§216τροφὴν γὰρ εἶναι τὸ ἐναντίον τῷ ἐναντίῳ· τὸ γὰρ ὅμοιον τοῦ ὁμοίου οὐδὲν ἂν ἀπολαῦσαι.
因为相反者是相反者的滋养;而相似者从相似者那里得不到任何益处。
καὶ μέντοι, ὦ ἑταῖρε, καὶ κομψὸς ἐδόκει εἶναι ταῦτα λέγων· εὖ γὰρ ἔλεγεν.
而且,朋友,他说这些话时显得十分巧妙,因为他说得很好。
ὑμῖν δέ, ἦν δʼ ἐγώ, πῶς δοκεῖ λέγειν;
但在你们看来,"我说道,"他说的怎么样?
—
εὖ γε,
ἔφη ὁ Μενέξενος,
ὥς γε οὑτωσὶ ἀκοῦσαι.
"— “很好,” 梅内克塞诺斯说, “至少这样听起来是如此。
—φῶμεν ἄρα τὸ ἐναντίον τῷ ἐναντίῳ μάλιστα φίλον εἶναι;
” —“那么,我们要不要说,相反者对相反者而言是最亲密的朋友?
—
πάνυ γε.
”— “当然。
—εἶεν, ἦν δʼ ἐγώ· οὐκ ἀλλόκοτον, ὦ Μενέξενε;
” —“行了,”我说道,“但这难道不奇怪吗,梅内克塞诺斯?
καὶ ἡμῖν εὐθὺς ἅσμενοι ἐπιπηδήσονται οὗτοι οἱ πάσσοφοι ἄνδρες, οἱ ἀντιλογικοί, καὶ ἐρήσονται εἰ οὐκ ἐναντιώτατον ἔχθρα φιλίᾳ;
那些无所不知的人,即论辩家们,会立刻兴高采烈地向我们扑过来,并询问:敌意难道不是友谊最极端的相反物吗?
οἷς τί ἀποκρινούμεθα;
对此我们该怎么回答?
ἢ οὐκ ἀνάγκη ὁμολογεῖν ὅτι ἀληθῆ λέγουσιν;
难道我们不是必须承认他们说的是真话吗?
—
ἀνάγκη.
”— “必须承认。
—ἆρʼ οὖν, φήσουσιν, τὸ ἐχθρὸν τῷ φίλῳ φίλον ἢ τὸ φίλον τῷ ἐχθρῷ;
” —““那么,”他们会问,“敌人是朋友的朋友,还是朋友是敌人的朋友?
—
οὐδέτερα,
ἔφη.
””— “两者都不是,” 他说。
—ἀλλὰ τὸ δίκαιον τῷ ἀδίκῳ, ἢ τὸ σῶφρον τῷ ἀκολάστῳ, ἢ τὸ ἀγαθὸν τῷ κακῷ;
—““那么,是正义者是邪恶者的朋友,还是节制者是放荡者的朋友,或者是善人是恶人的朋友?
—
οὐκ ἄν μοι δοκεῖ οὕτως ἔχειν.
””— “我觉得不会是这样。
—ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, εἴπερ γε κατὰ τὴν ἐναντιότητά τί τῳ φίλον ἐστίν, ἀνάγκη καὶ ταῦτα φίλα εἶναι.
” —“但是,”我说道,“如果由于对立性,某物成了某物的朋友,那么这些也必须成为朋友。
—
ἀνάγκη.
”— “必然如此。
—οὔτε ἄρα τὸ ὅμοιον τῷ ὁμοίῳ οὔτε τὸ ἐναντίον τῷ ἐναντίῳ φίλον.
” —“那么,既不是相似者是相似者的朋友,也不是相反者是相反者的朋友。
—
οὐκ ἔοικεν.
”— “看来不是。
ἔτι δὲ καὶ τόδε σκεψώμεθα, μὴ ἔτι μᾶλλον ἡμᾶς λανθάνει τὸ φίλον ὡς ἀληθῶς οὐδὲν τούτων ὄν, ἀλλὰ τὸ μήτε ἀγαθὸν μήτε κακὸν φίλον οὕτω ποτὲ γιγνόμενον τοῦ ἀγαθοῦ.
” “我们还要进一步考虑这件事,真正的朋友会不会更不在这些之中,而是那既非善也非恶的东西在某种情况下成了善的朋友?
—
πῶς,
ἦ δʼ ὅς,
λέγεις;
”— “你是怎么,” 他问, “说的?
—ἀλλὰ μὰ Δία, ἦν δʼ ἐγώ, οὐκ οἶδα, ἀλλὰ τῷ ὄντι αὐτὸς εἰλιγγιῶ ὑπὸ τῆς τοῦ λόγου ἀπορίας, καὶ κινδυνεύει κατὰ τὴν ἀρχαίαν παροιμίαν τὸ καλὸν φίλον εἶναι.
” —“但凭着宙斯发誓,”我说道,“我也不知道,但实际上,我自己也因论证的困境而感到头晕目眩,似乎正如古老的谚语所说,美者即是友。
ἔοικε γοῦν μαλακῷ τινι καὶ λείῳ καὶ λιπαρῷ· διὸ καὶ ἴσως ῥᾳδίως διολισθαίνει καὶ διαδύεται ἡμᾶς, ἅτε τοιοῦτον ὄν.
它至少看起来像某种柔软、光滑、润泽的东西;因此,或许它很容易就溜走并避开我们,因为它就是这样的本性。
λέγω γὰρ τἀγαθὸν καλὸν εἶναι· σὺ δʼ οὐκ οἴει;
因为我说善就是美,难道你不这样认为吗?
—
ἔγωγε.
”— “我认为是。
—λέγω τοίνυν ἀπομαντευόμενος, τοῦ καλοῦ τε καὶ ἀγαθοῦ φίλον εἶναι τὸ μήτε ἀγαθὸν μήτε κακόν·
” —“那么,凭着直觉,我说那既非善也非恶的东西,是美且善的友。
πρὸς ἃ δὲ λέγων μαντεύομαι, ἄκουσον.
至于我是凭着什么说出这个预言的,请听一听。
δοκεῖ μοι ὡσπερεὶ τρία ἄττα εἶναι γένη, τὸ μὲν ἀγαθόν, τὸ δὲ κακόν, τὸ δʼ οὔτʼ ἀγαθὸν οὔτε κακόν·
在我看来,似乎有三种类型:善、恶,以及既非善也非恶。
τί δὲ σοί;
你觉得呢?
—
καὶ ἐμοί,
ἔφη.
”— “我也这么认为,” 他说。
—καὶ οὔτε τἀγαθὸν τἀγαθῷ οὔτε τὸ κακὸν τῷ κακῷ οὔτε τἀγαθὸν τῷ κακῷ φίλον εἶναι, ὥσπερ οὐδʼ ὁ ἔμπροσθεν λόγος ἐᾷ·
—““而且,善不是善的朋友,恶不是恶的朋友,善也不是恶的朋友,正如我们之前的讨论所不容许的那样。
λείπεται δή, εἴπερ τῴ τί ἐστιν φίλον, τὸ μήτε ἀγαθὸν μήτε κακὸν φίλον εἶναι ἢ τοῦ ἀγαθοῦ ἢ τοῦ τοιούτου οἷον αὐτό ἐστιν.
那么,如果真的有什么东西成了什么东西的朋友,剩下的就只有那既非善也非恶的东西成为善的朋友,或者成为与自己相同的东西的朋友了。
οὐ γὰρ ἄν που τῷ κακῷ φίλον ἄν τι γένοιτο.
因为任何东西肯定都无法成为恶的朋友。
—
ἀληθῆ.
””— “对。
—οὐδὲ μὴν τὸ ὅμοιον τῷ ὁμοίῳ ἔφαμεν ἄρτι· ἦ γάρ;
” —“然而,我们刚才说过,相似者不是相似者的朋友,对吧?
—
ναί.
”— “是的。
—οὐκ ἄρα ἔσται τῷ μήτε ἀγαθῷ μήτε κακῷ τὸ τοιοῦτον φίλον οἷον αὐτό.
” —“那么,那既非善也非恶的东西,其朋友不会是与它自身相同的东西。
—
οὐ φαίνεται.
”— “看来不是。
—
” —