Humanitext Reader

柏拉图 · 赖西斯篇 §222-223

审视相合者与在困境中结束对话

第 15 段,共 15 段 · 希腊语

内容简介

苏格拉底检验了“相合者”(oikeion)是爱的原因这一假设,但指出若将其等同于“相似者”或“善”,则会导致论证退回到此前已被驳回的结论。最终,在家庭教师们闯入并解散聚会时,讨论以无能为力的困境(aporia)告终,他们意识到自己仍未找出朋友的本质。

§222καὶ εἰ ἄρα τις ἕτερος ἑτέρου ἐπιθυμεῖ, ἦν δʼ ἐγώ, ὦ παῖδες, ἢ ἐρᾷ, οὐκ ἄν ποτε ἐπεθύμει οὐδὲ ἤρα οὐδὲ ἐφίλει, εἰ μὴ οἰκεῖός πῃ τῷ ἐρωμένῳ ἐτύγχανεν ὢν ἢ κατὰ τὴν ψυχὴν ἢ κατά τι τῆς ψυχῆς ἦθος ἢ τρόπους ἢ εἶδος.
“那么,如果有人渴望另一个人,”我说道, “孩子们,或者爱恋着他,那么如果他不是在灵魂上,或者在灵魂的某种品格、习惯、或外表上,在某种程度上碰巧与被爱者相合,他就绝不会去渴望、爱恋或友爱他。
— πάνυ γε, ἔφη ὁ Μενέξενος· ὁ δὲ Λύσις ἐσίγησεν.
”— “完全正确,”梅内克塞诺说道;而莱西斯则保持沉默。
—εἶεν, ἦν δʼ ἐγώ. τὸ μὲν δὴ φύσει οἰκεῖον ἀναγκαῖον ἡμῖν πέφανται φιλεῖν.
—“那么,”我说道,“对我们来说,去爱那在天性上相合者已经被证明是必然的了。
— ἔοικεν, ἔφη.
”— “看来是这样,”他说道。
—ἀναγκαῖον ἄρα τῷ γνησίῳ ἐραστῇ καὶ μὴ προσποιήτῳ φιλεῖσθαι ὑπὸ τῶν παιδικῶν.
—“那么,对于真正的、而非虚假的恋人来说,被他的爱子所爱,也就是必然的了。
— ὁ μὲν οὖν Λύσις καὶ ὁ Μενέξενος μόγις πως ἐπενευσάτην, ὁ δὲ Ἱπποθάλης ὑπὸ τῆς ἡδονῆς παντοδαπὰ ἠφίει χρώματα.
”— 莱西斯和梅内克塞诺极为勉强地勉强点了点头,而希波塔莱斯则由于喜悦而脸上变幻出各种颜色。
καὶ ἐγὼ εἶπον, βουλόμενος τὸν λόγον ἐπισκέψασθαι, εἰ μέν τι τὸ οἰκεῖον τοῦ ὁμοίου διαφέρει, λέγοιμεν ἄν τι, ὡς ἐμοὶ δοκεῖ, ὦ Λύσι τε καὶ Μενέξενε, περὶ φίλου, ὃ ἔστιν·
而我,为了检验这一论证,便说道: “如果相合者与相似者在某些方面有所不同,那么在我看来,梅内克塞诺和莱西斯,关于‘朋友是什么’,我们或许还说出了点道理。
εἰ δὲ ταὐτὸν τυγχάνει ὂν ὅμοιόν τε καὶ οἰκεῖον, οὐ ῥᾴδιον ἀποβαλεῖν τὸν πρόσθεν λόγον, ὡς οὐ τὸ ὅμοιον τῷ ὁμοίῳ κατὰ τὴν ὁμοιότητα ἄχρηστον· τὸ δὲ ἄχρηστον φίλον ὁμολογεῖν πλημμελές.
但如果相似者与相合者碰巧是同一回事,那么要驳倒先前的论证就不容易了——即不能通过声称‘相似者对于相似者而言因其相似性而并非无用’来驳倒它;而承认无用之物是朋友则是荒谬的。
βούλεσθʼ οὖν, ἦν δʼ ἐγώ, ἐπειδὴ ὥσπερ μεθύομεν ὑπὸ τοῦ λόγου, συγχωρήσωμεν καὶ φῶμεν ἕτερόν τι εἶναι τὸ οἰκεῖον τοῦ ὁμοίου;
那么,”我说道,“既然我们仿佛被这论证灌醉了,我们是否愿意妥协,并宣称相合者是与相似者不同的某种东西呢?
— πάνυ γε.
”— “完全正确。
—πότερον οὖν καὶ τἀγαθὸν οἰκεῖον θήσομεν παντί, τὸ δὲ κακὸν ἀλλότριον εἶναι;
” —“那么,我们是否要把善确立为对每个人都是相合的,而把恶确立为格格不入的呢?
ἢ τὸ μὲν κακὸν τῷ κακῷ οἰκεῖον, τῷ δὲ ἀγαθῷ τὸ ἀγαθόν, τῷ δὲ μήτε ἀγαθῷ μήτε κακῷ τὸ μήτε ἀγαθὸν μήτε κακόν;
还是说,恶与恶相合,善与善相合,而既非善也非恶的与既非善也非恶的相合?
—οὕτως ἐφάτην δοκεῖν σφίσιν ἕκαστον ἑκάστῳ οἰκεῖον εἶναι.
”— 他们说,在他们看来,正是这样,各自与各自相合。
—πάλιν ἄρα, ἦν δʼ ἐγώ, ὦ παῖδες, οὓς τὸ πρῶτον λόγους ἀπεβαλόμεθα περὶ φιλίας, εἰς τούτους εἰσπεπτώκαμεν·
—“那么,”我说道,“孩子们,我们再次跌落回了我们最初在友爱问题上所驳回的那些论证中。
ὁ γὰρ ἄδικος τῷ ἀδίκῳ καὶ ὁ κακὸς τῷ κακῷ οὐδὲν ἧττον φίλος ἔσται ἢ ὁ ἀγαθὸς τῷ ἀγαθῷ.
因为不义者对不义者,恶人对恶人,将同样成为朋友,其程度不亚于善人对善人。
— ἔοικεν, ἔφη.
”— “看来是这样,”他说道。
—τί δέ;
—“那又怎样?
τὸ ἀγαθὸν καὶ τὸ οἰκεῖον ἂν ταὐτὸν φῶμεν εἶναι, ἄλλο τι ἢ ὁ ἀγαθὸς τῷ ἀγαθῷ μόνον φίλος;
如果我们说善与相合者是同一回事,那岂不是只有善人才是善人的朋友吗?
— πάνυ γε.
”— “完全正确。
—ἀλλὰ μὴν καὶ τοῦτό γε ᾠόμεθα ἐξελέγξαι ἡμᾶς αὐτούς· ἢ οὐ μέμνησθε;
” —“然而,我们曾认为我们在这一点上也已经驳倒了自己;难道你们不记得了吗?
— μεμνήμεθα.
”— “我们记得。
τί οὖν ἂν ἔτι χρησαίμεθα τῷ λόγῳ;
” — “那么,我们还能对这论证做些什么呢?
ἢ δῆλον ὅτι οὐδέν;
或者,显然什么也做不了?
δέομαι οὖν, ὥσπερ οἱ σοφοὶ ἐν τοῖς δικαστηρίοις, τὰ εἰρημένα ἅπαντα ἀναπεμπάσασθαι.
因此,我请求,就像法庭上的智者们一样,把所有说过的话重新数一遍。
εἰ γὰρ μήτε οἱ φιλούμενοι μήτε οἱ φιλοῦντες μήτε οἱ ὅμοιοι μήτε οἱ ἀνόμοιοι μήτε οἱ ἀγαθοὶ μήτε οἱ οἰκεῖοι μήτε τὰ ἄλλα ὅσα διεληλύθαμεν—οὐ γὰρ ἔγωγε ἔτι μέμνημαι ὑπὸ τοῦ πλήθους—ἀλλʼ εἰ μηδὲν τούτων φίλον ἐστίν, ἐγὼ μὲν οὐκέτι ἔχω τί λέγω.
因为如果既不是被爱者,也不是爱者,既不是相似者,也不是不相似者,既不是善者,也不是相合者,亦不是我们曾讨论过的所有其他东西——因为数量太多,我甚至已经记不得了——如果这些没有一个是朋友,那么我可就再也无话可说了。
§223ταῦτα δʼ εἰπὼν ἐν νῷ εἶχον ἄλλον ἤδη τινὰ τῶν πρεσβυτέρων κινεῖν· κᾆτα, ὥσπερ δαίμονές τινες, προσελθόντες οἱ παιδαγωγοί, ὅ τε τοῦ Μενεξένου καὶ ὁ τοῦ Λύσιδος, ἔχοντες αὐτῶν τοὺς ἀδελφούς, παρεκάλουν καὶ ἐκέλευον αὐτοὺς οἴκαδʼ ἀπιέναι· ἤδη γὰρ ἦν ὀψέ.
” 说完这些,我正打算去惊动其他几位年长者;但就在这时,就像某种神灵一样,那些家庭教师——梅内克塞诺的和莱西斯的——带着他们的弟弟们走了过来,召唤并命令他们回家,因为时间已经很晚了。
τὸ μὲν οὖν πρῶτον καὶ ἡμεῖς καὶ οἱ περιεστῶτες αὐτοὺς ἀπηλαύνομεν· ἐπειδὴ δὲ οὐδὲν ἐφρόντιζον ἡμῶν, ἀλλʼ ὑποβαρβαρίζοντες ἠγανάκτουν τε καὶ οὐδὲν ἧττον ἐκάλουν, ἀλλʼ ἐδόκουν ἡμῖν ὑποπεπωκότες ἐν τοῖς Ἑρμαίοις ἄποροι εἶναι προσφέρεσθαι, ἡττηθέντες οὖν αὐτῶν διελύσαμεν τὴν συνουσίαν.
起初,我们和周围站着的人都想把他们赶走;但他们根本不理会我们,而是操着不纯正的希腊语发脾气,并且照样召唤,而且在我们看来,他们因为在赫耳墨斯节上喝了点酒,变得难以应付。 于是,我们对他们妥协了,解散了这次聚会。
ὅμως δʼ ἔγωγε ἤδη ἀπιόντων αὐτῶν, νῦν μέν, ἦν δʼ ἐγώ, ὦ Λύσι τε καὶ Μενέξενε, καταγέλαστοι γεγόναμεν ἐγώ τε, γέρων ἀνήρ, καὶ ὑμεῖς.
然而,就在他们正在离去的时候,我说道:“现在,莱西斯和梅内克塞诺,我们已经变得滑稽可笑,无论是我这个老头子,还是你们。
ἐροῦσι γὰρ οἵδε ἀπιόντες ὡς οἰόμεθα ἡμεῖς ἀλλήλων φίλοι εἶναι— καὶ ἐμὲ γὰρ ἐν ὑμῖν τίθημι—οὔπω δὲ ὅτι ἔστιν ὁ φίλος οἷοί τε ἐγενόμεθα ἐξευρεῖν.
因为这些正在离去的人会说,我们以为我们彼此是朋友——因为我也把我自己算在你们中间——但我们却还没能找出朋友到底是什么。 ”

词汇与语法注释

  1. 222aεἰ ἄρα τις ἕτερος ἑτέρου ἐπιθυμεῖ... οὐκ ἄν ποτε ἐπεθύμει... εἰ μὴ οἰκεῖός πῃ... ἐτύγχανεν ὢν — 混合条件句结构。开头的条件从句 `εἰ ... ἐπιθυμεῖ`(如果有人确实渴望)使用现在直陈式来设定一个关于现实状况的事实性假设,而主句的归结从句 `οὐκ ἄν πο提 ἐπεθύμει`(他绝不会渴望)以及紧随其后的另一个条件从句 `εἰ μὴ ... ἐτύγχανεν ὢν`(除非他碰巧是)则使用带 `ἄν` 的过去直陈式,构成了反事实条件句。其逻辑是:“如果有人在实际上确实渴望某人,那么除非他与被爱者在某种程度上相合,否则他绝不会产生这种渴望。”
  2. 222bοὐ ῥᾴδιον ἀποβαλεῖν τὸν πρόσθεν λόγον, ὡς οὐ τὸ ὅμοιον τῷ ὁμοίῳ κατὰ τὴν ὁμοιότητα ἄχρηστον — 不定式 `ἀποβαλεῖν` 的宾语是 `τὸν πρόσθεν λόγον`(先前的论证,即“相似者对相似者而言是无用的”这一共识)。由 `ὡς` 引导的从句表示若要驳回先前的论证所必须提出的主张。否定词 `οὐ` 否定了 `ἄχρηστον`(无用的),构成了相反的命题“相似者并非无用”。因此,整句的含义是:“要驳倒我们先前的论证并不容易,[因为这需要声称] 相似者并非无用。”
  3. 222dἄλλο τι ἤ — 意为“除了……还能是什么?”或“岂不是……吗?”的疑问代词惯用组,是柏拉图对话录中典型的反问式表达,用以引导对方对肯定陈述表示同意。
  4. 223bἄποροι εἶναι προσφέρεσθαι — 形容词 `ἄποροι`(难以对付的、无法入手的)受到说明性不定式 `προσφέρεσθαι`(去对待、去应付)的修饰。整句表示他们因为喝了酒而“难以应付”或“棘手”。

引用这一段

柏拉图, 赖西斯篇 §222-223. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg020.humanitext-grc2:222-223

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。