Humanitext Reader

柏拉图 · 赖西斯篇 §221

欲望的留存与对属于自身之物的爱

第 14 段,共 15 段 · 希腊语

内容简介

苏格拉底指出,即使恶消灭了,无害或中性的欲望仍会存在,它们依然可以成为爱的因由。由此他提出了一个新的假说,即友爱与欲望的本质在于渴望并追求自身所缺乏的“属于自己的”东西。

§221πότερον, ἦν δʼ ἐγώ, πρὸς Διός, ἐὰν τὸ κακὸν ἀπόληται, οὐδὲ πεινῆν ἔτι ἔσται οὐδὲ διψῆν οὐδὲ ἄλλο οὐδὲν τῶν τοιούτων;
“到底,”我说道,“看在宙斯的份上,如果恶消灭了,难道就再也没有饥饿,也没有口渴,以及其他任何这类的事情了吗?
ἢ πείνη μὲν ἔσται, ἐάνπερ ἄνθρωποί τε καὶ τἆλλα ζῷα ᾖ, οὐ μέντοι βλαβερά γε;
还是说,只要人和别的主动动物还存在,饥饿就还会存在,只是不再有害罢了?
καὶ δίψα δὴ καὶ αἱ ἄλλαι ἐπιθυμίαι, ἀλλʼ οὐ κακαί, ἅτε τοῦ κακοῦ ἀπολωλότος;
而口渴以及其他欲望也是如此,只是不再是恶的,因为恶已经消灭了?
ἢ γελοῖον τὸ ἐρώτημα, ὅτι ποτʼ ἔσται τότε ἢ μὴ ἔσται;
或者,这个问题本身就很可笑,即那时到底会有什么或者不会有什么?
τίς γὰρ οἶδεν;
因为谁知道呢?
ἀλλʼ οὖν τόδε γʼ ἴσμεν, ὅτι καὶ νῦν ἔστιν πεινῶντα βλάπτεσθαι, ἔστιν δὲ καὶ ὠφελεῖσθαι.
但无论如何,至少我们知道这一点:即便在现在,挨饿也可能是受害,但也可能是受益。
ἦ γάρ;
不是吗?
— πάνυ γε.
”— “当然。
—οὐκοῦν καὶ διψῶντα καὶ τῶν ἄλλων τῶν τοιούτων πάντων ἐπιθυμοῦντα ἔστιν ἐνίοτε μὲν ὠφελίμως ἐπιθυμεῖν, ἐνίοτε δὲ βλαβερῶς, ἐνίοτε δὲ μηδέτερα;
” —“那么,对于口渴以及渴望所有其他这类事情的人来说,有时是有益地渴望,有时是有害地渴望,有时则是既无益也无害,不也是这样吗?
— σφόδρα γε.
”— “非常对。
—οὐκοῦν ἐὰν ἀπολλύηται τὰ κακά, ἅ γε μὴ τυγχάνει ὄντα κακά, τί προσήκει τοῖς κακοῖς συναπόλλυσθαι;
” —“那么,如果恶被消灭了,那些碰巧并非是恶的东西,有什么理由要与恶一同消灭呢?
— οὐδέν.
”— “没有。
—ἔσονται ἄρα αἱ μήτε ἀγαθαὶ μήτε κακαὶ ἐπιθυμίαι καὶ ἐὰν ἀπόληται τὰ κακά.
” —“那么,既非善也非恶的欲望,即使在恶消灭之后,也仍然会存在。
— φαίνεται.
”— “看来是这样。
—οἷόν τε οὖν ἐστιν ἐπιθυμοῦντα καὶ ἐρῶντα τούτου οὗ ἐπιθυμεῖ καὶ ἐρᾷ μὴ φιλεῖν;
” —“那么,渴望并爱恋着某物的人,可能不爱他所渴望和爱恋的东西吗?
— οὐκ ἔμοιγε δοκεῖ.
”— “在我看来不可能。
—ἔσται ἄρα καὶ τῶν κακῶν ἀπολομένων, ὡς ἔοικεν, φίλʼ ἄττα.
” —“因此,看来即使在恶消灭之后,也仍然会有一些可亲之物。
— ναί.
”— “是的。
—οὐκ ἄν, εἴ γε τὸ κακὸν αἴτιον ἦν τοῦ φίλον τι εἶναι, οὐκ ἂν ἦν τούτου ἀπολομένου φίλον ἕτερον ἑτέρῳ.
” —“如果恶确实是某物成为可亲之物的原因,那么在恶消灭之后,就不可能再有一个东西对另一个东西是可亲的了。
αἰτίας γὰρ ἀπολομένης ἀδύνατόν που ἦν ἔτʼ ἐκεῖνο εἶναι, οὗ ἦν αὕτη ἡ αἰτία.
因为如果原因消灭了,那个作为这个原因之结果的东西恐怕也就无法继续存在了。
— ὀρθῶς λέγεις.
”— “你说得对。
—οὐκοῦν ὡμολόγηται ἡμῖν τὸ φίλον φιλεῖν τι καὶ διά τι· καὶ ᾠήθημεν τότε γε διὰ τὸ κακὸν τὸ μήτε ἀγαθὸν μήτε κακὸν τὸ ἀγαθὸν φιλεῖν;
” —“那么,我们已经同意,可亲之物之所以爱某物,是因为某种原因;而我们当时认为,是因为恶,那既非善也非恶的东西才爱善,对吗?
— ἀληθῆ.
”— “确实如此。
— νῦν δέ γε, ὡς ἔοικε, φαίνεται ἄλλη τις αἰτία τοῦ φιλεῖν τε καὶ φιλεῖσθαι.
” — “但现在看来,似乎又出现了另一种爱与被爱的因由。
— ἔοικεν.
”— “看来是这样。
—ἆρʼ οὖν τῷ ὄντι, ὥσπερ ἄρτι ἐλέγομεν, ἡ ἐπιθυμία τῆς φιλίας αἰτία, καὶ τὸ ἐπιθυμοῦν φίλον ἐστὶν τούτῳ οὗ ἐπιθυμεῖ καὶ τότε ὅταν ἐπιθυμῇ, ὃ δὲ τὸ πρότερον ἐλέγομεν φίλον εἶναι, ὕθλος τις ἦν, ὥσπερ ποίημα μακρὸν συγκείμενον;
” —“那么,正如刚才所说,难道欲望真的是友爱的因由,而渴望着的东西在它渴望的时候对它所渴望的东西而言是可亲的,而我们之前所说的可亲之物,只是一种胡说八道,就像一首拼凑起来的长诗一样?
— κινδυνεύει, ἔφη.
”— “恐怕是这样,” 他说。
—ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, τό γε ἐπιθυμοῦν, οὗ ἂν ἐνδεὲς ᾖ, τούτου ἐπιθυμεῖ.
—“然而,”我说道,“渴望者所渴望的,正是它所缺乏的东西。
ἦ γάρ;
不是吗?
— ναί.
”— “是的。
—τὸ δʼ ἐνδεὲς ἄρα φίλον ἐκείνου οὗ ἂν ἐνδεὲς ᾖ;
” —“那么,缺乏者对它所缺乏的东西而言是可亲的吗?
— δοκεῖ μοι.
”— “在我看来是这样。
—ἐνδεὲς δὲ γίγνεται οὗ ἄν τι ἀφαιρῆται.
” —“而当某物被夺走某样东西时,它就变得缺乏了,对吗?
— πῶς δʼ οὔ;
”— “怎么会不是呢?
—τοῦ οἰκείου δή, ὡς ἔοικεν, ὅ τε ἔρως καὶ ἡ φιλία καὶ ἡ ἐπιθυμία τυγχάνει οὖσα, ὡς φαίνεται, ὦ Μενέξενέ τε καὶ Λύσι.
” —“那么看来,爱恋、友爱和欲望所指向的,似乎正是那属于它自己的东西,梅内克塞诺和莱西斯,看来是这样。
—συνεφάτην.
”— 他们两人都同意了。
—ὑμεῖς ἄρα εἰ φίλοι ἐστὸν ἀλλήλοις, φύσει πῃ οἰκεῖοί ἐσθʼ ὑμῖν αὐτοῖς.
—“那么,如果你们两人互为朋友,那么在天性上,你们在某种程度上就是彼此相合的。
— κομιδῇ, ἐφάτην.
”— “完全正确,” 他们两人说道。

词汇与语法注释

  1. 221aἔστιν πεινῶντα βλάπτεσθαι — 单数宾格分词 πεινῶντα 用作被动不定式 βλάπτεσθαι 的逻辑主语,该不定式依赖于表示可能的非人称动词 ἔστιν。整句意为“处于饥饿状态的人是有可能受害的”。
  2. 221cοὐκ ἄν... οὐκ ἂν ἦν — 这是表示过去相反事实假设(虚拟语气)中双重 ἄν 的用法。句首的 οὐκ 乘 ἄν 是为了强调结论句中 οὐκ ἂν ἦν 的 ἄν 而提前放置的。εἰ... ἦν 构成了与过去事实相反的条件从句。
  3. 221eτοῦ οἰκείου... τυγχάνει οὖσα — 短语 τυγχάνει οὖσα 结合了 τυγχάνω 与分词 οὖσα,意为“实际上是/碰巧是”。属格 τοῦ οἰκείου(属于自己的/相合的东西)由主语 ἔρως、φιλία 和 ἐπιθυμία 支配,表示它们的对象(这对应于同源动词 ἐράω 和 ἐπιθυμέω 支配属格的用法)。

引用这一段

柏拉图, 赖西斯篇 §221. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg020.humanitext-grc2:221

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。