§289ΣΩ. ἀλλὰ τὸ πρότερον, ἦν δʼ ἐγώ, τοῦτό γε ἐξηλέγξαμεν, ὅτι οὐδὲν πλέον, οὐδʼ εἰ ἄνευ πραγμάτων καὶ τοῦ ὀρύττειν τὴν γῆν τὸ πᾶν ἡμῖν χρυσίον γένοιτο· ὥστε οὐδʼ εἰ τὰς πέτρας χρυσᾶς ἐπισταίμεθα ποιεῖν, οὐδενὸς ἂν ἀξία ἡ ἐπιστήμη εἴη.
苏格拉底:“但是,”我说道,“我们先前已经反驳过这一点了,即:即使所有的黄金都在没有任何麻烦、也无需挖掘土地的情况下归我们所有,也没有任何额外的好处;因此,即使我们懂得如何把石头变成黄金,这种知识也毫无价值。
εἰ γὰρ μὴ καὶ χρῆσθαι ἐπιστησόμεθα τῷ χρυσίῳ, οὐδὲν ὄφελος αὐτοῦ ἐφάνη ὄν· ἢ οὐ μέμνησαι;
因为如果我们不同时懂得如何使用这黄金,它就显得没有任何益处;难道你不记得了吗?
ἔφην ἐγώ.
”我说道。
—
πάνυ γʼ,
ἔφη, μέμνημαι.
“当然,”他说道,“我记得。
—οὐδέ γε, ὡς ἔοικε, τῆς ἄλλης ἐπιστήμης ὄφελος γίγνεται οὐδέν, οὔτε χρηματιστικῆς οὔτε ἰατρικῆς οὔτε ἄλλης οὐδεμιᾶς, ἥτις ποιεῖν τι ἐπίσταται, χρῆσθαι δὲ μὴ ᾧ ἂν ποιήσῃ·
” “而且,看来从任何其他知识中也都得不到任何益处,无论是由此赚钱的技艺、医术,还是任何其他只懂得制作某物、却不懂得如何使用其所制之物的知识;难道不是这样吗?
οὐχ οὕτως; —συνέφη.
” 他表示同意。
—οὐδέ γε εἴ τις ἔστιν ἐπιστήμη ὥστε ἀθανάτους ποιεῖν, ἄνευ τοῦ ἐπίστασθαι τῇ ἀθανασίᾳ χρῆσθαι οὐδὲ ταύτης ἔοικεν ὄφελος οὐδέν, εἴ τι δεῖ τοῖς πρόσθεν ὡμολογημένοις τεκμαίρεσθαι.
“而且,即使有某种知识能够使人长生不老,但如果不懂得如何使用这种长生不老,那么,如果必须要根据我们之前的协议来推断,这种知识看来也同样没有任何益处。
—συνεδόκει ἡμῖν πάντα ταῦτα.
” 所有这些我们都达成了一致。
—τοιαύτης τινὸς ἄρα ἡμῖν ἐπιστήμης δεῖ, ὦ καλὲ παῖ, ἦν δʼ ἐγώ, ἐν ᾗ συμπέπτωκεν ἅμα τό τε ποιεῖν καὶ τὸ ἐπίστασθαι χρῆσθαι τούτῳ ὃ ἂν ποιῇ.
“那么,我美丽的孩子,”我说道,“我们需要某种这样的知识,在其中,制作与懂得如何使用其所制作的东西这两者,恰好同时结合在一起。
—
φαίνεται,
ἔφη.
” “看来是的,”他说道。
—πολλοῦ ἄρα δεῖ, ὡς ἔοικεν, ἡμᾶς λυροποιοὺς δεῖν εἶναι καὶ τοιαύτης τινὸς ἐπιστήμης ἐπηβόλους.
“那么,看来我们远不需要成为制琴师,也远不需要掌握这样一种知识。
ἐνταῦθα γὰρ δὴ χωρὶς μὲν ἡ ποιοῦσα τέχνη, χωρὶς δὲ ἡ χρωμένη διῄρηται τοῦ αὐτοῦ πέρι· ἡ γὰρ λυροποιικὴ καὶ ἡ κιθαριστικὴ πολὺ διαφέρετον ἀλλήλοιν.
因为在这一领域,制作的技艺与使用的技艺针对同一事物是彼此分开的;因为制琴术与弹琴术彼此大不相同。
οὐχ οὕτως;
不是这样吗?
—συνέφη.
” 他表示同意。
—οὐδὲ μὴν αὐλοποιικῆς γε δῆλον ὅτι δεόμεθα· καὶ γὰρ αὕτη ἑτέρα τοιαύτη.
“当然,显然我们也并不需要制笛术;因为这同样也是另一个类似的例子。
—συνεδόκει.
” 大家一致同意。
—ἀλλὰ πρὸς θεῶν, ἔφην ἐγώ, εἰ τὴν λογοποιικὴν τέχνην μάθοιμεν, ἆρά ἐστιν αὕτη ἣν ἔδει κεκτημένους ἡμᾶς εὐδαίμονας εἶναι;
“但是,凭诸神起誓,”我说道,“如果我们学习撰写言论的技艺,难道这就是我们所应当获得的、从而使我们幸福的知识吗?
—
οὐκ οἶμαι,
ἔφη,
ἐγώ,
ὁ Κλεινίας ὑπολαβών.
” 克莱尼亚斯插话道:“我不这么认为。
τίνι τεκμηρίῳ, ἦν δʼ ἐγώ, χρῇ;
” “你用什么证据呢? ”我说道。
ὁρῶ,
ἔφη,
τινὰς λογοποιούς, οἳ τοῖς ἰδίοις λόγοις, οἷς αὐτοὶ ποιοῦσιν, οὐκ ἐπίστανται χρῆσθαι, ὥσπερ οἱ λυροποιοὶ ταῖς λύραις, ἀλλὰ καὶ ἐνταῦθα ἄλλοι δυνατοὶ χρῆσθαι οἷς ἐκεῖνοι ἠργάσαντο, οἱ λογοποιεῖν αὐτοὶ ἀδύνατοι·
“我看到,”他说道,“有些言论撰写家,他们不懂得如何使用他们自己所撰写的言论,就像制琴师不会弹琴一样;相反,在这一领域,其他无法自己撰写言论的人,却能够很好地使用那些人所制作出来的东西。
δῆλον οὖν ὅτι καὶ περὶ λόγους χωρὶς ἡ τοῦ ποιεῖν τέχνη καὶ ἡ τοῦ χρῆσθαι.
因此,显然在言论方面,制作的技艺与使用的技艺也是分开的。
ἱκανόν μοι δοκεῖς, ἔφην ἐγώ, τεκμήριον λέγειν, ὅτι οὐχ αὕτη ἐστὶν ἡ τῶν λογοποιῶν τέχνη, ἣν ἂν κτησάμενός τις εὐδαίμων εἴη.
” “在我看来,你提出了充足的证据,”我说道,“证明这种言论撰写家的技艺并不是一个人获得后就能变得幸福的。
καίτοι ἐγὼ ᾤμην ἐνταῦθά που φανήσεσθαι τὴν ἐπιστήμην ἣν δὴ πάλαι ζητοῦμεν.
然而,我本来以为,在这个地方大概会显现出我们寻找已久的知识。
καὶ γάρ μοι οἵ τε ἄνδρες αὐτοὶ οἱ λογοποιοί, ὅταν συγγένωμαι αὐτοῖς, ὑπέρσοφοι, ὦ Κλεινία, δοκοῦσιν εἶναι, καὶ αὐτὴ ἡ τέχνη αὐτῶν θεσπεσία τις καὶ ὑψηλή.
因为,克莱尼亚斯啊,这些言论撰写家本人,当我和他们交往时,在我看来是极其有智慧的,而他们这种技艺本身也是某种神圣而高超的东西。
καὶ μέντοι οὐδὲν θαυμαστόν· ἔστι γὰρ τῆς τῶν ἐπῳδῶν τέχνης μόριον μικρῷ τε ἐκείνης ὑποδεεστέρα.
不过,这也并不奇怪;因为它是魔咒技艺的一部分,仅仅比那一种稍微逊色一点而已。 ”