§209ἀλλʼ ἀντὶ τίνος μὴν οὕτω σε δεινῶς διακωλύουσιν εὐδαίμονα εἶναι καὶ ποιεῖν ὅτι ἂν βούλῃ, καὶ διʼ ἡμέρας ὅλης τρέφουσί σε ἀεί τῳ δουλεύοντα καὶ ἑνὶ λόγῳ ὀλίγου ὧν ἐπιθυμεῖς οὐδὲν ποιοῦντα;
但是,那么他们究竟是为了什么,才如此厉害地阻拦你获得幸福、阻拦你做任何你想做的事,并且整天让你总是伺候某个人,一言以蔽之,让你对自己渴望的事情几乎一件也做不成呢?
ὥστε σοι, ὡς ἔοικεν, οὔτε τῶν χρημάτων τοσούτων ὄντων οὐδὲν ὄφελος, ἀλλὰ πάντες αὐτῶν μᾶλλον ἄρχουσιν ἢ σύ, οὔτε τοῦ σώματος οὕτω γενναίου ὄντος, ἀλλὰ καὶ τοῦτο ἄλλος ποιμαίνει καὶ θεραπεύει·
因此,正如看起来的那样,你既不能从这许多财产中得到任何好处,反而所有其他人管理它们都胜过你,又不能从你那如此健美的身体中得到好处,反而是别人在看管和照料它。
σὺ δὲ ἄρχεις οὐδενός, ὦ Λύσι, οὐδὲ ποιεῖς οὐδὲν ὧν ἐπιθυμεῖς.
而你呢,吕西斯,你什么也不管理,也不做任何你想做的事。
—
οὐ γάρ πω, ἔφη, ἡλικίαν ἔχω, ὦ Σώκρατες.
—— “因为,苏格拉底,”他说,“我的年龄还没到呢。
—μὴ οὐ τοῦτό σε, ὦ παῖ Δημοκράτους, κωλύῃ, ἐπεὶ τό γε τοσόνδε, ὡς ἐγᾦμαι, καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ σοι ἐπιτρέπουσιν καὶ οὐκ ἀναμένουσιν ἕως ἂν ἡλικίαν ἔχῃς.
”—— 恐怕阻拦你的并不是这件事吧,德莫克拉特之子啊,因为据我看来,至少有这么大的事,你的父亲和母亲都会托付给你,而且并不等到达到了年龄。
ὅταν γὰρ βούλωνται αὑτοῖς τινα ἀναγνωσθῆναι ἢ γραφῆναι, σέ, ὡς ἐγᾦμαι, πρῶτον τῶν ἐν τῇ οἰκίᾳ ἐπὶ τοῦτο τάττουσιν.
因为每当他们想让别人给自己读点什么或写点什么的时候,据我看来,他们会首先指派家里的你去做这件事。
ἦ γάρ;
不是吗?
—
πάνυ γʼ,
ἔφη.
—— “当然,” 他说。
—οὐκοῦν ἔξεστί σοι ἐνταῦθʼ ὅτι ἂν βούλῃ πρῶτον τῶν γραμμάτων γράφειν καὶ ὅτι ἂν δεύτερον· καὶ ἀναγιγνώσκειν ὡσαύτως ἔξεστιν.
——那么,在这件事上,你被允许先写你想要的字母,再写第二个字母;阅读也是一样被允许的。
καὶ ἐπειδάν, ὡς ἐγᾦμαι, τὴν λύραν λάβῃς, οὐ διακωλύουσί σε οὔτε ὁ πατὴρ οὔτε ἡ μήτηρ ἐπιτεῖναί τε καὶ ἀνεῖναι ἣν ἂν βούλῃ τῶν χορδῶν, καὶ ψῆλαι καὶ κρούειν τῷ πλήκτρῳ.
而且,据我看来,当你拿起里拉琴的时候,你的父亲和母亲都不会阻拦你张紧或放松你想要的任何一根弦,也不阻拦你用手指弹拨或用拨子击弦。
ἢ διακωλύουσιν;
还是说他们会阻拦呢?
—
οὐ δῆτα.
—— “绝不阻拦。
—τί ποτʼ ἂν οὖν εἴη, ὦ Λύσι, τὸ αἴτιον ὅτι ἐνταῦθα μὲν οὐ διακωλύουσιν, ἐν οἷς δὲ ἄρτι ἐλέγομεν κωλύουσι;
” ——那么,吕西斯,这究竟是什么原因,以至于在这件事上他们不阻拦你,而在我们刚才谈到的那些事上却要阻拦你呢?
—
ὅτι οἶμαι,
ἔφη,
ταῦτα μὲν ἐπίσταμαι, ἐκεῖνα δʼ οὔ.
—— “我想是因为,” 他说,“这些事情我是懂的,而那些事情我却不懂。
—εἶεν, ἦν δʼ ἐγώ, ὦ ἄριστε·
”——“好极了,”我说,“最优秀的人啊。
οὐκ ἄρα τὴν ἡλικίαν σου περιμένει ὁ πατὴρ ἐπιτρέπειν πάντα, ἀλλʼ ᾗ ἂν ἡμέρᾳ ἡγήσηταί σε βέλτιον αὑτοῦ φρονεῖν, ταύτῃ ἐπιτρέψει σοι καὶ αὑτὸν καὶ τὰ αὑτοῦ.
看来你父亲并不是在等待你达到年龄才把一切都托付给你,而是在他认为你比他自己想得更明白的那一天,在那一天他就会把不仅他自己还有他的财产都托付给你。
—
οἶμαι ἔγωγε,
ἔφη.
”—— “我觉得是这样,” 他说。
—εἶεν, ἦν δʼ ἐγώ· τί δέ;
——“好极了,”我说,“那这件事呢?
τῷ γείτονι ἆρʼ οὐχ ὁ αὐτὸς ὅρος ὅσπερ τῷ πατρὶ περὶ σοῦ;
邻人对于你的限制,难道不也是和他父亲对于你的一样吗?
πότερον οἴει αὐτὸν ἐπιτρέψειν σοι τὴν αὑτοῦ οἰκίαν οἰκονομεῖν, ὅταν σε ἡγήσηται βέλτιον περὶ οἰκονομίας ἑαυτοῦ φρονεῖν, ἢ αὐτὸν ἐπιστατήσειν;
你认为,当他觉得你在家政管理方面比他自己想得更明白的时候,他会把自己的家政托付给你管理,还是他自己来监管呢?
—
ἐμοὶ ἐπιτρέψειν οἶμαι.
”—— “我想他会托付给我。
—τί δʼ;
” ——“那又怎样?
Ἀθηναίους οἴει σοι οὐκ ἐπιτρέψειν τὰ αὑτῶν, ὅταν αἰσθάνωνται ὅτι ἱκανῶς φρονεῖς;
你认为雅典人当发觉你已经足够聪明时,他们不会把自己的国事托付给你吗?
—
ἔγωγε.
”—— “我认为会。
—πρὸς Διός, ἦν δʼ ἐγώ, τί ἄρα ὁ μέγας βασιλεύς;
” ——“凭宙斯起誓,”我说,“那么伟大的国王又会如何呢?
πότερον τῷ πρεσβυτάτῳ ὑεῖ, οὗ ἡ τῆς Ἀσίας ἀρχὴ γίγνεται, μᾶλλον ἂν ἐπιτρέψειεν ἑψομένων κρεῶν ὅτι ἂν βούληται ἐμβαλεῖν εἰς τὸν ζωμόν, ἢ ἡμῖν, εἰ ἀφικόμενοι παρʼ ἐκεῖνον ἐνδειξαίμεθα αὐτῷ ὅτι ἡμεῖς κάλλιον φρονοῦμεν ἢ ὁ ὑὸς αὐτοῦ περὶ ὄψου σκευασίας;
对于正在煮着的肉,他是更宁愿托付给他那个将要继承亚洲统治权的长子,让他把想放的任何东西放到肉汤里,还是更宁愿托付给我们呢——如果我们去到他那里,向他表明我们在烹饪方面比他的儿子想得更明白?
—
ἡμῖν δῆλον ὅτι,
ἔφη.
”—— “显然是我们了,” 他说。
—καὶ τὸν μέν γε οὐδʼ ἂν σμικρὸν ἐάσειεν ἐμβαλεῖν· ἡμᾶς δέ, κἂν εἰ βουλοίμεθα δραξάμενοι τῶν ἁλῶν, ἐῴη ἂν ἐμβαλεῖν.
——“而且他绝不会允许他的儿子放进哪怕一丁点儿,而我们,即使我们想抓一把盐放进去,他也会允许的。
—
πῶς γὰρ οὔ;
”—— “怎么会不呢?
—
”——