Humanitext Reader

柏拉图 · 尤西德莫斯篇 §282-283

勉励从事哲学与迪奥尼索多洛斯的新诡辩

第 8 段,共 25 段 · 希腊语

内容简介

苏格拉底阐述了智慧的重要性和哲学的必要性,并得到了克莱尼亚斯的同意。随后,迪奥尼索多洛斯重开对话,并用诡辩激怒了克特西波斯,他声称希望无知的克莱尼亚斯变得有智慧就等于希望他死。

§282ΣΩ. ἔτι τοίνυν, ἔφην, τὸ λοιπὸν ἐπισκεψώμεθα.
苏格拉底:“此外,那么,”我说道,“让我们探讨剩下的部分。
ἐπειδὴ εὐδαίμονες μὲν εἶναι προθυμούμεθα πάντες, ἐφάνημεν δὲ τοιοῦτοι γιγνόμενοι ἐκ τοῦ χρῆσθαί τε τοῖς πράγμασιν καὶ ὀρθῶς χρῆσθαι, τὴν δὲ ὀρθότητα καὶ εὐτυχίαν ἐπιστήμη ἦν ἡ παρέχουσα, δεῖ δή, ὡς ἔοικεν, ἐκ παντὸς τρόπου ἅπαντα ἄνδρα τοῦτο παρασκευάζεσθαι, ὅπως ὡς σοφώτατος ἔσται·
既然我们大家都渴望幸福,而且我们表现出是通过使用事物并且正确地使用它们而变得如此,而提供正确性和好运的是知识,那么,看来每个人都必须以各种方式做好准备,以便使自己尽可能地有智慧。
ἢ οὔ;
难道不是吗?
— ναί, ἔφη.
”—— 克莱尼亚斯:“是的,”他说道。
—καὶ παρὰ πατρός γε δήπου τοῦτο οἰόμενον δεῖν παραλαμβάνειν πολὺ μᾶλλον ἢ χρήματα, καὶ παρʼ ἐπιτρόπων καὶ φίλων τῶν τε ἄλλων καὶ τῶν φασκόντων ἐραστῶν εἶναι, καὶ ξένων καὶ πολιτῶν, δεόμενον καὶ ἱκετεύοντα σοφίας μεταδιδόναι, οὐδὲν αἰσχρόν, ὦ Κλεινία, οὐδὲ νεμεσητὸν ἕνεκα τούτου ὑπηρετεῖν καὶ δουλεύειν καὶ ἐραστῇ καὶ παντὶ ἀνθρώπῳ, ὁτιοῦν ἐθέλοντα ὑπηρετεῖν τῶν καλῶν ὑπηρετημάτων, προθυμούμενον σοφὸν γενέσθαι·
——苏格拉底:“而且,想必人们应当认为,从父亲那里继承这个(智慧)比继承财产要重要得多,而且从监护人、朋友、其他人和那些自称是爱人的人那里,以及从外邦人和公民那里,都应当去请求和恳求他们分享智慧;克莱尼亚斯啊,为了这个目的,去服侍和奴役爱人以及任何人,愿意提供任何美好的服侍,由于渴望变得有智慧,这绝不是什么可耻的事,也不该受到指责。
ἢ οὐ δοκεῖ σοι, ἔφην ἐγώ, οὕτως;
还是说,你不这么认为吗? ”我说道。
— πάνυ μὲν οὖν εὖ μοι δοκεῖς λέγειν, ἦ δʼ ὅς.
—— 克莱尼亚斯:“完全是这样,我觉得您说得非常好,” 他说道。
—εἰ ἔστι γε, ὦ Κλεινία, ἦν δʼ ἐγώ, ἡ σοφία διδακτόν, ἀλλὰ μὴ ἀπὸ ταὐτομάτου παραγίγνεται τοῖς ἀνθρώποις·
——苏格拉底:“如果,克莱尼亚斯啊,”我说道,“智慧确实是可教的,而不是自然而然地降临到人们身上的话。
τοῦτο γὰρ ἡμῖν ἔτι ἄσκεπτον καὶ οὔπω διωμολογημένον ἐμοί τε καὶ σοί.
因为这一点对我们来说,对我和你来说,还是未曾探讨、也未曾达成一致的。
— ἀλλʼ ἔμοιγε, ἔφη, ὦ Σώκρατες, διδακτὸν εἶναι δοκεῖ.
”—— 克莱尼亚斯:“但在我看来,苏格拉底,”他说道,“它似乎是可教的。
—καὶ ἐγὼ ἡσθεὶς εἶπον· ἦ καλῶς λέγεις, ὦ ἄριστε ἀνδρῶν, καὶ εὖ ἐποίησας ἀπαλλάξας με σκέψεως πολλῆς περὶ τούτου αὐτοῦ, πότερον διδακτὸν ἢ οὐ διδακτὸν ἡ σοφία.
”—— 苏格拉底:我听了很高兴,说道:“你说的很对,最优秀的人啊,你做了一件大好事,使我免于对这件事情本身——即智慧究竟是可教还是不可教——进行冗长的探讨。
νῦν οὖν ἐπειδή σοι καὶ διδακτὸν δοκεῖ καὶ μόνον τῶν ὄντων εὐδαίμονα καὶ εὐτυχῆ ποιεῖν τὸν ἄνθρωπον, ἄλλο τι ἢ φαίης ἂν ἀναγκαῖον εἶναι φιλοσοφεῖν καὶ αὐτὸς ἐν νῷ ἔχεις αὐτὸ ποιεῖν;
既然现在你既认为它是可教的,又认为它是现存事物中唯一能使人幸福和幸运的东西,那么,你难道不也会说必须追求哲学,并且你自己也打算这样做吗?
— πάνυ μὲν οὖν, ἔφη, ὦ Σώκρατες, ὡς οἷόν τε μάλιστα.
”—— 克莱尼亚斯:“当然,苏格拉底,”他说道,“尽可能地这样做。
κἀγὼ ταῦτα ἅσμενος ἀκούσας, τὸ μὲν ἐμόν, ἔφην, παράδειγμα, ὦ Διονυσόδωρέ τε καὶ Εὐθύδημε, οἵων ἐπιθυμῶ τῶν προτρεπτικῶν λόγων εἶναι, τοιοῦτον, ἰδιωτικὸν ἴσως καὶ μόλις διὰ μακρῶν λεγόμενον·
”—— 苏格拉底:我高兴地听了这话,说道:“迪奥尼索多洛斯和尤苏德谟啊,我自己的示范——关于我希望劝导性言辞应当是怎样的——就是这样的,也许很外行,而且说得很吃力、很冗长。
σφῷν δὲ ὁπότερος βούλεται, ταὐτὸν τοῦτο τέχνῃ πράττων ἐπιδειξάτω ἡμῖν.
但你们两位中谁愿意,就用技艺来做这同样的事情,展示给我们看。
εἰ δὲ μὴ τοῦτο βούλεσθον, ὅθεν ἐγὼ ἀπέλιπον, τὸ ἑξῆς ἐπιδείξατον τῷ μειρακίῳ, πότερον πᾶσαν ἐπιστήμην δεῖ αὐτὸν κτᾶσθαι, ἢ ἔστι τις μία ἣν δεῖ λαβόντα εὐδαιμονεῖν τε καὶ ἀγαθὸν ἄνδρα εἶναι, καὶ τίς αὕτη.
或者,如果你们不愿意这样做,就从我停下的地方接着往下对这个年轻人展示:他是必须获得所有的知识,还是有某一种必须获得的知识,才能使他幸福并成为一个善人,以及这是什么知识。
ὡς γὰρ ἔλεγον ἀρχόμενος, περὶ πολλοῦ ἡμῖν τυγχάνει ὂν τόνδε τὸν νεανίσκον σοφόν τε καὶ ἀγαθὸν γενέσθαι.
因为正如我开始时所说,这个年轻人变得有智慧且善良,对我们来说是非常重要的事情。
§283ΣΩ. ἐγὼ μὲν οὖν ταῦτα εἶπον, ὦ Κρίτων· τῷ δὲ μετὰ τοῦτο ἐσομένῳ πάνυ σφόδρα προσεῖχον τὸν νοῦν, καὶ ἐπεσκόπουν τίνα ποτὲ τρόπον ἅψοιντο τοῦ λόγου καὶ ὁπόθεν ἄρξοιντο παρακελευόμενοι τῷ νεανίσκῳ σοφίαν τε καὶ ἀρετὴν ἀσκεῖν.
” 苏格拉底:克里同啊,我当时确实说了这些话;而对于这之后将要发生的事情,我非常专心地倾听,观察他们究竟会以什么方式切入论题,以及从哪里开始劝导这个年轻人修习智慧和德行。
ὁ οὖν πρεσβύτερος αὐτῶν, ὁ Διονυσόδωρος, πρότερος ἤρχετο τοῦ λόγου, καὶ ἡμεῖς πάντες ἐβλέπομεν πρὸς αὐτὸν ὡς αὐτίκα μάλα ἀκουσόμενοι θαυμασίους τινὰς λόγους.
他们中年龄较大的迪奥尼索多洛斯首先开始发言,我们大家都看着他,以为马上就会听到一些令人惊异的言论。
ὅπερ οὖν καὶ συνέβη ἡμῖν· θαυμαστὸν γάρ τινα, ὦ Κρίτων, ἁνὴρ κατῆρχεν λόγον, οὗ σοὶ ἄξιον ἀκοῦσαι, ὡς παρακελευστικὸς ὁ λόγος ἦν ἐπʼ ἀρετήν.
而这也确实发生了;克里同啊,那个人开始了一段令人惊异的论述,非常值得你一听,因为那话是对德行的劝导。
εἰπέ μοι, ἔφη, ὦ Σώκρατές τε καὶ ὑμεῖς οἱ ἄλλοι, ὅσοι φατὲ ἐπιθυμεῖν τόνδε τὸν νεανίσκον σοφὸν γενέσθαι, πότερον παίζετε ταῦτα λέγοντες ἢ ὡς ἀληθῶς ἐπιθυμεῖτε καὶ σπουδάζετε;
迪奥尼索多洛斯:“告诉我,”他说道,“苏格拉底以及你们其他所有自称希望这个年轻人变得有智慧的人,你们说这些话是在开玩笑,还是真的希望如此,并且是非常认真对待的?
κἀγὼ διενοήθην ὅτι ᾠηθήτην ἄρα ἡμᾶς τὸ πρότερον παίζειν, ἡνίκα ἐκελεύομεν διαλεχθῆναι τῷ νεανίσκῳ αὐτώ, καὶ διὰ ταῦτα προσεπαισάτην τε καὶ οὐκ ἐσπουδασάτην· ταῦτα οὖν διανοηθεὶς ἔτι μᾶλλον εἶπον ὅτι θαυμαστῶς σπουδάζοιμεν.
” 我意识到,他们想必以为我们刚才请他们与年轻人交谈是在开玩笑,因此他们也随之开玩笑,而没有认真对待;想到这些,我更加表示我们是惊人地认真的。
καὶ ὁ Διονυσόδωρος, σκόπει μήν, ἔφη, ὦ Σώκρατες, ὅπως μὴ ἔξαρνος ἔσῃ ἃ νῦν λέγεις.
迪奥尼索多洛斯说道: “那么,苏格拉底,”他说道,“注意不要否认你现在所说的话。
—ἔσκεμμαι, ἦν δʼ ἐγώ· οὐ γὰρ μή ποτʼ ἔξαρνος γένωμαι.
” “我想过了,”我说道,“我绝不会否认。
— τί οὖν; ἔφη·
” “那么怎样?
φατὲ βούλεσθαι αὐτὸν σοφὸν γενέσθαι;
”他说道,“你们说希望他变得有智慧吗?
—πάνυ μὲν οὖν.
” “当然。
— νῦν δέ, ἦ δʼ ὅς, Κλεινίας πότερον σοφός ἐστιν ἢ οὔ;
” “那么现在,”他说道,“克莱尼亚斯是有智慧的,还是没有?
—οὔκουν φησί γέ πω· ἔστιν δέ, ἦν δʼ ἐγώ, οὐκ ἀλαζών.
” “他自己说还不是;但是,”我说道,“他不是个爱吹嘘的人。
— ὑμεῖς δέ, ἔφη, βούλεσθε γενέσθαι αὐτὸν σοφόν, ἀμαθῆ δὲ μὴ εἶναι;
” “而你们,” 他说道,“希望他变得有智慧,而不再是无知的,是吗?
—ὡμολογοῦμεν.
” 我们表示同意。
— οὐκοῦν ὃς μὲν οὐκ ἔστιν, βούλεσθε αὐτὸν γενέσθαι, ὃς δʼ ἔστι νῦν, μηκέτι εἶναι.
“因此,他现在不是的样子,你们希望他变成那样;而他现在的样子,你们希望他不再是那样。
—καὶ ἐγὼ ἀκούσας ἐθορυβήθην· ὁ δέ μου θορυβουμένου ὑπολαβών, ἄλλο τι οὖν, ἔφη, ἐπεὶ βούλεσθε αὐτὸν ὃς νῦν ἐστὶν μηκέτι εἶναι, βούλεσθε αὐτόν, ὡς ἔοικεν, ἀπολωλέναι;
” 我听了这话,心里有些慌乱;而他趁着我慌乱,接着说道: “既然你们希望他不再是他现在的样子,那么看来,你们不就是希望他消亡吗?
καίτοι πολλοῦ ἂν ἄξιοι οἱ τοιοῦτοι εἶεν φίλοι τε καὶ ἐρασταί, οἵτινες τὰ παιδικὰ περὶ παντὸς ἂν ποιήσαιντο ἐξολωλέναι.
然而,那些爱人和朋友也真够有价值的,竟然把自己的心上人彻底消亡看得比什么都重要!
καὶ ὁ Κτήσιππος ἀκούσας ἠγανάκτησέν τε ὑπὲρ τῶν παιδικῶν καὶ εἶπεν· ὦ ξένε Θούριε, εἰ μὴ ἀγροικότερον, ἔφη, ἦν εἰπεῖν, εἶπον ἄν·
” 克特西波斯听了这话,为他的心上人感到愤怒,说道: “图里伊的外邦人啊,如果这不是显得太粗俗的话,我真想说:‘落在你自己的头上!
σοὶ εἰς κεφαλήν, ὅτι μαθών μου καὶ τῶν ἄλλων καταψεύδῃ τοιοῦτον πρᾶγμα, ὃ ἐγὼ οἶμαι οὐδʼ ὅσιον εἶναι λέγειν, ὡς ἐγὼ τόνδε βουλοίμην ἂν ἐξολωλέναι.
’你是什么意思,竟然对我以及其他人捏造这样的话——这甚至是我认为说出来都不神圣的事情——说我竟然会希望他彻底消亡? ”

词汇与语法注释

  1. 282aοἰόμενον δεῖν — 宾格分词 `οἰόμενον` 修饰无人称动词 `δεῖ` 的未明示的逻辑主语(泛指的人,宾格)。整句意为“(人)应当认为必须继承……”。
  2. 283dἄλλο τι οὖν — 这是从习惯表达 `ἄλλο τι ἤ` 中省略了 `ἤ` 的形式,用于引导一个强烈要求对方同意的疑问句(“难道不就是……吗”或“这意味着……吧”)。
  3. 283eσοὶ εἰς κεφαλήν — 一种口语化的诅咒公式,祝愿灾祸落到对方自己头上。文脉中省略了如 `τρέποιτο`(愿转向)之类的动词。
  4. 283eὅτι μαθών — 带有指责或惊讶语气追问原因的习惯表达 `τί μαθών`(字面意为“学到了什么?”)在间接引语或从属句中与 `ὅτι` 连用的形式。意为“出于什么动机”、“究竟凭什么”,用以严厉质问不当行为。

引用这一段

柏拉图, 尤西德莫斯篇 §282-283. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:282-283

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。