Humanitext Reader

柏拉图 · 尤西德莫斯篇 §275-276

关于学习者是知者还是愚者的争辩术示范

第 3 段,共 25 段 · 希腊语

内容简介

苏格拉底请求智者们说服年轻的克莱尼亚斯致力于哲学与美德。欧绪德谟与狄奥尼索多洛通过提出“学习者是智者还是愚者”的双重陷阱问题,开始展示他们的辩辞与驳斥技巧。

§275ΣΩ. ὑμεῖς ἄρα, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε, τῶν νῦν ἀνθρώπων κάλλιστʼ ἂν προτρέψαιτε εἰς φιλοσοφίαν καὶ ἀρετῆς ἐπιμέλειαν;
苏格拉底:“那么,”我说,“狄奥尼索多洛,在当今世人中,你们两位是最能劝导人们致力于哲学和追求美德的了?
οἰόμεθά γε δή, ὦ Σώκρατες.
” “我们确实是这样想的,苏格拉底。
τῶν μὲν τοίνυν ἄλλων τὴν ἐπίδειξιν ἡμῖν, ἔφην, εἰς αὖθις ἀπόθεσθον, τοῦτο δʼ αὐτὸ ἐπιδείξασθον· τουτονὶ τὸν νεανίσκον πείσατον ὡς χρὴ φιλοσοφεῖν καὶ ἀρετῆς ἐπιμελεῖσθαι, καὶ χαριεῖσθον ἐμοί τε καὶ τουτοισὶ πᾶσιν.
” “那么,”我说,“请把其他内容的展示留到以后,现在就展示这件事情本身吧:请说服这边的青年,让他相信必须追求智慧并致力于美德,这样你们就对我和这里的大家做了一件大好事。
συμβέβηκεν γάρ τι τοιοῦτον τῷ μειρακίῳ τούτῳ· ἐγώ τε καὶ οἵδε πάντες τυγχάνομεν ἐπιθυμοῦντες ὡς βέλτιστον αὐτὸν γενέσθαι.
因为这孩子身上有着这样一种情况:我和在座的大家,都恰好渴望他能变得尽可能优秀。
ἔστι δὲ οὗτος Ἀξιόχου μὲν ὑὸς τοῦ Ἀλκιβιάδου τοῦ παλαιοῦ, αὐτανεψιὸς δὲ τοῦ νῦν ὄντος Ἀλκιβιάδου· ὄνομα δʼ αὐτῷ Κλεινίας.
他是老阿尔基比亚德斯之弟阿克西奥科斯的儿子,也就是现在的阿尔基比亚德斯的堂兄弟;他的名字叫克莱尼亚斯。
ἔστι δὲ νέος· φοβούμεθα δὴ περὶ αὐτῷ, οἷον εἰκὸς περὶ νέῳ, μή τις φθῇ ἡμᾶς ἐπʼ ἄλλο τι ἐπιτήδευμα τρέψας αὐτοῦ τὴν διάνοιαν καὶ διαφθείρῃ.
他很年轻;正如对年轻人所自然会有的那样,我们确实为他感到担忧,怕有人抢在我们前面,把他的心思引向其他某种行当,从而毁了他。
σφὼ οὖν ἥκετον εἰς κάλλιστον· ἀλλʼ εἰ μή τι διαφέρει ὑμῖν, λάβετον πεῖραν τοῦ μειρακίου καὶ διαλέχθητον ἐναντίον ἡμῶν.
所以你们两位来得正是时候;如果对你们来说没有什么不便,就请对这孩子进行测试,并在我们面前与他交谈吧。
εἰπόντος οὖν ἐμοῦ σχεδόν τι αὐτὰ ταῦτα ὁ Εὐθύδημος ἅμα ἀνδρείως τε καὶ θαρραλέως, ἀλλʼ οὐδὲν διαφέρει, ὦ Σώκρατες, ἔφη, ἐὰν μόνον ἐθέλῃ ἀποκρίνεσθαι ὁ νεανίσκος.
”我说完了差不多这些话之后,欧绪德谟既勇敢又自信地说道:“这毫无妨碍,苏格拉底,只要这年轻人愿意回答就行。
ἀλλὰ μὲν δή, ἔφην ἐγώ, τοῦτό γε καὶ εἴθισται·
” “啊,说到那一点,”我说,“他倒是挺习惯的。
θαμὰ γὰρ αὐτῷ οἵδε προσιόντες πολλὰ ἐρωτῶσίν τε καὶ διαλέγονται, ὥστε ἐπιεικῶς θαρρεῖ τὸ ἀποκρίνασθαι.
因为这些人经常走近他,问他许多问题,并与他交谈,所以对于回答问题,他相当有信心。
τὰ δὴ μετὰ ταῦτα, ὦ Κρίτων, πῶς ἂν καλῶς σοι διηγησαίμην;
”克里同啊,接下来的事情,我怎么能向你讲得精彩呢?
οὐ γὰρ σμικρὸν τὸ ἔργον δύνασθαι ἀναλαβεῖν διεξιόντα σοφίαν ἀμήχανον ὅσην·
要想把这无法估量的智慧重构并一一细说,绝非易事。
ὥστʼ ἔγωγε, καθάπερ οἱ ποιηταί, δέομαι ἀρχόμενος τῆς διηγήσεως μούσας τε καὶ Μνημοσύνην ἐπικαλεῖσθαι. ἤρξατο δʼ οὖν ἐνθένδε ποθὲν ὁ Εὐθύδημος, ὡς ἐγᾦμαι·
因此,我真像那些诗人一样,在开始叙述时,需要呼唤缪斯女神和摩涅莫绪涅。
ὦ Κλεινία, πότεροί εἰσι τῶν ἀνθρώπων οἱ μανθάνοντες, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς;
总之,依我看,欧绪德谟是从大概这样的问题开始的: “克莱尼亚斯,人类当中,学习的人是哪一种人? 是智者,还是愚者?
καὶ τὸ μειράκιον, ἅτε μεγάλου ὄντος τοῦ ἐρωτήματος, ἠρυθρίασέν τε καὶ ἀπορήσας ἐνέβλεψεν εἰς ἐμέ·
” 那孩子由于问题重大,脸红了,并在困惑中看着我。
καὶ ἐγὼ γνοὺς αὐτὸν τεθορυβημένον, θάρρει, ἦν δʼ ἐγώ, ὦ Κλεινία, καὶ ἀπόκριναι ἀνδρείως, ὁπότερά σοι φαίνεται· ἴσως γάρ τοι ὠφελεῖ τὴν μεγίστην ὠφελίαν.
我看出他有些慌乱,便说:“拿出勇气来,克莱尼亚斯,勇敢地回答吧,不管你觉得是哪一种;因为这说不定能给你带来极大的好处。
καὶ ἐν τούτῳ ὁ Διονυσόδωρος προσκύψας μοι μικρὸν πρὸς τὸ οὖς, πάνυ μειδιάσας τῷ προσώπῳ, καὶ μήν, ἔφη, σοί, ὦ Σώκρατες, προλέγω ὅτι ὁπότερʼ ἂν ἀποκρίνηται τὸ μειράκιον, ἐξελεγχθήσεται.
”就在这时,狄奥尼索多洛把头凑近我的耳边,脸上带着得意的微笑说道:“不过,苏格拉底,我向你预告:不管这孩子回答哪一种,他都会被驳倒。
§276ΣΩ. καὶ αὐτοῦ μεταξὺ ταῦτα λέγοντος ὁ Κλεινίας ἔτυχεν ἀποκρινάμενος, ὥστε οὐδὲ παρακελεύσασθαί μοι ἐξεγένετο εὐλαβηθῆναι τῷ μειρακίῳ, ἀλλʼ ἀπεκρίνατο ὅτι οἱ σοφοὶ εἶεν οἱ μανθάνοντες.
” 就在他说话的间隙,克莱尼亚斯恰好做出了回答,以至于我甚至都来不及叮嘱这孩子加以提防,他便回答说,学习的人是智者。
καὶ ὁ Εὐθύδημος, καλεῖς δέ τινας, ἔφη, διδασκάλους, ἢ οὔ;
欧绪德谟说:“那么,你是否称呼某些人为老师呢?
—ὡμολόγει.
”——他承认了。
— οὐκοῦν τῶν μανθανόντων οἱ διδάσκαλοι διδάσκαλοί εἰσιν, ὥσπερ ὁ κιθαριστὴς καὶ ὁ γραμματιστὴς διδάσκαλοι δήπου ἦσαν σοῦ καὶ τῶν ἄλλων παίδων, ὑμεῖς δὲ μαθηταί;
——“那么,老师就是那些学习者的老师,正如琴师和读写老师无疑是你想必也是其他孩子的老师,而你们则是学生?
—συνέφη.
”——他表示同意。
— ἄλλο τι οὖν, ἡνίκα ἐμανθάνετε, οὔπω ἠπίστασθε ταῦτα ἃ ἐμανθάνετε;
——“那么,当你们在学习的时候,你们是不是还不知道你们所学习的这些东西?
— οὐκ ἔφη.
”——他说不。
— ἆρʼ οὖν σοφοὶ ἦτε, ὅτε ταῦτα οὐκ ἠπίστασθε;
——“那么,当你们不知道这些东西时,你们是智者吗?
— οὐ δῆτα, ἦ δʼ ὅς.
”——“绝不是,”他说。
— οὐκοῦν εἰ μὴ σοφοί, ἀμαθεῖς;
——“那么,如果不是智者,就是愚者了?
— πάνυ γε.
”——“确实如此。
— ὑμεῖς ἄρα μανθάνοντες ἃ οὐκ ἠπίστασθε, ἀμαθεῖς ὄντες ἐμανθάνετε.
”——“那么,你们在学习自己不知道的东西时,是以愚者的身份在学习了。
—ἐπένευσε τὸ μειράκιον.
”——那孩子点头同意。
— οἱ ἀμαθεῖς ἄρα μανθάνουσιν, ὦ Κλεινία, ἀλλʼ οὐχ οἱ σοφοί, ὡς σὺ οἴει.
——“那么,克莱尼亚斯,学习的是愚者,而不是像你所想的那样是智者。
ταῦτʼ οὖν εἰπόντος αὐτοῦ, ὥσπερ ὑπὸ διδασκάλου χορὸς ἀποσημήναντος, ἅμα ἀνεθορύβησάν τε καὶ ἐγέλασαν οἱ ἑπόμενοι ἐκεῖνοι μετὰ τοῦ Διονυσοδώρου τε καὶ Εὐθυδήμου·
” 他一说完这些话,就像合唱队接到了老师的指挥信号一般,随同狄奥尼索多洛和欧绪德谟而来的那些随从们登时一齐起哄并哄堂大笑。
καὶ πρὶν ἀναπνεῦσαι καλῶς τε καὶ εὖ τὸ μειράκιον, ἐκδεξάμενος ὁ Διονυσόδωρος, τί δέ, ὦ Κλεινία, ἔφη, ὁπότε ἀποστοματίζοι ὑμῖν ὁ γραμματιστής, πότεροι ἐμάνθανον τῶν παίδων τὰ ἀποστοματιζόμενα, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς;
还没等这孩子喘过气来,狄奥尼索多洛就接话说道:“那么,克莱尼亚斯,当读写老师给你们口授时,孩子们中是哪一些人在学习那些口授的内容? 是智者还是愚者?
— οἱ σοφοί, ἔφη ὁ Κλεινίας.
” ——“智者,”克莱尼亚斯说。
— οἱ σοφοὶ ἄρα μανθάνουσιν ἀλλʼ οὐχ οἱ ἀμαθεῖς, καὶ οὐκ εὖ σὺ ἄρτι Εὐθυδήμῳ ἀπεκρίνω.
——“那么,学习的是智者而不是愚者,你刚才对欧绪德谟的回答是不对的。
ἐνταῦθα δὴ καὶ πάνυ μέγα ἐγέλασάν τε καὶ ἐθορύβησαν οἱ ἐρασταὶ τοῖν ἀνδροῖν, ἀγασθέντες τῆς σοφίας αὐτοῖν· οἱ δʼ ἄλλοι ἡμεῖς ἐκπεπληγμένοι ἐσιωπῶμεν.
” 到了这一步,那两位哲人的崇拜者们大笑并起哄得更厉害了,惊叹于他们两人的智慧;而我们其余的人则目瞪口呆,保持着沉默。
γνοὺς δὲ ἡμᾶς ὁ Εὐθύδημος ἐκπεπληγμένους, ἵνʼ ἔτι μᾶλλον θαυμάζοιμεν αὐτόν, οὐκ ἀνίει τὸ μειράκιον, ἀλλʼ ἠρώτα, καὶ ὥσπερ οἱ ἀγαθοὶ ὀρχησταί, διπλᾶ ἔστρεφε τὰ ἐρωτήματα περὶ τοῦ αὐτοῦ, καὶ ἔφη· πότερον γὰρ οἱ μανθάνοντες μανθάνουσιν ἃ ἐπίστανται ἢ ἃ μὴ ἐπίστανται;
欧绪德谟看出我们目瞪口呆,为了让我们更加崇拜他,他没有放过这孩子,而是继续提问,并且就像优秀的舞者一样,围绕着同一主题将问题进行双重转换,说道: “学习的人,学习的是他们所知道的事情,还是他们所不知道的事情?
καὶ ὁ Διονυσόδωρος πάλιν μικρὸν πρός με ψιθυρίσας, καὶ τοῦτʼ, ἔφη, ὦ Σώκρατες, ἕτερον τοιοῦτον οἷον τὸ πρότερον.
” 狄奥尼索多洛又凑过来对我低声说道: “这一个,苏格拉底,也是和前一个一模一样的套路。
ὦ Ζεῦ, ἔφην ἐγώ, ἦ μὴν καὶ τὸ πρότερόν γε καλὸν ἡμῖν ἐφάνη τὸ ἐρώτημα.
” “天哪,”我说,“确实,前一个问题在我们看来就已经很妙了。
πάντʼ, ἔφη, ὦ Σώκρατες, τοιαῦτα ἡμεῖς ἐρωτῶμεν ἄφυκτα.
” “苏格拉底,”他说,“我们所问的所有这类问题,都是让人无法逃脱的。
τοιγάρτοι, ἦν δʼ ἐγώ, δοκεῖτέ μοι εὐδοκιμεῖν παρὰ τοῖς μαθηταῖς.
” “怪不得,”我说,“依我看,你们在学生中声誉斐然。 ”

词汇与语法注释

  1. 275bμή τις φθῇ ἡμᾶς ἐπʼ ἄλλο τι ἐπιτήδευμα τρέψας... καὶ διαφθείρῃ — 动词 φθάνω 与分词 τρέψας 结合,表示“先于某人做某事”(“怕有人抢在我们前面把……引向……”)。虚拟语气 φθῇ(不定过去时)和 διαφθείρῃ(现在时)均受表示担忧的连接词 μή 支配。
  2. 276aἄλλο τι οὖν — 这是由 ἄλλο τι ἤ(“难道不是……吗”)省略 ἤ 而来的惯用表达,用于引导一个期待肯定回答的反问句。
  3. 276cὅποτε ἀποστοματίζοι — 连接词 ὅποτε 后接希求语气(ἀποστοματίζοι),表示过去发生的一般性或重复性的情况(“每当……口授时”)。

引用这一段

柏拉图, 尤西德莫斯篇 §275-276. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg021.humanitext-grc2:275-276

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。