§293ΣΩ. ἔγωγε οὖν καὶ αὐτός, ὦ Κρίτων, ἐπειδὴ ἐν ταύτῃ τῇ ἀπορίᾳ ἐνεπεπτώκη, πᾶσαν ἤδη φωνὴν ἠφίειν, δεόμενος τοῖν ξένοιν ὥσπερ Διοσκούρων ἐπικαλούμενος σῶσαι ἡμᾶς, ἐμέ τε καὶ τὸ μειράκιον, ἐκ τῆς τρικυμίας τοῦ λόγου, καὶ παντὶ τρόπῳ σπουδάσαι, καὶ σπουδάσαντας ἐπιδεῖξαι τίς ποτʼ ἐστὶν ἡ ἐπιστήμη ἧς τυχόντες ἂν καλῶς τὸν ἐπίλοιπον βίον διέλθοιμεν.
苏格拉底:“我自己也是,克里同,既然已经陷入了这种困境,当时就放声大喊,恳求这两位外邦人,就像呼唤狄奥斯库洛伊那样,祈求他们将我们——我和那个年轻人——从辩论的滔天巨浪中拯救出来,并无论如何都要认真对待,在认真之后,向我们展示出到底是什么知识,能让我们在获得它之后,得以美好地度过余生。
ΚΡ. τί οὖν;
” 克里同:“那么后来呢?
ἠθέλησέν τι ὑμῖν ἐπιδεῖξαι ὁ Εὐθύδημος;
尤苏戴莫斯愿意给你们展示点什么吗?
ΣΩ. πῶς γὰρ οὔ;
” 苏格拉底:“怎么会不愿意呢?
καὶ ἤρξατό γε, ὦ ἑταῖρε, πάνυ μεγαλοφρόνως τοῦ λόγου ὧδε—
πότερον δή σε,
ἔφη,
ὦ Σώκρατες, ταύτην τὴν ἐπιστήμην, περὶ ἣν πάλαι ἀπορεῖτε, διδάξω, ἢ ἐπιδείξω ἔχοντα;
而且,朋友,他确实非常高傲地这样开始了论述: ‘苏格拉底,’他说道,‘这门你们好久以来一直感到困惑的知识,我是应该教给你呢,还是应该向你展示你其实已经拥有了它?
ὦ μακάριε, ἦν δʼ ἐγώ, ἔστι δὲ ἐπὶ σοὶ τοῦτο;
’ ‘哎呀,我亲爱的人哪,’我说道,‘这真的是由你决定的吗?
πάνυ μὲν οὖν,
ἔφη.
’ ‘当然是的,’他说道。
ἐπίδειξον τοίνυν με νὴ Δίʼ, ἔφην ἐγώ, ἔχοντα·
‘那么,凭宙斯起誓,’我说道,‘请向我展示我已经拥有了它。
πολὺ γὰρ ῥᾷον ἢ μανθάνειν τηλικόνδε ἄνδρα.
因为这比起让我这个年纪的人去学习,要容易得多了。
φέρε δή μοι ἀπόκριναι,
ἔφη·
’ ‘那么,请回答我,’他说道,‘有什么是你所知道的吗?
ἔστιν ὅτι ἐπίστασαι; —πάνυ γε, ἦν δʼ ἐγώ, καὶ πολλά, σμικρά γε.
’ ——‘当然有,’我说道,‘而且有很多,不过都是些微不足道的事。
—
ἀρκεῖ,
ἔφη.
’―― ‘这就够了,’他说道。
ἆρʼ οὖν δοκεῖς οἷόν τέ τι τῶν ὄντων τοῦτο ὃ τυγχάνει ὄν, αὐτὸ τοῦτο μὴ εἶναι;
‘那么,你认为存在着的事物中,那个恰好存在着的某样事物,有可能自身不是它所是的那个东西吗?
—ἀλλὰ μὰ Δίʼ οὐκ ἔγωγε.
’ ——‘凭宙斯起誓,我绝对不这么认为。
—
οὐκοῦν σύ,
ἔφη,
ἐπίστασαί τι;
’―― ‘那么,’他说道,‘你知道某些事情,对吗?
—ἔγωγε.
’ ——‘是的。
—
οὐκοῦν ἐπιστήμων εἶ, εἴπερ ἐπίστασαι;
’―― ‘那么,既然你知道,你就是有知识的,对吗?
—πάνυ γε, τούτου γε αὐτοῦ.
’ ——‘当然,至少对这件知道的事而言是如此。
—
οὐδὲν διαφέρει·
’―― ‘这没有什么区别。
ἀλλʼ οὐκ ἀνάγκη σε ἔχει πάντα ἐπίστασθαι ἐπιστήμονά γε ὄντα;
但是,既然你是有知识的,你难道不必然知道一切吗?
—μὰ Δίʼ, ἔφην ἐγώ· ἐπεὶ πολλὰ ἄλλʼ οὐκ ἐπίσταμαι.
’ ——‘凭宙斯起誓,并非如此,’我说道,‘因为还有很多其他的事情我是不知道的。
—
οὐκοῦν εἴ τι μὴ ἐπίστασαι, οὐκ ἐπιστήμων εἶ.
’―― ‘那么,如果你有什么是不知道的,你就是无知识的。
—ἐκείνου γε, ὦ φίλε, ἦν δʼ ἐγώ.
’ ——‘至少对于那件不知道的事而言是如此,朋友,’我说道。
—
ἧττον οὖν τι,
ἔφη,
οὐκ ἐπιστήμων εἶ;
―― ‘那么,’他说道,‘你在任何程度上,不仍然是无知识的吗?
ἄρτι δὲ ἐπιστήμων ἔφησθα εἶναι·
可你刚才还说自己是有知识的。
καὶ οὕτως τυγχάνεις ὢν αὐτὸς οὗτος ὃς εἶ, καὶ αὖ πάλιν οὐκ εἶ, κατὰ ταὐτὰ ἅμα.
如此一来,你既是你自己所是的这个人,同时在同一方面,又不是这个人。
εἶεν, ἦν δʼ ἐγώ, Εὐθύδημε· τὸ γὰρ λεγόμενον, καλὰ δὴ παταγεῖς·
’ ‘好吧,尤苏戴莫斯,’我说道,‘正如俗话所说,你可真是敲打出了一阵漂亮的响声。
πῶς οὖν ἐπίσταμαι ἐκείνην τὴν ἐπιστήμην ἣν ἐζητοῦμεν;
那么,我到底是如何知道我们先前寻找的那门知识的呢?
ὡς δὴ τοῦτο ἀδύνατόν ἐστιν τὸ αὐτὸ εἶναί τε καὶ μή, εἴπερ ἓν ἐπίσταμαι, ἅπαντα ἐπίσταμαι—οὐ γὰρ ἂν εἴην ἐπιστήμων τε καὶ ἀνεπιστήμων ἅμα—ἐπεὶ δὲ πάντα ἐπίσταμαι, κἀκείνην δὴ τὴν ἐπιστήμην ἔχω·
既然同一事物既是又不是是不可能的,那么如果我知道一件事,我就知道了一切——因为我不可能同时既是有知识的又是无知识的——而既然我知道了一切,我也就拥有了那门知识。
ἆρα οὕτως λέγεις, καὶ τοῦτό ἐστιν τὸ σοφόν;
你就是这个意思吗? 这就是所谓的智慧所在吗?
αὐτὸς σαυτόν γε δὴ ἐξελέγχεις,
ἔφη,
ὦ Σώκρατες.
’ ‘是你自己在驳倒你自己,苏格拉底。 ’他说道。
τί δέ, ἦν δʼ ἐγώ, ὦ Εὐθύδημε, σὺ οὐ πέπονθας τοῦτο τὸ αὐτὸ πάθος;
‘但是,尤苏戴莫斯,’我说道,‘你难道不也处于这完全相同的境地吗?
ἐγὼ γάρ τοι μετὰ σοῦ ὁτιοῦν ἂν πάσχων καὶ μετὰ Διονυσοδώρου τοῦδε, φίλης κεφαλῆς, οὐκ ἂν πάνυ ἀγανακτοίην.
要知道,如果能和你,以及这里亲爱的狄奥尼索多洛斯一起遭受任何事情,我是绝对不会介意的。
εἰπέ μοι, σφὼ οὐχὶ τὰ μὲν ἐπίστασθον τῶν ὄντων, τὰ δὲ οὐκ ἐπίστασθον;
告诉我,你们俩难道不是对存在的事物中知道一些,而不知道另一些吗?
ἥκιστά γε,
ἔφη,
ὦ Σώκρατες,
ὁ Διονυσόδωρος.
’ ‘绝对不是这样,苏格拉底。 ’狄奥尼索多洛斯说道。
πῶς λέγετον; ἔφην ἐγώ·
‘你们怎么说?
ἀλλʼ οὐδὲν ἄρα ἐπίστασθον;
’我说道,‘那难道你们什么都不知道吗?
καὶ μάλα,
ἦ δʼ ὅς.
’ ‘恰恰相反,我们知道得很多,’他说道。