Humanitext Reader

柏拉图 · 赖西斯篇 §215

善人的自足性与对立者之间的友谊

第 9 段,共 15 段 · 希腊语

内容简介

苏格拉底论证道,由于善人是自足的,他们互不需要,因此无法基于“相似性”建立友谊。随后,他提出了一种相反的观点,即对立的事物为了填补彼此的缺乏而相互吸引并成为朋友。

§215ἢ τί ἂν παθεῖν, ὃ μὴ καὶ ὑφʼ αὑτοῦ πάθοι;
或者(相似者从相似者那里)能遭受什么它自己不能对自己造成的损害呢?
τὰ δὴ τοιαῦτα πῶς ἂν ὑπʼ ἀλλήλων ἀγαπηθείη, μηδεμίαν ἐπικουρίαν ἀλλήλοις ἔχοντα;
那么,在彼此不能提供任何帮助的情况下,这类东西怎么会被彼此喜爱呢?
ἔστιν ὅπως;
这可能吗?
— οὐκ ἔστιν.
— “不可能。
—ὃ δὲ μὴ ἀγαπῷτο, πῶς φίλον;
” —而那不被喜爱的,又怎么能是朋友呢?
— οὐδαμῶς.
— “绝不可能。
—ἀλλὰ δὴ ὁ μὲν ὅμοιος τῷ ὁμοίῳ οὐ φίλος· ὁ δὲ ἀγαθὸς τῷ ἀγαθῷ καθʼ ὅσον ἀγαθός, οὐ καθʼ ὅσον ὅμοιος, φίλος ἂν εἴη;
” —但是,既然相似者不是相似者的朋友,那么善人作为善人(而不是作为相似者),是否会是善人的朋友呢?
— ἴσως.
— “也许吧。
—τί δέ;
” —那又如何?
οὐχ ὁ ἀγαθός, καθʼ ὅσον ἀγαθός, κατὰ τοσοῦτον ἱκανὸς ἂν εἴη αὑτῷ;
善人作为善人,难道在这一层面上对他自己而言不是自足的吗?
— ναί.
— “是的。
—ὁ δέ γε ἱκανὸς οὐδενὸς δεόμενος κατὰ τὴν ἱκανότητα.
” —而自足的人,凭借其自足性,是不需要任何东西的。
— πῶς γὰρ οὔ;
— “当然。
—ὁ δὲ μή του δεόμενος οὐδέ τι ἀγαπῴη ἄν.
” —而不需要任何东西的人,也就不会喜爱任何东西了。
— οὐ γὰρ οὖν.
— “确实如此。
—ὃ δὲ μὴ ἀγαπῴη, οὐδʼ ἂν φιλοῖ.
” —而不喜爱的,也就不会去爱(视之为友)了。
— οὐ δῆτα.
— “绝不。
—ὁ δὲ μὴ φιλῶν γε οὐ φίλος.
” —而不去爱的,就不是朋友。
— οὐ φαίνεται.
— “看来不是。
—πῶς οὖν οἱ ἀγαθοὶ τοῖς ἀγαθοῖς ἡμῖν φίλοι ἔσονται τὴν ἀρχήν, οἳ μήτε ἀπόντες ποθεινοὶ ἀλλήλοις—ἱκανοὶ γὰρ ἑαυτοῖς καὶ χωρὶς ὄντες—μήτε παρόντες χρείαν αὑτῶν ἔχουσιν;
” —那么,善人究竟如何会成为我们所说的朋友呢? 他们既在别处时互不思念——因为即使分开他们自己也是自足的——在相聚时又互不需要。
τοὺς δὴ τοιούτους τίς μηχανὴ περὶ πολλοῦ ποιεῖσθαι ἀλλήλους;
有什么办法能让这样的人彼此高度珍视呢?
— οὐδεμία, ἔφη.
— “没有,”他说。
—φίλοι δέ γε οὐκ ἂν εἶεν μὴ περὶ πολλοῦ ποιούμενοι ἑαυτούς.
“但是,如果他们不彼此珍视,他们就不能成为朋友。
— ἀληθῆ.
”— “对。
ἄθρει δή, ὦ Λύσι, πῇ παρακρουόμεθα.
” —那么,吕西斯,看一看我们是在哪里出了错。
ἆρά γε ὅλῳ τινὶ ἐξαπατώμεθα;
我们是不是在某个整体的事情上被欺骗了?
— πῶς δή; ἔφη.
— “怎么说呢?
—ἤδη ποτέ του ἤκουσα λέγοντος, καὶ ἄρτι ἀναμιμνῄσκομαι, ὅτι τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ καὶ οἱ ἀγαθοὶ τοῖς ἀγαθοῖς πολεμιώτατοι εἶεν·
”他说。
καὶ δὴ καὶ τὸν Ἡσίοδον ἐπήγετο μάρτυρα, λέγων ὡς ἄρα— " καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ ἀοιδὸς ἀοιδῷ " " καὶ πτωχὸς πτωχῷ, " καὶ τἆλλα δὴ πάντα οὕτως ἔφη ἀναγκαῖον εἶναι μάλιστα τὰ ὁμοιότατα πρὸς ἄλληλα φθόνου τε καὶ φιλονικίας καὶ ἔχθρας ἐμπίμπλασθαι, τὰ δʼ ἀνομοιότατα φιλίας·
—我以前曾听人说过,我现在刚想起来,相似者对于相似者、善人对于善人是最具敌意的。
τὸν γὰρ πένητα τῷ πλουσίῳ ἀναγκάζεσθαι φίλον εἶναι καὶ τὸν ἀσθενῆ τῷ ἰσχυρῷ τῆς ἐπικουρίας ἕνεκα, καὶ τὸν κάμνοντα τῷ ἰατρῷ, καὶ πάντα δὴ τὸν μὴ εἰδότα ἀγαπᾶν τὸν εἰδότα καὶ φιλεῖν.
而且,他还引证赫西俄德为证,说道: “陶工嫉恨陶工,歌手嫉恨歌手” “乞丐嫉恨乞丐,” 他说,其他所有事物也是如此,最相似的事物之间必然最充满嫉妒、竞争和仇恨,而最不相似的事物则充满友谊。
καὶ δὴ καὶ ἔτι ἐπεξῄει τῷ λόγῳ μεγαλοπρεπέστερον, λέγων ὡς ἄρα παντὸς δέοι τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον εἶναι, ἀλλʼ αὐτὸ τὸ ἐναντίον εἴη τούτου·
因为穷人为了得到帮助而不得不成为富人的朋友,弱者不得不成为强者的朋友,病人不得不成为医生的朋友,所有无知的人也都会喜爱并亲近有知的人。
τὸ γὰρ ἐναντιώτατον τῷ ἐναντιωτάτῳ εἶναι μάλιστα φίλον.
甚至,他还把这个道理推导得更加宏大,说相似者绝对不会是相似者的朋友,事实恰恰相反:最对立的事物最是对方的朋友。
ἐπιθυμεῖν γὰρ τοῦ τοιούτου ἕκαστον, ἀλλʼ οὐ τοῦ ὁμοίου· τὸ μὲν γὰρ ξηρὸν ὑγροῦ, τὸ δὲ ψυχρὸν θερμοῦ, τὸ δὲ πικρὸν γλυκέος, τὸ δὲ ὀξὺ ἀμβλέος, τὸ δὲ κενὸν πληρώσεως, καὶ τὸ πλῆρες δὲ κενώσεως, καὶ τἆλλα οὕτω κατὰ τὸν αὐτὸν λόγον.
因为每种事物都渴望这样(相反)的东西,而不是渴望与自己相似的东西:干燥的渴望湿润,寒冷的渴望温暖,苦的渴望甜,锐利的渴望迟钝,空虚的渴望充满,而充满的渴望排空,其他事物也都依此理类推。

词汇与语法注释

  1. 215aἢ τί ἂν παθεῖν — 不定词 παθεῖν 最好的理解是与前一句中的 δύναιτο 并列并受其支配(即 ἢ τί ἂν [δύναιτο] παθεῖν)。或者,它与 ἂν 连用构成潜在不定词,意为“(它)能遭受什么”。
  2. 215bἡμῖν — 此处用作伦理与格(关涉与格),表示说话者的主观关注或参与,为句子增添了探究和亲切的语气:“究竟怎么,对我们来说,他们才会成为朋友呢?”
  3. 215eπαντὸς δέοι — 这是使用非人称动词 δεῖ 的习惯用语 πολλοῦ δεῖ(“远非……”、“绝不……”)的强调变体,此处带量属格 παντὸς。由于位于 ὡς ἄρα 引导的间接引语从句中,故动词使用希求法(δέοι)。字面意思是“(相似者是相似者的朋友)还差得远”,表示强烈的否定。

引用这一段

柏拉图, 赖西斯篇 §215. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg020.humanitext-grc2:215

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。