Humanitext Reader

柏拉图 · 赖西斯篇 §218-219

爱智者的地位与第一之友的追溯

第 12 段,共 15 段 · 希腊语

内容简介

苏格拉底根据“既非善也非恶之物由于恶的存在而成为善之友”这一共识,探讨了意识到自身无知的“爱智者”的定位。通过追溯友谊的目的(“为了某物”),他提出了作为一切爱着之源泉的“第一可亲之物”(第一之友)的概念,并结合具体实例进行了阐述。

§218οὐ γὰρ ἔτι ἐστὶν οὔτε κακὸν οὔτε ἀγαθόν, ἀλλὰ κακόν· φίλον δὲ ἀγαθῷ κακὸν οὐκ ἦν.
因为那对拥有者而言已不再是既非恶也非善,而是恶;而我们说过,恶不可能成为善的朋友。
— οὐ γὰρ οὖν.
”— “确实不是。
—διὰ ταῦτα δὴ φαῖμεν ἂν καὶ τοὺς ἤδη σοφοὺς μηκέτι φιλοσοφεῖν, εἴτε θεοὶ εἴτε ἄνθρωποί εἰσιν οὗτοι· οὐδʼ αὖ ἐκείνους φιλοσοφεῖν τοὺς οὕτως ἄγνοιαν ἔχοντας ὥστε κακοὺς εἶναι· κακὸν γὰρ καὶ ἀμαθῆ οὐδένα φιλοσοφεῖν.
” —“因此,我们可以说,那些已经有智慧的人不再追求智慧,无论他们是神还是人;同样,那些由于拥有无知而变得邪恶的人也不会追求智慧;因为没有一个既恶又无知的人会追求智慧。
λείπονται δὴ οἱ ἔχοντες μὲν τὸ κακὸν τοῦτο, τὴν ἄγνοιαν, μήπω δὲ ὑπʼ αὐτοῦ ὄντες ἀγνώμονες μηδὲ ἀμαθεῖς, ἀλλʼ ἔτι ἡγούμενοι μὴ εἰδέναι ἃ μὴ ἴσασιν.
因此,剩下的是那些虽拥有这种恶,即无知,但尚未因此变得毫无理性或愚蠢,而是仍然认为自己不知道自己所不知道之事的人。
διὸ δὴ καὶ φιλοσοφοῦσιν οἱ οὔτε ἀγαθοὶ οὔτε κακοί πω ὄντες, ὅσοι δὲ κακοὶ οὐ φιλοσοφοῦσιν, οὐδὲ οἱ ἀγαθοί· οὔτε γὰρ τὸ ἐναντίον τοῦ ἐναντίου οὔτε τὸ ὅμοιον τοῦ ὁμοίου φίλον ἡμῖν ἐφάνη ἐν τοῖς ἔμπροσθεν λόγοις.
所以,那些既非善也非恶的人在追求智慧,而那些已变恶的人和那些善的人则不追求;因为在先前的讨论中,相反者不是相反者的朋友,相同者也不是相同者的朋友。
ἢ οὐ μέμνησθε;
难道你们不记得了吗?
— πάνυ γε, ἐφάτην.
”— “当然记得,” 他们俩说。
—νῦν ἄρα, ἦν δʼ ἐγώ, ὦ Λύσι τε καὶ Μενέξενε, παντὸς μᾶλλον ἐξηυρήκαμεν ὃ ἔστιν τὸ φίλον καὶ οὔ.
—““那么现在,”我说道,“吕西斯和梅内克塞诺,我们已经无比确切地找到了什么是朋友,什么不是。
φαμὲν γὰρ αὐτό, καὶ κατὰ τὴν ψυχὴν καὶ κατὰ τὸ σῶμα καὶ πανταχοῦ, τὸ μήτε κακὸν μήτε ἀγαθὸν διὰ κακοῦ παρουσίαν τοῦ ἀγαθοῦ φίλον εἶναι.
因为我们说,无论在灵魂方面、在身体方面还是在任何地方,那既非恶也非善的东西,都是因为恶的存在而成为善的朋友。
—παντάπασιν ἐφάτην τε καὶ συνεχωρείτην οὕτω τοῦτʼ ἔχειν.
””— 他们俩完全同意事情就是这样。
καὶ δὴ καὶ αὐτὸς ἐγὼ πάνυ ἔχαιρον, ὥσπερ θηρευτής τις, ἔχων ἀγαπητῶς ὃ ἐθηρευόμην.
而我自己也非常高兴,就像一个猎人,满心欢喜地抓到了自己一直在追捕的猎物。
κἄπειτʼ οὐκ οἶδʼ ὁπόθεν μοι ἀτοπωτάτη τις ὑποψία εἰσῆλθεν ὡς οὐκ ἀληθῆ εἴη τὰ ὡμολογημένα ἡμῖν, καὶ εὐθὺς ἀχθεσθεὶς εἶπον·
然而紧接着,不知从何处,一个极其怪异的怀疑袭上我的心头,觉得我们所同意的事情并不真实。
βαβαῖ, ὦ Λύσι τε καὶ Μενέξενε, κινδυνεύομεν ὄναρ πεπλουτηκέναι.
我立刻感到沮丧,说道:“哎呀,吕西斯和梅内克塞诺,我们恐怕只是在梦里发了一笔财。
τί μάλιστα;
” “这怎么说?
ἔφη ὁ Μενέξενος.
” 梅内克塞诺问。
φοβοῦμαι, ἦν δʼ ἐγώ, μὴ ὥσπερ ἀνθρώποις ἀλαζόσιν λόγοις τισὶν τοιούτοις ἐντετυχήκαμεν περὶ τοῦ φίλου.
“我担心,”我说道,“关于朋友,我们可能遇到了某些像自夸者一样的论证。
πῶς δή;
” “怎么会呢?
ἔφη.
” 他说。
ὧδε, ἦν δʼ ἐγώ, σκοπῶμεν·
“我们这样来考虑吧,”我说道。
φίλος ὃς ἂν εἴη, πότερόν ἐστίν τῳ φίλος ἢ οὔ;
“谁要是朋友,他必然是某人的朋友,还是不是?
— ἀνάγκη, ἔφη.
”— “必然是,” 他说。
—πότερον οὖν οὐδενὸς ἕνεκα καὶ διʼ οὐδέν, ἢ ἕνεκά του καὶ διά τι;
—““那么,他成为朋友是毫无目的、毫无原因,还是为了某物且因为某物?
— ἕνεκά του καὶ διά τι.
””— “为了某物且因为某物。
—πότερον φίλου ὄντος ἐκείνου τοῦ πράγματος, οὗ ἕνεκα φίλος ὁ φίλος τῷ φίλῳ, ἢ οὔτε φίλου οὔτε ἐχθροῦ;
” —““那么,朋友对朋友而言成为朋友所为了的那个事物,它本身是可亲的,还是既非可亲也非仇恨的?
— οὐ πάνυ, ἔφη, ἕπομαι.
””— “我不太能,” 他说, “跟得上。
—εἰκότως γε, ἦν δʼ ἐγώ· ἀλλʼ ὧδε ἴσως ἀκολουθήσεις, οἶμαι δὲ καὶ ἐγὼ μᾶλλον εἴσομαι ὅτι λέγω.
” —““理当如此,”我说道,“但如果这样,你也许就能跟上了,而且我想我自己也会更清楚自己在说什么。
ὁ κάμνων, νυνδὴ ἔφαμεν, τοῦ ἰατροῦ φίλος·
我们刚才说,病人是医生的朋友,难道不是吗?
οὐχ οὕτως; — ναί.
””— “是的。
—οὐκοῦν διὰ νόσον ἕνεκα ὑγιείας τοῦ ἰατροῦ φίλος;
” —““那么,他是因为疾病,为了健康,才成为医生的朋友吗?
— ναί.
””— “是的。
—ἡ δέ γε νόσος κακόν;
” —““而疾病确实是恶?
— πῶς δʼ οὔ;
””— “怎么会不是呢?
—τί δὲ ὑγίεια;
” —““那么健康呢?
ἦν δʼ ἐγώ·
”我说道。
ἀγαθὸν ἢ κακὸν ἢ οὐδέτερα;
“是善、是恶,还是两者都不是?
§219ἀγαθόν, ἔφη.
””— “是善,” 他说。
—ἐλέγομεν δʼ ἄρα, ὡς ἔοικεν, ὅτι τὸ σῶμα, οὔτε ἀγαθὸν οὔτε κακὸν ὄν, διὰ τὴν νόσον, τοῦτο δὲ διὰ τὸ κακόν, τῆς ἰατρικῆς φίλον ἐστίν, ἀγαθὸν δὲ ἰατρική·
—““那么看来,我们当时是说,身体作为既非善也非恶的东西,因为疾病——这就是因为恶——而成了医术的朋友,而医术是善的;而且为了健康,医术被接纳为朋友,而健康是善。
ἕνεκα δὲ τῆς ὑγιείας τὴν φιλίαν ἡ ἰατρικὴ ἀνῄρηται, ἡ δὲ ὑγίεια ἀγαθόν. ἦ γάρ;
难道不是吗?
— ναί.
””— “是的。
—φίλον δὲ ἢ οὐ φίλον ἡ ὑγίεια;
” —““那么健康是可亲的还是不可亲的?
— φίλον.
””— “是可亲的。
—ἡ δὲ νόσος ἐχθρόν.
” —““而疾病是仇敌?
— πάνυ γε.
””— “正是如此。
—τὸ οὔτε κακὸν οὔτε ἀγαθὸν ἄρα διὰ τὸ κακὸν καὶ τὸ ἐχθρὸν τοῦ ἀγαθοῦ φίλον ἐστὶν ἕνεκα τοῦ ἀγαθοῦ καὶ φίλου.
” —““因此,那既非恶也非善的东西,因为恶和仇敌,为了善和可亲之物,而成了善的朋友。
— φαίνεται.
””— “看来是这样。
—ἕνεκα ἄρα τοῦ φίλου τοῦ φίλου τὸ φίλον φίλον διὰ τὸ ἐχθρόν.
” —““因此,为了可亲之物,那作为朋友的东西,由于仇敌的缘故,才成为了朋友。
— ἔοικεν.
””— “看来是这样。
εἶεν, ἦν δʼ ἐγώ. ἐπειδὴ ἐνταῦθα ἥκομεν, ὦ παῖδες, πρόσσχωμεν τὸν νοῦν μὴ ἐξαπατηθῶμεν.
” “好吧,”我说道,“既然我们已经到了这一步,孩子们,让我们集中注意力,以免被欺骗。
ὅτι μὲν γὰρ φίλον τοῦ φίλου τὸ φίλον γέγονεν, ἐῶ χαίρειν, καὶ τοῦ ὁμοίου γε τὸ ὅμοιον φίλον γίγνεται, ὅ φαμεν ἀδύνατον εἶναι· ἀλλʼ ὅμως τόδε σκεψώμεθα, μὴ ἡμᾶς ἐξαπατήσῃ τὸ νῦν λεγόμενον.
因为,至于可亲之物成为了可亲之物之友这一点,我姑且不论,而且相同者也因此成为了相同者之友,而这我们说过是不可能的;但无论如何,让我们考虑这一点,以免现在所说的话欺骗了我们。
ἡ ἰατρική, φαμέν, ἕνεκα τῆς ὑγιείας φίλον.
我们说,医术是为了健康而成为朋友。
— ναί.
”— “是的。
—οὐκοῦν καὶ ἡ ὑγίεια φίλον;
” —““那么,健康也是可亲的吗?
— πάνυ γε.
””— “当然。
—εἰ ἄρα φίλον, ἕνεκά του.
” —““那么,如果它是可亲的,它必然是为了某物?
— ναί.
””— “是的。
—φίλου γέ τινος δή, εἴπερ ἀκολουθήσει τῇ πρόσθεν ὁμολογίᾳ.
” —““如果是要遵循我们先前的协议,那必然是为了某种可亲之物。
— πάνυ γε.
””— “当然。
—οὐκοῦν καὶ ἐκεῖνο φίλον αὖ ἔσται ἕνεκα φίλου;
” —““那么,那另一个东西也将是为了另一个可亲之物而成为可亲之物吗?
— ναί.
””— “是的。
—ἆρʼ οὖν οὐκ ἀνάγκη ἀπειπεῖν ἡμᾶς οὕτως ἰόντας ἢ ἀφικέσθαι ἐπί τινα ἀρχήν, ἣ οὐκέτʼ ἐπανοίσει ἐπʼ ἄλλο φίλον, ἀλλʼ ἥξει ἐπʼ ἐκεῖνο ὅ ἐστιν πρῶτον φίλον, οὗ ἕνεκα καὶ τὰ ἄλλα φαμὲν πάντα φίλα εἶναι;
” —““那么,如果我们这样一直走下去,我们不免要筋疲力尽,否则就必须到达某个‘起点’,它不再指涉另一个可亲之物,而是到达那个 ‘第一可亲之物’,我们说所有其他事物都是为了它才成为可亲之物的,这难道不是必然的吗?
— ἀνάγκη.
””— “必须如此。
—τοῦτο δή ἐστιν ὃ λέγω, μὴ ἡμᾶς τἆλλα πάντα ἃ εἴπομεν ἐκείνου ἕνεκα φίλα εἶναι, ὥσπερ εἴδωλα ἄττα ὄντα αὐτοῦ, ἐξαπατᾷ, ᾖ δʼ ἐκεῖνο τὸ πρῶτον, ὃ ὡς ἀληθῶς ἐστι φίλον. ἐννοήσωμεν γὰρ οὑτωσί·
” —““这就是我所要说的:免得我们所说的那些为了那一个东西而成为朋友的其他所有东西——它们就像是它的种种幻影——欺骗了我们,而唯有那第一个东西才是真正可亲的。
ὅταν τίς τι περὶ πολλοῦ ποιῆται, οἷόνπερ ἐνίοτε πατὴρ ὑὸν ἀντὶ πάντων τῶν ἄλλων χρημάτων προτιμᾷ, ὁ δὴ τοιοῦτος ἕνεκα τοῦ τὸν ὑὸν περὶ παντὸς ἡγεῖσθαι ἆρα καὶ ἄλλο τι ἂν περὶ πολλοῦ ποιοῖτο;
因为让我们这样来思考:当一个人高度珍视某物时,就像父亲有时珍视儿子超过所有其他财产一样,那么这样的人,为了把他的儿子视作高于一切,他难道还会高度珍视其他东西吗?
οἷον εἰ αἰσθάνοιτο αὐτὸν κώνειον πεπωκότα, ἆρα περὶ πολλοῦ ποιοῖτʼ ἂν οἶνον, εἴπερ τοῦτο ἡγοῖτο τὸν ὑὸν σώσειν;
例如,如果他发现儿子喝了毒参,如果他认为这能救儿子的命,他会高度珍视葡萄酒吗?
— τί μήν; ἔφη.
””— “当然会,” 他说。
—οὐκοῦν καὶ τὸ ἀγγεῖον, ἐν ᾧ ὁ οἶνος ἐνείη;
—““还有盛放葡萄酒的器皿?
— πάνυ γε.
””— “当然。
—ἆρʼ οὖν τότε οὐδὲν περὶ πλείονος ποιεῖται, κύλικα κεραμέαν ἢ τὸν ὑὸν τὸν αὑτοῦ, οὐδὲ τρεῖς κοτύλας οἴνου ἢ τὸν ὑόν;
” —““那么在那个时候,他绝不会看得比他自己的儿子还重——无论是陶土杯还是三杯葡萄酒,对吗? ”

词汇与语法注释

  1. 218aφίλον δὲ ἀγαθῷ κακὸν οὐκ ἦν — 未完成过去时 `οὐκ ἦν` 在此并非指单纯的过去事实,而是指代在此前的对话中已经达成的共识(表示回想的未完成过去时)。
  2. 218aλείπονται δὴ οἱ ἔχοντες μὲν τὸ κακὸν τοῦτο — 主格分词 `ἔχοντες`、`ὄντες` 和 `ἡγούμενοι` 均修饰冠词 `οἱ`,用以描述中间阶层(即爱智者)的特征。短语 `μήπω δὲ ὑπʼ αὐτοῦ ὄντες ἀγνώμονες` 表示尚未被“无知”同化为冥顽不灵者的状态。
  3. 219bἕνεκα ἄρα τοῦ φίλου τοῦ φίλου τὸ φίλον φίλον — 双重属格结构 `τοῦ φίλου τοῦ φίλου` 中,第一个 `τοῦ φίλου` 受介词 `ἕνεκα` 支配,第二个则修饰名词化的形容词 `τὸ φίλον`(意为“对可亲之物而言的可亲之物”)。
  4. 219dἣ οὐκέτʼ ἐπανοίσει ἐπʼ ἄλλο φίλον — 关系代词 `ἣ` 的先行词是 `τινα ἀρχήν`(某个始基)。在此处作不及物动词使用的 `ἐπανοίσει` 意为“溯及”或“归结于”。
  5. 219dὥσπερ εἴδωλα ἄττα ὄντα αὐτοῦ — 中性复数分词 `ὄντα` 与主句中的 `τἆλλα πάντα`(所有其他事物)相一致。属格代词 `αὐτοῦ` 指代后文的 `ἐκεῖνο τὸ πρῶτον`(第一之物)。

引用这一段

柏拉图, 赖西斯篇 §218-219. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg020.humanitext-grc2:218-219

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。