§292ΣΩ. τί δὲ ἡ ὑμετέρα τέχνη ἡ γεωργία;
苏格拉底:“那么,你们的技艺——农业又如何呢?
πάντων ἄρχουσα ὧν ἄρχει, τί ἀπεργάζεται;
在统治它所统治的一切的同时,它创造了什么?
οὐ τὴν τροφὴν ἂν φαίης τὴν ἐκ τῆς γῆς παρέχειν ἡμῖν;
你难道不会说是它为我们提供了来自大地的食物吗?
ΚΡ. ἔγωγε.
” 克里同:“我会的。
ΣΩ. τί δὲ ἡ βασιλικὴ πάντων ἄρχουσα ὧν ἄρχει;
” 苏格拉底:“那么,在统治它所统治的一切的同时,王者之术又创造了什么?
τί ἀπεργάζεται; ἴσως οὐ πάνυ γʼ εὐπορεῖς.
也许你并不十分能回答得上来。
ΚΡ. μὰ τὸν Δία, ὦ Σώκρατες.
” 克里同:“凭宙斯起誓,确实如此,苏格拉底。
ΣΩ. οὐδὲ γὰρ ἡμεῖς, ὦ Κρίτων·
” 苏格拉底:“因为我们也是这样,克里同。
ἀλλὰ τοσόνδε γε οἶσθα, ὅτι εἴπερ ἐστὶν αὕτη ἣν ἡμεῖς ζητοῦμεν, ὠφέλιμον αὐτὴν δεῖ εἶναι.
但你至少知道这一点:如果这确实是我们所寻找的,它就必须是有益的。
ΚΡ. πάνυ γε.
” 克里同:“当然。
ΣΩ. οὐκοῦν ἀγαθόν γέ τι δεῖ ἡμῖν αὐτὴν παραδιδόναι;
” 苏格拉底:“那么它不必须交给我们某种善的东西吗?
ΚΡ. ἀνάγκη, ὦ Σώκρατες.
” 克里同:“必然如此,苏格拉底。
ΣΩ. ἀγαθὸν δέ γέ που ὡμολογήσαμεν ἀλλήλοις ἐγώ τε καὶ Κλεινίας οὐδὲν εἶναι ἄλλο ἢ ἐπιστήμην τινά.
” 苏格拉底:“而且,我大概和克莱尼亚斯相互同意过,善不是别的,正是某种知识。
ΚΡ. ναί, οὕτως ἔλεγες.
” 克里同:“是的,你曾是这样说的。
ΣΩ. οὐκοῦν τὰ μὲν ἄλλα ἔργα, ἃ φαίη ἄν τις πολιτικῆς εἶναι—πολλὰ δέ που ταῦτʼ ἂν εἴη, οἷον πλουσίους τοὺς πολίτας παρέχειν καὶ ἐλευθέρους καὶ ἀστασιάστους—πάντα ταῦτα οὔτε κακὰ οὔτε ἀγαθὰ ἐφάνη, ἔδει δὲ σοφοὺς ποιεῖν καὶ ἐπιστήμης μεταδιδόναι, εἴπερ ἔμελλεν αὕτη εἶναι ἡ ὠφελοῦσά τε καὶ εὐδαίμονας ποιοῦσα.
” 苏格拉底:“因此,至于有人可能会说是属于政治术的其他成果——这些成果大概会有很多,比如使公民富有、自由、无内乱——所有这些都显得既非恶也非善。 相反,如果这门技艺真的要成为那带来益处并使人幸福的技艺,它就必须使人变得智慧并传授知识。
ΚΡ. ἔστι ταῦτα·
” 克里同:“正是如此。
τότε γοῦν οὕτως ὑμῖν ὡμολογήθη, ὡς σὺ τοὺς λόγους ἀπήγγειλας.
无论如何,当时在你们之间确实是这样同意的,正如你所转述的那些话一样。
ΣΩ. ἆρʼ οὖν ἡ βασιλικὴ σοφοὺς ποιεῖ τοὺς ἀνθρώπους καὶ ἀγαθούς;
” 苏格拉底:“那么,王者之术是否使人变得智慧和善呢?
ΚΡ. τί γὰρ κωλύει, ὦ Σώκρατες;
” 克里同:“有什么能阻止它呢,苏格拉底?
ΣΩ. ἀλλʼ ἆρα πάντας καὶ πάντα ἀγαθούς;
” 苏格拉底:“但它是使所有人在所有方面都变善吗?
καὶ πᾶσαν ἐπιστήμην, σκυτοτομικήν τε καὶ τεκτονικὴν καὶ τὰς ἄλλας ἁπάσας, αὕτη ἡ παραδιδοῦσά ἐστιν;
而且,难道正是它传授了制鞋术、木工术以及其他所有的一切知识吗?
ΚΡ. οὐκ οἶμαι ἔγωγε, ὦ Σώκρατες.
” 克里同:“我个人不这么认为,苏格拉底。
ΣΩ. ἀλλὰ τίνα δὴ ἐπιστήμην;
” 苏格拉底:“那么这到底是什么知识呢?
ᾗ τί χρησόμεθα;
我们拿它来派什么用处?
τῶν μὲν γὰρ ἔργων οὐδενὸς δεῖ αὐτὴν δημιουργὸν εἶναι τῶν μήτε κακῶν μήτε ἀγαθῶν, ἐπιστήμην δὲ παραδιδόναι μηδεμίαν ἄλλην ἢ αὐτὴν ἑαυτήν.
因为对于那些既非恶也非善的任何成果,它决不能充当其制造者,并且除了它自身之外,它不能传授任何其他知识。
λέγωμεν δὴ οὖν τίς ποτέ ἐστιν αὕτη, ᾗ τί χρησόμεθα;
那么,让我们来说说这到底是什么,我们拿它来做什么。
βούλει φῶμεν, ὦ Κρίτων, ᾗ ἄλλους ἀγαθοὺς ποιήσομεν;
克里同,你希望我们说,这就是我们借以使别人变善的知识吗?
ΚΡ. πάνυ γε.
” 克里同:“当然。
ΣΩ. οἳ τί ἔσονται ἡμῖν ἀγαθοὶ καὶ τί χρήσιμοι;
” 苏格拉底:“而那些变善的人对我们来说,在什么方面是善的,又在什么方面是有用的?
ἢ ἔτι λέγωμεν ὅτι ἄλλους ποιήσουσιν, οἱ δὲ ἄλλοι ἐκεῖνοι ἄλλους;
还是说,我们还要继续说,他们会使其他人变善,而那些其他人又会使另外的人变善吗?
ὅτι δέ ποτε ἀγαθοί εἰσιν, οὐδαμοῦ ἡμῖν φαίνονται, ἐπειδήπερ τὰ ἔργα τὰ λεγόμενα εἶναι τῆς πολιτικῆς ἠτιμάσαμεν, ἀλλʼ ἀτεχνῶς τὸ λεγόμενον ὁ Διὸς Κόρινθος γίγνεται, καὶ ὅπερ ἔλεγον, τοῦ ἴσου ἡμῖν ἐνδεῖ ἢ ἔτι πλέονος πρὸς τὸ εἰδέναι τίς ποτέ ἐστιν ἡ ἐπιστήμη ἐκείνη ἣ ἡμᾶς εὐδαίμονας ποιήσει;
但他们到底在什么方面是善的,我们却完全看不到,因为我们已经否定了那些被称为政治术成果的东西。 于是,这简直就成了俗话所说的‘宙斯之子科林托斯’,而且正如我所说的,为了知道那能让我们幸福的知识究竟是什么,我们是不是还缺少同样多、甚至更多的东西呢?
ΚΡ. νὴ τὸν Δία, ὦ Σώκρατες, εἰς πολλήν γε ἀπορίαν, ὡς ἔοικεν, ἀφίκεσθε.
” 克里同:“凭宙斯起誓,苏格拉底,看来你们确实陷入了极大的困境。 ”