← プラトン

プロタゴラス

§311-312

ソフィストへ弟子入りする目的の吟味

ソクラテスとヒッポクラテスはプロタゴラスを訪問することにし、道中でソクラテスはヒッポクラテスに、ソフィストに弟子入りする目的とソフィストの定義について問いかける。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§311

ΣΩ. ἀλλὰ γάρ, ὦ Σώκρατες, πάντες τὸν ἄνδρα ἐπαινοῦσιν καί φασιν σοφώτατον εἶναι λέγειν· ἀλλὰ τί οὐ βαδίζομεν παρʼ αὐτόν, ἵνα ἔνδον καταλάβωμεν; καταλύει δʼ, ὡς ἐγὼ ἤκουσα, παρὰ Καλλίᾳ τῷ Ἱππονίκου· ἀλλʼ ἴωμεν. καὶ ἐγὼ εἶπον· μήπω, ἀγαθέ, ἐκεῖσε ἴωμεν—πρῲ γάρ ἐστιν—ἀλλὰ δεῦρο ἐξαναστῶμεν εἰς τὴν αὐλήν, καὶ περιιόντες αὐτοῦ διατρίψωμεν ἕως ἂν φῶς γένηται· εἶτα ἴωμεν. καὶ γὰρ τὰ πολλὰ Πρωταγόρας ἔνδον διατρίβει, ὥστε, θάρρει, καταληψόμεθα αὐτόν, ὡς τὸ εἰκός, ἔνδον. μετὰ ταῦτα ἀναστάντες εἰς τὴν αὐλὴν περιῇμεν· καὶ ἐγὼ ἀποπειρώμενος τοῦ Ἱπποκράτους τῆς ῥώμης διεσκόπουν αὐτὸν καὶ ἠρώτων, εἰπέ μοι, ἔφην ἐγώ, ὦ Ἱππόκρατες, παρὰ Πρωταγόραν νῦν ἐπιχειρεῖς ἰέναι, ἀργύριον τελῶν ἐκείνῳ μισθὸν ὑπὲρ σεαυτοῦ, ὡς παρὰ τίνα ἀφιξόμενος καὶ τίς γενησόμενος;1 ὥσπερ ἂν εἰ ἐπενόεις παρὰ τὸν σαυτοῦ ὁμώνυμον ἐλθὼν Ἱπποκράτη τὸν Κῷον, τὸν τῶν Ἀσκληπιαδῶν, ἀργύριον τελεῖν ὑπὲρ σαυτοῦ μισθὸν ἐκείνῳ, εἴ τίς σε ἤρετο· εἰπέ μοι, μέλλεις τελεῖν, ὦ Ἱππόκρατες, Ἱπποκράτει μισθὸν ὡς τίνι ὄντι; τί ἂν ἀπεκρίνω;— εἶπον ἄν, ἔφη, ὅτι ὡς ἰατρῷ. — ὡς τίς γενησόμενος; — ὡς ἰατρός, ἔφη.—εἰ δὲ παρὰ Πολύκλειτον τὸν Ἀργεῖον ἢ Φειδίαν τὸν Ἀθηναῖον ἐπενόεις ἀφικόμενος μισθὸν ὑπὲρ σαυτοῦ τελεῖν ἐκείνοις, εἴ τίς σε ἤρετο· τελεῖν τοῦτο τὸ ἀργύριον ὡς τίνι ὄντι ἐν νῷ ἔχεις Πολυκλείτῳ τε καὶ Φειδίᾳ; τί ἂν ἀπεκρίνω;— εἶπον ἂν ὡς ἀγαλματοποιοῖς. — ὡς τίς δὲ γενησόμενος αὐτός; — δῆλον ὅτι ἀγαλματοποιός. —εἶεν, ἦν δʼ ἐγώ· παρὰ δὲ δὴ Πρωταγόραν νῦν ἀφικόμενοι ἐγώ τε καὶ σὺ ἀργύριον ἐκείνῳ μισθὸν ἕτοιμοι ἐσόμεθα τελεῖν ὑπὲρ σοῦ, ἂν μὲν ἐξικνῆται τὰ ἡμέτερα χρήματα καὶ τούτοις πείθωμεν αὐτόν, εἰ δὲ μή, καὶ τὰ τῶν φίλων προσαναλίσκοντες. εἰ οὖν τις ἡμᾶς περὶ ταῦτα οὕτω σφόδρα σπουδάζοντας ἔροιτο· εἰπέ μοι, ὦ Σώκρατές τε καὶ Ἱππόκρατες, ὡς τίνι ὄντι τῷ Πρωταγόρᾳ ἐν νῷ ἔχετε χρήματα τελεῖν; τί ἂν αὐτῷ ἀποκριναίμεθα; τί ὄνομα ἄλλο γε λεγόμενον περὶ Πρωταγόρου ἀκούομεν; ὥσπερ περὶ Φειδίου ἀγαλματοποιὸν καὶ περὶ Ὁμήρου ποιητήν, τί τοιοῦτον περὶ Πρωταγόρου ἀκούομεν;— σοφιστὴν δή τοι ὀνομάζουσί γε, ὦ Σώκρατες, τὸν ἄνδρα εἶναι, ἔφη.—ὡς σοφιστῇ ἄρα ἐρχόμεθα τελοῦντες τὰ χρήματα;— μάλιστα. —

ソクラテス: 「しかしながら、ソクラテスよ、誰もがその人物を称賛し、語ることに極めて知恵があると言っています。私たちはなぜ彼のところへ行って、彼が家の中にいるうちに捕まえないのでしょう。彼は、私が聞いたところでは、ヒッポニコスの子カリアスのところに滞在しています。さあ、行きましょう。」 そして私は言った。 「友よ、まだあそこへ行くのはよそう。まだ朝が早いから。むしろ、こちらに起きて中庭に行き、明るくなるまでそこを歩き回って時間を過ごそう。それから行こう。実際、プロタゴラスはたいてい室内にいるから、心配いらない、おそらく家の中で彼を捕まえられるだろう。」 その後、私たちは立ち上がって中庭を歩き回った。そして私はヒッポクラテスの気力を試そうとして、彼をじっくり観察し、問いかけた。 「教えておくれ、ヒッポクラテスよ、君は今、プロタゴラスのところへ行って彼に自分のために謝礼としてお金を支払おうとしているが、いったい誰のところへ行き、自分自身が何者になるつもりなのか。たとえば、もし君が自分の同名であるコオス島のアスクレピオスの一族ヒッポクラテスのところへ行って、自分のために彼に謝礼のお金を支払うことを考えていて、誰かが君に尋ねたとしたら。 『教えておくれ、ヒッポクラテス、君はヒッポクラテスに、彼が何者であるとして謝礼を支払うつもりなのか。』 君は何と答えるかね。」 「私は、医師としてだと答えるでしょう」と彼は言った。 「君自身は何者になるためかね。」 「医師になるためです」と彼は言った。 「では、もし君がアルゴス人のポリュクレイトスやアテナイ人のフェイディアスのところへ行って、彼らに自分のために謝礼を支払うことを考えていて、誰かが君に尋ねたとしたら。 『このお金を、ポリュクレイトスとフェイディアスが何者であるとして支払うつもりなのか。』 君は何と答えるかね。」 「彫刻家としてだと答えるでしょう。」 「では、君自身は何者になるためかね。」 「明らかに、彫刻家になるためです。」 「よろしい」と私は言った。「ところで今、プロタゴラスのところへ行って、私と君は彼に君のための謝礼としてお金を支払う用意がある。もし我々の財産で足りるなら、そしてそれで彼を説得できるなら。もし足りなければ、友人たちの財産をも使い果たしてでもね。そこで、もし誰かがこのように私たちがこのことに熱心になっているのを見て、尋ねたとしたら。 『教えておくれ、ソクラテスとヒッポクラテスよ、君たちはプロタゴラスが何者であるとして、お金を支払うつもりなのか。』 私たちは彼に何と答えようか。プロタゴラスについて語られる他のどんな名前を私たちは耳にしているだろう。たとえばフェイディアスについては彫刻家、ホメロスについては詩人と耳にするように、プロタゴラスについてはそのような何を耳にしているだろう。」 「人々はあの人をソフィストと呼んでいますよ、ソクラテス」と彼は言った。 「では、私たちはソフィストとして彼にお金を支払いに行くのだね。」 「その通りです。」

§312

ΣΩ. εἰ οὖν καὶ τοῦτό τίς σε προσέροιτο· αὐτὸς δὲ δὴ ὡς τίς γενησόμενος ἔρχῃ παρὰ τὸν Πρωταγόραν; —καὶ ὃς εἶπεν ἐρυθριάσας—ἤδη γὰρ ὑπέφαινέν τι ἡμέρας, ὥστε καταφανῆ αὐτὸν γενέσθαι— εἰ μέν τι τοῖς ἔμπροσθεν ἔοικεν, δῆλον ὅτι σοφιστὴς γενησόμενος. —σὺ δέ, ἦν δʼ ἐγώ, πρὸς θεῶν, οὐκ ἂν αἰσχύνοιο εἰς τοὺς Ἕλληνας σαυτὸν σοφιστὴν παρέχων;— νὴ τὸν Δία, ὦ Σώκρατες, εἴπερ γε ἃ διανοοῦμαι χρὴ λέγειν. —ἀλλʼ ἄρα, ὦ Ἱππόκρατες, μὴ οὐ τοιαύτην ὑπολαμβάνεις2 σου τὴν παρὰ Πρωταγόρου μάθησιν ἔσεσθαι, ἀλλʼ οἵαπερ ἡ παρὰ τοῦ γραμματιστοῦ ἐγένετο καὶ κιθαριστοῦ καὶ παιδοτρίβου; τούτων γὰρ σὺ ἑκάστην οὐκ ἐπὶ τέχνῃ ἔμαθες, ὡς δημιουργὸς ἐσόμενος, ἀλλʼ ἐπὶ παιδείᾳ,3 ὡς τὸν ἰδιώτην καὶ τὸν ἐλεύθερον πρέπει.— πάνυ μὲν οὖν μοι δοκεῖ, ἔφη, τοιαύτη μᾶλλον εἶναι ἡ παρὰ Πρωταγόρου μάθησις. οἶσθα οὖν ὃ μέλλεις νῦν πράττειν, ἤ σε λανθάνει; ἦν δʼ ἐγώ.— τοῦ πέρι; —ὅτι μέλλεις τὴν ψυχὴν τὴν σαυτοῦ παρασχεῖν θεραπεῦσαι ἀνδρί, ὡς φῄς, σοφιστῇ· ὅτι δέ ποτε ὁ σοφιστής ἐστιν, θαυμάζοιμʼ ἂν εἰ οἶσθα.4 καίτοι εἰ τοῦτʼ ἀγνοεῖς, οὐδὲ ὅτῳ παραδίδως τὴν ψυχὴν οἶσθα, οὔτʼ εἰ ἀγαθῷ οὔτʼ εἰ κακῷ πράγματι.— οἶμαί γʼ, ἔφη, εἰδέναι. —λέγε δή, τί ἡγῇ εἶναι τὸν σοφιστήν;— ἐγὼ μέν, ἦ δʼ ὅς, ὥσπερ τοὔνομα λέγει, τοῦτον εἶναι τὸν τῶν σοφῶν ἐπιστήμονα. —οὐκοῦν, ἦν δʼ ἐγώ, τοῦτο μὲν ἔξεστι λέγειν καὶ περὶ ζωγράφων καὶ περὶ τεκτόνων, ὅτι οὗτοί εἰσιν οἱ τῶν σοφῶν ἐπιστήμονες· ἀλλʼ εἴ τις ἔροιτο ἡμᾶς, τῶν τί σοφῶν εἰσιν οἱ ζωγράφοι ἐπιστήμονες, εἴποιμεν ἄν που αὐτῷ ὅτι τῶν πρὸς τὴν ἀπεργασίαν τὴν τῶν εἰκόνων, καὶ τἆλλα οὕτως. εἰ δέ τις ἐκεῖνο ἔροιτο, ὁ δὲ σοφιστὴς τῶν τί σοφῶν ἐστιν; τί ἂν ἀποκρινοίμεθα αὐτῷ; ποίας ἐργασίας ἐπιστάτης;— τί ἂν εἴποιμεν αὐτὸν εἶναι, ὦ Σώκρατες, ἢ ἐπιστάτην τοῦ ποιῆσαι δεινὸν λέγειν; —ἴσως ἄν, ἦν δʼ ἐγώ, ἀληθῆ λέγοιμεν, οὐ μέντοι ἱκανῶς γε· ἐρωτήσεως γὰρ ἔτι ἡ ἀπόκρισις ἡμῖν δεῖται, περὶ ὅτου ὁ σοφιστὴς δεινὸν ποιεῖ λέγειν· ὥσπερ ὁ κιθαριστὴς δεινὸν δήπου ποιεῖ λέγειν περὶ οὗπερ καὶ ἐπιστήμονα, περὶ κιθαρίσεως· ἦ γάρ;— ναί. —εἶεν· ὁ δὲ δὴ σοφιστὴς περὶ τίνος δεινὸν ποιεῖ λέγειν;— δῆλον ὅτι περὶ οὗπερ καὶ ἐπίστασθαι; —εἰκός γε. τί δή ἐστιν τοῦτο περὶ οὗ αὐτός τε ἐπιστήμων ἐστὶν ὁ σοφιστὴς καὶ τὸν μαθητὴν ποιεῖ;— μὰ Δίʼ, ἔφη, οὐκέτι ἔχω σοι λέγειν.

ソクラテス:「では、もし誰かがさらにこう尋ねたら。 『君自身は、いったい何者になるためにプロタゴラスのところへ行くのか。』」 すると彼は赤面して言った――すでに少し夜が明けてきて、彼の顔がはっきりと見えるようになっていた。 「もしこれまでの例に似ているなら、明らかにソフィストになるためです。」 「しかし君は」と私は言った。「神々にかけて、ギリシア人たちの前に自分をソフィストとして差し出すことを恥ずかしいとは思わないかね。」 「ゼウスにかけて、恥ずかしいです、ソクラテス。もし自分の思っていることを言わねばならないなら。」 「しかし、ヒッポクラテスよ、プロタゴラスからの学びは、そのようなものになるとは君は考えていないのではないか。むしろ、読み書きの教師や、たて琴の教師や、体育の教師から受けた学びのようなものではないか。というのも、君はこれらのうちのそれぞれを、技術(専門職)として将来その職人になるために学んだのではなく、教養として、素人や自由人にふさわしいものとして学んだのだから。」 「まさにその通り、プロタゴラスからの学びは、むしろそのようなものであると私には思われます」と彼は言った。 「では、君は自分が今何をしようとしているか知っているか、それとも気づいていないか。」と私は言った。 「何についてですか。」 「君は自分の魂を、君の言うところのソフィストという男に委ねて世話させようとしている。しかし、いったいソフィストとは何であるか、君が知っているとしたら驚きだ。しかし、もし君がこれを知らないなら、自分の魂を誰に委ねているのかも、それが良いことなのか悪いことなのかも、君は知らないことになる。」 「知っていると思います」と彼は言った。 「では言いなさい、ソフィストとは何であると君は考えているかね。」 「私は」と彼は言った。「その名前が示す通り、知恵ある事柄に通じた者であると考えます。」 「しかし」と私は言った。「これは画家についても大工についても言えることだ。彼らこそ知恵ある事柄に通じた者たちであると。しかし、もし誰かが私たちに、 『画家たちは、どのような知恵ある事柄に通じているのか。』 と尋ねたら、私たちは彼に、肖像画の制作に関する事柄、などと答えるだろう。では、もし誰かがこう尋ねたら、 『ソフィストは、どのような知恵ある事柄に通じているのか。』 私たちは彼に何と答えるだろう。どのような制作の監督者なのか。」 「ソクラテス、彼を、人を話上手にする監督者である、と言うほかに何があるでしょう。」 「おそらく」と私は言った。「私たちは真実を言うことになるだろうが、しかし十分ではない。なぜなら、その回答はさらに問いを必要とするからだ。ソフィストは何について話上手にさせるのか。たとえば、たて琴奏者は、自分が通じていること、すなわちたて琴の演奏について話上手にさせる。そうではないかね。」 「そうです。」 「よろしい。では、ソフィストは何について話上手にさせるのか。」 「明らかに、自分が知っていることについてでしょう。」 「当然だ。では、ソフィスト自身が知っていて、弟子にもそうさせるその事柄とは何だろう。」 「ゼウスにかけて」と彼は言った。「もうあなたに言うことができません。」

構文注4 件
  1. 311bὡς παρὰ τίνα ἀφιξόμενος καὶ τίς γενησόμενος

    接続詞 ὡς と未来分詞(ἀφιξόμενος および γενησόμενος)の結合により、主語の主観的な意図や目的を表している。

  2. 312aμὴ οὐ τοιαύτην ὑπολαμβάνεις

    疑念を示す μὴ に否定の οὐ が加わり、直説法現在動詞 ὑπολαμβάνεις が続くことで、「〜ではないと考えているのではないか」という、懸念を含んだ和らげられた疑問(あるいは否定的な推測)を表す。

  3. 312bἐπὶ τέχνῃ ... ἐπὶ παιδείᾳ

    前置詞 ἐπί +与格の組み合わせで、行為の目的や志向性を表す。ここでは「専門職(技能の習得)を目的として」学ぶことと「教養(人間形成)を目的として」学ぶことの対比が示されている。

  4. 312cθαυμάζοιμʼ ἂν εἰ οἶσθα

    「もし知っているなら私は驚くだろう」という条件文(ἄν +希求法、条件節に直説法)の形式を借りて、「君が知っているとはとても思えない(おそらく知らないだろう)」という強い疑念や否定的な見解を和らげて伝える慣用的な表現。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0059.tlg022.humanitext-grc2:311-312