώ,
ἂν αὐτῷ διδῷς ἀργύριον καὶ πείθῃς ἐκεῖνον, ποιήσει καὶ σὲ σοφόν.
” “但凭着宙斯起誓,” 我说, “如果你给他钱并说服他,他也会让你成为智者的。
εἰ γάρ,
ἦ δʼ ὅς,
ὦ Ζεῦ καὶ θεοί, ἐν τούτῳ εἴη·
” “但愿,” 他说, “噢,宙斯和诸神啊,只要在这一点上可行!
ὡς οὔτʼ ἂν τῶν ἐμῶν ἐπιλίποιμι οὐδὲν οὔτε τῶν φίλων·
那我绝不会吝惜我自己的财产,也不会吝惜朋友们的财产。
ἀλλʼ αὐτὰ ταῦτα καὶ νῦν ἥκω παρὰ σέ, ἵνα ὑπὲρ ἐμοῦ διαλεχθῇς αὐτῷ.
但我正是为了这个目的,现在来找你的,想请你替我去跟他谈谈。
ἐγὼ γὰρ ἅμα μὲν καὶ νεώτερός εἰμι, ἅμα δὲ οὐδὲ ἑώρακα Πρωταγόραν πώποτε οὐδʼ ἀκήκοα οὐδέν·
因为我一方面太年轻,另一方面也从没见过普罗泰戈拉,也没听过他讲学。
ἔτι γὰρ παῖς ἦ ὅτε τὸ πρότερον ἐπεδήμησε.
因为他上次来这里时,我还只是个孩子。 ”