Humanitext Reader

柏拉图 · 赖西斯篇 §220

第一可亲之物的实质与恶若消除善将无用

第 13 段,共 15 段 · 希腊语

内容简介

苏格拉底论证道,所有可亲之物最终指向的“第一可亲之物”才是真正的朋友,而中间事物只是名义上的朋友。他接着指出,如果恶完全消失,作为恶之解药的善也将变得无用,不再是可亲之物。

§220ἢ ὧδέ πως ἔχει· πᾶσα ἡ τοιαύτη σπουδὴ οὐκ ἐπὶ τούτοις ἐστὶν ἐσπουδασμένη, ἐπὶ τοῖς ἕνεκά του παρασκευαζομένοις, ἀλλʼ ἐπʼ ἐκείνῳ οὗ ἕνεκα πάντα τὰ τοιαῦτα παρασκευάζεται.
或者事情是这样的:所有这类的热忱并不是针对这些为了别的东西而准备的东西,而是针对那个为了它而准备了所有类似东西的那个东西。
οὐχ ὅτι πολλάκις λέγομεν ὡς περὶ πολλοῦ ποιούμεθα χρυσίον καὶ ἀργύριον· ἀλλὰ μὴ οὐδέν τι μᾶλλον οὕτω τό γε ἀληθὲς ἔχῃ, ἀλλʼ ἐκεῖνό ἐστιν ὃ περὶ παντὸς ποιούμεθα, ὃ ἂν φανῇ ὄν, ὅτου ἕνεκα καὶ χρυσίον καὶ πάντα τὰ παρασκευαζόμενα παρασκευάζεται.
这并不是说我们经常说我们高度珍视金子和银子;而是说,真相绝非如此,而是我们最珍视的是那个东西——无论它表现为什么——即金子和所有准备出来的东西为了它而被准备的那个东西。
ἆρʼ οὕτως φήσομεν;
我们要这样说吗?
— πάνυ γε.
— “当然。
—οὐκοῦν καὶ περὶ τοῦ φίλου ὁ αὐτὸς λόγος;
” —“那么关于可亲之物(朋友)不也是同样的道理吗?
ὅσα γάρ φαμεν φίλα εἶναι ἡμῖν ἕνεκα φίλου τινὸς ἑτέρου, ῥήματι φαινόμεθα λέγοντες αὐτό· φίλον δὲ τῷ ὄντι κινδυνεύει ἐκεῖνο αὐτὸ εἶναι, εἰς ὃ πᾶσαι αὗται αἱ λεγόμεναι φιλίαι τελευτῶσιν.
因为,凡是我们说为了另一个可亲之物而对我们而言是可亲的东西,我们似乎只是在名义上这样说;而真正可亲的东西,恐怕正是这些所谓的朋友关系最终指向的那个东西本身。
— κινδυνεύει οὕτως, ἔφη, ἔχειν.
”— “恐怕确实是这样,” 他说, “是的。
—οὐκοῦν τό γε τῷ ὄντι φίλον οὐ φίλου τινὸς ἕνεκα φίλον ἐστίν;
” —“那么,真正可亲的东西,并不是为了另一个可亲之物才成为可亲之物的,对吗?
— ἀληθῆ.
”— “确实如此。
τοῦτο μὲν δὴ ἀπήλλακται, μὴ φίλου τινὸς ἕνεκα τὸ φίλον φίλον εἶναι·
” “这一条已经确立,即可亲之物不是为了某种可亲之物才成为可亲之物的。
ἀλλʼ ἆρα τὸ ἀγαθόν ἐστιν φίλον;
但善是可亲之物吗?
— ἔμοιγε δοκεῖ.
”— “在我看来是这样。
—ἆρʼ οὖν διὰ τὸ κακὸν τὸ ἀγαθὸν φιλεῖται, καὶ ἔχει ὧδε·
” —“那么,善是因为恶才被爱的吗?
εἰ τριῶν ὄντων ὧν νυνδὴ ἐλέγομεν, ἀγαθοῦ καὶ κακοῦ καὶ μήτε ἀγαθοῦ μήτε κακοῦ, τὰ δύο λειφθείη, τὸ δὲ κακὸν ἐκποδὼν ἀπέλθοι καὶ μηδενὸς ἐφάπτοιτο μήτε σώματος μήτε ψυχῆς μήτε τῶν ἄλλων, ἃ δή φαμεν αὐτὰ καθʼ αὑτὰ οὔτε κακὰ εἶναι οὔτε ἀγαθά, ἆρα τότε οὐδὲν ἂν ἡμῖν χρήσιμον εἴη τὸ ἀγαθόν, ἀλλʼ ἄχρηστον ἂν γεγονὸς εἴη;
事情是这样的:如果我们刚才提到的三样东西——善、恶、既非善也非恶——中留下了两样,而恶则避开,不触及身体,也不触及灵魂,也不触及我们说其自身既非恶也非善的其他任何东西,那么到那时,善对我们还会不会有任何用处,还是会变得毫无用处呢?
εἰ γὰρ μηδὲν ἡμᾶς ἔτι βλάπτοι, οὐδὲν ἂν οὐδεμιᾶς ὠφελίας δεοίμεθα, καὶ οὕτω δὴ ἂν τότε γένοιτο κατάδηλον ὅτι διὰ τὸ κακὸν τἀγαθὸν ἠγαπῶμεν καὶ ἐφιλοῦμεν, ὡς φάρμακον ὂν τοῦ κακοῦ τὸ ἀγαθόν, τὸ δὲ κακὸν νόσημα· νοσήματος δὲ μὴ ὄντος οὐδὲν δεῖ φαρμάκου.
因为如果再没有什么东西能伤害我们,我们就不需要任何帮助,这样到那时就会变得很清楚:我们是因为恶才珍视和爱善的,因为善是恶的解药,而恶是一种疾病;既然没有疾病,也就不需要解药了。
ἆρʼ οὕτω πέφυκέ τε καὶ φιλεῖται τἀγαθὸν διὰ τὸ κακὸν ὑφʼ ἡμῶν, τῶν μεταξὺ ὄντων τοῦ κακοῦ τε καὶ τἀγαθοῦ, αὐτὸ δʼ ἑαυτοῦ ἕνεκα οὐδεμίαν χρείαν ἔχει;
那么,善的本性就是如此,并且是由处于恶与善之间的我们因为恶而爱的,而它自身没有任何必要性吗?
— ἔοικεν, ἦ δʼ ὅς, οὕτως ἔχειν.
”— “看来,” 他说, “确实是这样。
—τὸ ἄρα φίλον ἡμῖν ἐκεῖνο, εἰς ὃ ἐτελεύτα πάντα τὰ ἄλλα —ἕνεκα ἑτέρου φίλου φίλα ἔφαμεν εἶναι ἐκεῖνα—οὐδὲν τούτοις ἔοικεν.
” —“那么,我们那个最终成为其他一切东西之归宿的可亲之物(我们曾说那些东西是因为另一个可亲之物才成为可亲的),与这些东西完全不同。
ταῦτα μὲν γὰρ φίλου ἕνεκα φίλα κέκληται, τὸ δὲ τῷ ὄντι φίλον πᾶν τοὐναντίον τούτου φαίνεται πεφυκός· φίλον γὰρ ἡμῖν ἀνεφάνη ὂν ἐχθροῦ ἕνεκα, εἰ δὲ τὸ ἐχθρὸν ἀπέλθοι, οὐκέτι, ὡς ἔοικʼ, ἔσθʼ ἡμῖν φίλον.
因为那些东西是因为可亲之物才被称为可亲的,而真正可亲的东西在本质上似乎完全相反;因为对我们来说,它显现为是因为敌对者(恶)而成为可亲之物的,但如果敌对者离去,看来它就不再是我们的可亲之物了。
— οὔ μοι δοκεῖ, ἔφη, ὥς γε νῦν λέγεται.
”— “我并不觉得是这样,” 他说, “至少按现在的说法来看。
” —

词汇与语法注释

  1. 220aοὐχ ὅτι πολλάκις λέγομεν ... ἀλλὰ μὴ οὐδέν τι μᾶλλον οὕτω τό γε ἀληθὲς ἔχῃ — οὐχ ὅ提引入否定(“并不是说……”),后面的 ἀλλὰ μὴ ... ἔχῃ 是表示担忧或谨慎断言的虚拟语气(独立句中的 μὴ +虚拟语气,“恐怕并非……”)。这里否定了日常口语中重视金银的字面意思,暗示了更深层的真理。
  2. 220bῥήματι φαινόμεθα λέγοντες αὐτό — φαινόμεθα λέγοντες 是 φαίνομαι + 分词的结构,意为“我们显然在说”(不同于后接不定式表示“我们似乎在说[但可能并非如此]”)。与 ῥήματι(“名义上”、“在口头上”)结合,表达了明确的确认:“我们显然只是在口头上这么说”。
  3. 220cεἰ τριῶν ὄντων ... τὰ δύο λειφθείη ... ἆρα τότε οὐδὲν ἂν ἡμῖν χρήσιμον εἴη — 这是一个潜在条件句结构,其中条件从句使用 εἰ + 祈愿语气(λειφθείη、ἀπέλθοι 等),主句使用 ἄν + 祈愿语气(ἂν εἴη、ἂν γεγονὸς εἴη 等)。它展现了一个纯粹假设性的思想实验:“如果恶完全消失,善就会变得毫无用处”。

引用这一段

柏拉图, 赖西斯篇 §220. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg020.humanitext-grc2:220

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。