§210τί δʼ εἰ τοὺς ὀφθαλμοὺς ὁ ὑὸς αὐτοῦ ἀσθενοῖ, ἆρα ἐῴη ἂν αὐτὸν ἅπτεσθαι τῶν ἑαυτοῦ ὀφθαλμῶν, μὴ ἰατρὸν ἡγούμενος, ἢ κωλύοι ἄν;
如果他的儿子眼睛有病,在他不认为儿子是医生的情况下,他会允许儿子抚摸他自己的眼睛吗,还是会阻拦呢?
>—
κωλύοι ἄν.
—— 会阻拦的。
—ἡμᾶς δέ γε εἰ ὑπολαμβάνοι ἰατρικοὺς εἶναι, κἂν εἰ βουλοίμεθα διανοίγοντες τοὺς ὀφθαλμοὺς ἐμπάσαι τῆς τέφρας, οἶμαι οὐκ ἂν κωλύσειεν, ἡγούμενος ὀρθῶς φρονεῖν.
—— 但是,如果他认为我们懂得医术,即使我们想睁开他的眼睛,撒些灰角进去,我想他也绝不会阻拦,因为他会认为我们想得对。
—
ἀληθῆ λέγεις.
—— 你说得对。
—ἆρʼ οὖν καὶ τἆλλα πάντα ἡμῖν ἐπιτρέποι ἂν μᾶλλον ἢ ἑαυτῷ καὶ τῷ ὑεῖ, περὶ ὅσων ἂν δόξωμεν αὐτῷ σοφώτεροι ἐκείνων εἶναι;
—— 那么,在一切他认为我们比他们更聪明的事情上,他难道不也会把其他所有事情都更愿意托付给我们,而不是他自己和他的儿子吗?
—
ἀνάγκη,
ἔφη,
ὦ Σώκρατες.
—— 必然如此,他说,苏格拉底。
οὕτως ἄρα ἔχει, ἦν δʼ ἐγώ, ὦ φίλε Λύσι· εἰς μὲν ταῦτα, ἃ ἂν φρόνιμοι γενώμεθα, ἅπαντες ἡμῖν ἐπιτρέψουσιν, Ἕλληνές τε καὶ βάρβαροι καὶ ἄνδρες καὶ γυναῖκες, ποιήσομέν τε ἐν τούτοις ὅτι ἂν βουλώμεθα, καὶ οὐδεὶς ἡμᾶς ἑκὼν εἶναι ἐμποδιεῖ, ἀλλʼ αὐτοί τε ἐλεύθεροι ἐσόμεθα ἐν αὐτοῖς καὶ ἄλλων ἄρχοντες, ἡμέτερά τε ταῦτα ἔσται—ὀνησόμεθα γὰρ ἀπʼ αὐτῶν—εἰς ἃ δʼ ἂν νοῦν μὴ κτησώμεθα, οὔτε τις ἡμῖν ἐπιτρέψει περὶ αὐτὰ ποιεῖν τὰ ἡμῖν δοκοῦντα, ἀλλʼ ἐμποδιοῦσι πάντες καθʼ ὅτι ἂν δύνωνται, οὐ μόνον οἱ ἀλλότριοι, ἀλλὰ καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ εἴ τι τούτων οἰκειότερόν ἐστιν, αὐτοί τε ἐν αὐτοῖς ἐσόμεθα ἄλλων ὑπήκοοι, καὶ ἡμῖν ἔσται ἀλλότρια·
“那么,亲爱的吕西斯,事情就是这样的,”我说,“在那些我们变得聪明的领域,所有人都会把它们托付给我们,无论是希腊人还是野蛮人,男人还是女人,而且在这些领域里,我们将做任何我们想做的事情,没有人会自愿阻挠我们,相反,我们在其中将是自由的,并且成为别人的统治者,而这些事情将是属于我们的——因为我们将从中受益。 然而在那些我们没有获得理智的事情上,没有人会允许我们做自己认为合适的事,反而所有人都会在他们能做到的范围内阻挠我们,不仅是陌生人,连父亲和母亲,以及任何比他们更亲近的人都是如此;而且我们在这些事情上将成为别人的臣民,而它们对我们而言也将是异己的——因为我们不会从中得到任何好处。
οὐδὲν γὰρ ἀπʼ αὐτῶν ὀνησόμεθα. συγχωρεῖς οὕτως ἔχειν;
你同意事情是这样的吗?
—
συγχωρῶ.
”—— 我同意。
—ἆρʼ οὖν τῳ φίλοι ἐσόμεθα καί τις ἡμᾶς φιλήσει ἐν τούτοις, ἐν οἷς ἂν ὦμεν ἀνωφελεῖς;
—— 那么,在我们无益的那些事情上,我们还会是任何人的朋友,或者会有人爱我们吗?
—
οὐ δῆτα,
ἔφη.
—— 绝不会的,他说。
—νῦν ἄρα οὐδὲ σὲ ὁ πατὴρ οὐδὲ ἄλλος ἄλλον οὐδένα φιλεῖ, καθʼ ὅσον ἂν ᾖ ἄχρηστος.
——那么现在,无论是你的父亲,还是其他任何人,都不会在另一个人无用的范围内去爱他。
—
οὐκ ἔοικεν,
ἔφη.
—— 似乎不是这样,他说。
—ἐὰν μὲν ἄρα σοφὸς γένῃ, ὦ παῖ, πάντες σοι φίλοι καὶ πάντες σοι οἰκεῖοι ἔσονται—χρήσιμος γὰρ καὶ ἀγαθὸς ἔσῃ—εἰ δὲ μή, σοὶ οὔτε ἄλλος οὐδεὶς οὔτε ὁ πατὴρ φίλος ἔσται οὔτε ἡ μήτηρ οὔτε οἱ οἰκεῖοι.
——“那么,孩子啊,如果你变得聪明,所有人都会是你的朋友,所有人都会是你的亲人——因为你将是有用和优秀的——但如果不是这样,无论是其他任何人,还是你的父亲,或者你的母亲,或者你的亲人,都不会成为你的朋友。
οἷόν τε οὖν ἐπὶ τούτοις, ὦ Λύσι, μέγα φρονεῖν, ἐν οἷς τις μήπω φρονεῖ;
那么,吕西斯,在一个人还没有弄明白的事情上,他有可能自高自大吗?
—
καὶ πῶς ἄν; ἔφη.
”—— 这怎么可能呢?
—εἰ δʼ ἄρα σὺ διδασκάλου δέῃ, οὔπω φρονεῖς.
他说。
—
ἀληθῆ.
——“而如果你确实需要老师,那你还没有明白事理。
—οὐδʼ ἄρα μεγαλόφρων εἶ, εἴπερ ἄφρων ἔτι.
”—— 是的。
—
μὰ Δία,
ἔφη,
ὦ Σώκρατες, οὔ μοι δοκεῖ.
—— “那么,既然你还愚昧,你也就没有什么自豪的了。
καὶ ἐγὼ ἀκούσας αὐτοῦ ἀπέβλεψα πρὸς τὸν Ἱπποθάλη, καὶ ὀλίγου ἐξήμαρτον·
”—— 凭宙斯起誓,他说,苏格拉底,我觉得没有。
ἐπῆλθε γάρ μοι εἰπεῖν ὅτι οὕτω χρή, ὦ Ἱππόθαλες, τοῖς παιδικοῖς διαλέγεσθαι, ταπεινοῦντα καὶ συστέλλοντα, ἀλλὰ μὴ ὥσπερ σὺ χαυνοῦντα καὶ διαθρύπτοντα.
我听了之后,朝希波塔勒斯望去,险些犯了个错误。 因为我当时想对他说:“希波塔勒斯啊,应该用这种方式和爱人谈话,使他谦虚、收敛,而不是像你那样使他飘飘然、把他宠坏。 ”