§281ΣΩ. καλῶς γε, ἦν δʼ ἐγώ, λέγεις.
ソクラテス:「君の言う通りだ」と私は言った。
πλέον γάρ που οἶμαι θάτερόν ἐστιν, ἐάν τις χρῆται ὁτῳοῦν μὴ ὀρθῶς πράγματι ἢ ἐὰν ἐᾷ·
「というのも、もし人がいかなるものであれ正しく使わないとすれば、それをそのままにしておくよりも(悪いことの度合いが)より大きいと思うからだ。
τὸ μὲν γὰρ κακόν, τὸ δὲ οὔτε κακὸν οὔτε ἀγαθόν.
前者は悪いことであり、後者は良くも悪くもないのだから。
ἢ οὐχ οὕτω φαμέν; —συνεχώρει.
それとも、私たちはそう言わないだろうか」――彼は同意した。
—τί οὖν;
――「ではどうだろう。
ἐν τῇ ἐργασίᾳ τε καὶ χρήσει τῇ περὶ τὰ ξύλα μῶν ἄλλο τί ἐστιν τὸ ἀπεργαζόμενον ὀρθῶς χρῆσθαι ἢ ἐπιστήμη ἡ τεκτονική; —
οὐ δῆτα,
ἔφη.
木材に関する加工や使用において、正しい使用をもたらすものは、大工の知識(技術)以外の何かだろうか」―― 「決してそうではありません」と彼は言った。
—ἀλλὰ μήν που καὶ ἐν τῇ περὶ τὰ σκεύη ἐργασίᾳ τὸ ὀρθῶς ἐπιστήμη ἐστὶν ἡ ἀπεργαζομένη. —συνέφη.
――「しかしまた、道具に関する加工においても、正しい(使用・製作)をもたらすものは知識であるね」――彼は同意した。
—ἆρʼ οὖν, ἦν δʼ ἐγώ, καὶ περὶ τὴν χρείαν ὧν ἐλέγομεν τὸ πρῶτον τῶν ἀγαθῶν, πλούτου τε καὶ ὑγιείας καὶ κάλλους, τὸ ὀρθῶς πᾶσι τοῖς τοιούτοις χρῆσθαι ἐπιστήμη ἦν ἡγουμένη καὶ κατορθοῦσα τὴν πρᾶξιν, ἢ ἄλλο τι; —
ἐπιστήμη,
ἦ δʼ ὅς.
――「それなら」と私は言った。 「私たちが最初に良いものだと言っていたもの、すなわち富や健康や美の使用についても、これらすべてのものを正しく使用することを導き、その行為を成功に導くものは、知識であるのか、それとも別の何かだろうか」―― 「知識です」と彼は言った。
—οὐ μόνον ἄρα εὐτυχίαν ἀλλὰ καὶ εὐπραγίαν, ὡς ἔοικεν, ἡ ἐπιστήμη παρέχει τοῖς ἀνθρώποις ἐν πάσῃ κτήσει τε καὶ πράξει. —ὡμολόγει.
――「すると、どうやら知識は、あらゆる所有と行為において、人々に幸運だけでなく、善い行い(成功)をも提供するのだね」――彼は合意した。
—ἆρʼ οὖν ὦ πρὸς Διός, ἦν δʼ ἐγώ, ὄφελός τι τῶν ἄλλων κτημάτων ἄνευ φρονήσεως καὶ σοφίας;
――「それなら、ゼウスにかけて」と私は言った。 「思慮や知恵がないのに、他の所有物に何か益があるだろうか。
ἆρά γε ἂν ὄναιτο ἄνθρωπος πολλὰ κεκτημένος καὶ πολλὰ πράττων νοῦν μὴ ἔχων, ἢ μᾶλλον ὀλίγα νοῦν ἔχων;
多くのものを所有し、多くのことを行いながらも、知性のない人間が何か得をすることがあるだろうか。 それとも、知性があって少しのものを持つ人の方が得をするだろうか。
ὧδε δὲ σκόπει·
次のように考えてみなさい。
οὐκ ἐλάττω πράττων ἐλάττω ἂν ἐξαμαρτάνοι, ἐλάττω δὲ ἁμαρτάνων ἧττον ἂν κακῶς πράττοι, ἧττον δὲ κακῶς πράττων ἄθλιος ἧττον ἂν εἴη; —
πάνυ γʼ,
ἔφη.
行うことがより少ない方が、誤ることもより少なく、誤ることがより少ない方が、悪く行うこともより少なく、悪く行うことがより少ない方が、より惨めではないのではないか」―― 「全くその通りです」と彼は言った。
—πότερον οὖν ἂν μᾶλλον ἐλάττω τις πράττοι πένης ὢν ἢ πλούσιος; —
πένης,
ἔφη.
――「では、貧しいときと、裕福なときとでは、どちらがより行うことが少なくなるだろうか」―― 「貧しいときです」と彼は言った。
—πότερον δὲ ἀσθενὴς ἢ ἰσχυρός; —
ἀσθενής. —πότερον δὲ ἔντιμος ἢ ἄτιμος; —
ἄτιμος. —πότερον δὲ ἀνδρεῖος ὢν καὶ σώφρων ἐλάττω ἂν πράττοι ἢ δειλός; —
δειλός. —οὐκοῦν καὶ ἀργὸς μᾶλλον ἢ ἐργάτης; —συνεχώρει.
――「では、弱いときか、強いときか」―― 「弱いときです」 ――「では、名誉ある地位にあるときか、不名誉なときか」―― 「不名誉なときです」 ――「では、勇敢で節制があるときの方が、臆病なときよりも行うことが少なくて済むだろうか、それとも臆病なときか」―― 「臆病なときです」 ――「それなら、怠け者の方が、働き者よりも(行うことが少ない)ではないかね」――彼は同意した。
—καὶ βραδὺς μᾶλλον ἢ ταχύς, καὶ ἀμβλὺ ὁρῶν καὶ ἀκούων μᾶλλον ἢ ὀξύ; —πάντα τὰ τοιαῦτα συνεχωροῦμεν ἀλλήλοις.
――「そして、遅い人の方が、速い人よりも、また、目や耳の鈍い人の方が、鋭い人よりも(行うことが少ない)ではないかね」――私たちはこうしたすべてのことに互いに同意した。
—ἐν κεφαλαίῳ δʼ, ἔφην, ὦ Κλεινία, κινδυνεύει σύμπαντα ἃ τὸ πρῶτον ἔφαμεν ἀγαθὰ εἶναι, οὐ περὶ τούτου ὁ λόγος αὐτοῖς εἶναι, ὅπως αὐτά γε καθʼ αὑτὰ πέφυκεν ἀγαθὰ, ἀλλʼ ὡς ἔοικεν ὧδʼ ἔχει·
――「要するに」と私は言った。 「クレイニアスよ、私たちが最初に良いものだと言ったすべてのものは、それ自体が本性上良いものであるかどうかということが問題なのではなく、どうやら次のようなことになっているらしい。
ἐὰν μὲν αὐτῶν ἡγῆται ἀμαθία, μείζω κακὰ εἶναι τῶν ἐναντίων, ὅσῳ δυνατώτερα ὑπηρετεῖν τῷ ἡγουμένῳ κακῷ ὄντι, ἐὰν δὲ φρόνησίς τε καὶ σοφία, μείζω ἀγαθά, αὐτὰ δὲ καθʼ αὑτὰ οὐδέτερα αὐτῶν οὐδενὸς ἄξια εἶναι. —
φαίνεται,
ἔφη,
ὡς ἔοικεν, οὕτως, ὡς σὺ λέγεις.
すなわち、もし無知がそれらを導くならば、それは導き手たる悪(無知)に仕える能力がより大きい分だけ、その反対のものよりも大きな悪となり、もし思慮と知恵が導くならば、より大きな善となるが、それ自体だけでは、それらのうちのどれも価値を持たない、ということなのだ」―― 「どうやら、本当におっしゃる通りのようです」と彼は言った。
—τί οὖν ἡμῖν συμβαίνει ἐκ τῶν εἰρημένων;
――「では、これまでに述べられたことから何が結論されるだろうか。
ἄλλο τι ἢ τῶν μὲν ἄλλων οὐδὲν ὂν οὔτε ἀγαθὸν οὔτε κακόν, τούτοιν δὲ δυοῖν ὄντοιν ἡ μὲν σοφία ἀγαθόν, ἡ δὲ ἀμαθία κακόν; —ὡμολόγει.
他のものは何一つ良くも悪くもなく、この二つのもの、すなわち知恵が善であり、無知が悪であるということ以外の何かだろうか」――彼は合意した。