Humanitext Reader

柏拉图 · 赖西斯篇 §207-208

与吕西斯的交谈及对其自由的限制

第 3 段,共 15 段 · 希腊语

内容简介

苏格拉底开始与美丽而德行高尚的少年吕西斯交谈。在好友梅内克塞努斯离开后,苏格拉底通过提问揭示出,尽管吕西斯深受父母疼爱,但他的日常行动和意愿却受到家奴与教师的严厉限制。

§207ὧν δὴ καὶ ὁ Λύσις ἦν, καὶ εἱστήκει ἐν τοῖς παισί τε καὶ νεανίσκοις ἐστεφανωμένος καὶ τὴν ὄψιν διαφέρων, οὐ τὸ καλὸς εἶναι μόνον ἄξιος ἀκοῦσαι, ἀλλʼ ὅτι καλός τε κἀγαθός.
吕西斯就在他们当中。 他戴着花环站在孩子们和青年们中间,他的容姿十分杰出,不仅配得上被称为美丽,而且因为他是个美而善的人。
καὶ ἡμεῖς εἰς τὸ καταντικρὺ ἀποχωρήσαντες ἐκαθεζόμεθα—ἦν γὰρ αὐτόθι ἡσυχία—καί τι ἀλλήλοις διελεγόμεθα.
于是我们退到对面坐了下来——因为那里很安静——并且彼此交谈着。
περιστρεφόμενος οὖν ὁ Λύσις θαμὰ ἐπεσκοπεῖτο ἡμᾶς, καὶ δῆλος ἦν ἐπιθυμῶν προσελθεῖν.
于是吕西斯常常转过身来注视着我们,显然他很想走过来。
τέως μὲν οὖν ἠπόρει τε καὶ ὤκνει μόνος προσιέναι, ἔπειτα ὁ Μενέξενος ἐκ τῆς αὐλῆς μεταξὺ παίζων εἰσέρχεται, καὶ ὡς εἶδεν ἐμέ τε καὶ τὸν Κτήσιππον, ᾔει παρακαθιζησόμενος·
起初他感到为难,犹豫着不敢独自走过来,接着梅内克塞努斯在玩耍的间隙从庭院里走了进来,一看到我和克特西普斯,便朝我们走来,准备坐在身旁。
ἰδὼν οὖν αὐτὸν ὁ Λύσις εἵπετο καὶ συμπαρεκαθέζετο μετὰ τοῦ Μενεξένου.
吕西斯看见他,便也跟着走过来,与梅内克塞努斯坐在一起。
προσῆλθον δὴ καὶ οἱ ἄλλοι, καὶ δὴ καὶ ὁ Ἱπποθάλης, ἐπειδὴ πλείους ἑώρα ἐφισταμένους, τούτους ἐπηλυγισάμενος προσέστη ᾗ μὴ ᾤετο κατόψεσθαι τὸν λύσιν, δεδιὼς μὴ αὐτῷ ἀπεχθάνοιτο·
于是其他人也走了过来,尤其是希波塔勒斯,当他看到有更多的人围过来时,便把他们当作遮挡,站在了他认为吕西斯看不见他的地方,唯恐引起对方的反感。
καὶ οὕτω προσεστὼς ἠκροᾶτο.
他就这样站着旁听。
καὶ ἐγὼ πρὸς τὸν Μενέξενον ἀποβλέψας, ὦ παῖ Δημοφῶντος, ἦν δʼ ἐγώ, πότερος ὑμῶν πρεσβύτερος;
于是我看着梅内克塞努斯,说道:“德莫丰的儿子啊,你们俩谁年纪大一些?
ἀμφισβητοῦμεν, ἔφη.
” “我们还在争论呢,” 他说。
οὐκοῦν καὶ ὁπότερος γενναιότερος, ἐρίζοιτʼ ἄν, ἦν δʼ ἐγώ.
“那么,关于谁更高贵,你们也会争论吧? ”我说。
πάνυ γε, ἔφη.
“当然,” 他说。
καὶ μὴν ὁπότερός γε καλλίων, ὡσαύτως.
“而且,关于谁更英俊,想必也一样吧。
ἐγελασάτην οὖν ἄμφω.
”于是两人都笑了。
οὐ μὴν ὁπότερός γε, ἔφην, πλουσιώτερος ὑμῶν, οὐκ ἐρήσομαι· φίλω γάρ ἐστον.
“不过,关于你们俩谁更富有,我可不问了,”我说,“因为你们是朋友。
ἦ γάρ;
不是吗?
πάνυ γʼ, ἐφάτην.
” “当然,” 他们俩说。
οὐκοῦν κοινὰ τά γε φίλων λέγεται, ὥστε τούτῳ γε οὐδὲν διοίσετον, εἴπερ ἀληθῆ περὶ τῆς φιλίας λέγετον.
“那么,人们说‘朋友之物皆共有’,所以如果你们关于友谊说的是实话,在这方面你们俩可就没有任何差别了。
συνεφάτην.
”他们俩表示同意。
ἐπεχείρουν δὴ μετὰ τοῦτο ἐρωτᾶν ὁπότερος δικαιότερος καὶ σοφώτερος αὐτῶν εἴη.
随后,我正打算询问他们俩谁更公正、更聪明。
μεταξὺ οὖν τις προσελθὼν ἀνέστησε τὸν Μενέξενον, φάσκων καλεῖν τὸν παιδοτρίβην· ἐδόκει γάρ μοι ἱεροποιῶν τυγχάνειν.
正在这时,有人走过来让梅内克塞努斯站起来,说是体育教师在叫他;因为在我看来,他似乎恰好在主持祭祀仪式。
ἐκεῖνος μὲν οὖν ᾤχετο· ἐγὼ δὲ τὸν λύσιν ἠρόμην, ἦ που, ἦν δʼ ἐγώ, ὦ Λύσι, σφόδρα φιλεῖ σε ὁ πατὴρ καὶ ἡ μήτηρ;
于是他就走了;我便问吕西斯:“想必,吕西斯,你的父母非常疼爱你吧?
— πάνυ γε, ἦ δʼ ὅς.
” “当然,” 他说。
—οὐκοῦν βούλοιντο ἄν σε ὡς εὐδαιμονέστατον εἶναι;
“那么他们会希望你尽可能地幸福吧?
— πῶς γὰρ οὔ;
” “怎么会不呢?
—δοκεῖ δέ σοι εὐδαίμων εἶναι ἄνθρωπος δουλεύων τε καὶ ᾧ μηδὲν ἐξείη ποιεῖν ὧν ἐπιθυμοῖ;
” “那么在奴役状态下,并且不被允许做任何自己想做的事的人,在你看来会是幸福的吗?
— μὰ Δίʼ οὐκ ἔμοιγε, ἔφη.
” “凭宙斯起誓,我觉得不幸福,” 他说。
—οὐκοῦν εἴ σε φιλεῖ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ εὐδαίμονά σε ἐπιθυμοῦσι γενέσθαι, τοῦτο παντὶ τρόπῳ δῆλον ὅτι προθυμοῦνται ὅπως ἂν εὐδαιμονοίης.
“那么,如果你的父母爱你,并希望你变得幸福,显而易见,他们正在想方设法地要让你幸福。
— πῶς γὰρ οὐχί;
” “怎么会不呢?
ἔφη.
” 他说。
—ἐῶσιν ἄρα σε ἃ βούλει ποιεῖν, καὶ οὐδὲν ἐπιπλήττουσιν οὐδὲ διακωλύουσι ποιεῖν ὧν ἂν ἐπιθυμῇς;
“那么他们会允许你做你想做的事,对你想做的事一点也不责备,也不阻拦吗?
— ναὶ μὰ Δία ἐμέ γε, ὦ Σώκρατες, καὶ μάλα γε πολλὰ κωλύουσιν.
” “不,凭宙斯起誓,苏格拉底,他们确实阻拦了我很多事。
” “你这是什么意思?
§208πῶς λέγεις; ἦν δʼ ἐγώ.
”我说。
βουλόμενοί σε μακάριον εἶναι διακωλύουσι τοῦτο ποιεῖν ὃ ἂν βούλῃ;
“他们希望你幸福,却阻拦你做你想做的事吗?
ὧδε δέ μοι λέγε.
那你就告诉我这件事。
ἢν ἐπιθυμήσῃς ἐπί τινος τῶν τοῦ πατρὸς ἁρμάτων ὀχεῖσθαι λαβὼν τὰς ἡνίας, ὅταν ἁμιλλᾶται, οὐκ ἂν ἐῷέν σε ἀλλὰ διακωλύοιεν;
如果当在进行比赛时,你想坐上你父亲的战车,并亲自执缰驾驭,他们不会允许你,反而会阻拦你吗?
— μὰ Δίʼ οὐ μέντοι ἄν, ἔφη, ἐῷεν.
” “凭宙斯起誓,他们绝不会允许的,” 他说。
—ἀλλὰ τίνα μήν;
“那他们到底允许谁呢?
— ἔστιν τις ἡνίοχος παρὰ τοῦ πατρὸς μισθὸν φέρων.
” “有一个从我父亲那里领薪水的御者。
—πῶς λέγεις;
” “你说什么?
μισθωτῷ μᾶλλον ἐπιτρέπουσιν ἢ σοὶ ποιεῖν ὅτι ἂν βούληται περὶ τοὺς ἵππους, καὶ προσέτι αὐτοῦ τούτου ἀργύριον τελοῦσιν;
他们更宁愿把马匹的事情委托给一个受雇者,让他做他想做的事,而不是交给你,而且还要为此付钱给他吗?
— ἀλλὰ τί μήν;
” “可不是嘛!
ἔφη.
” 他说。
—ἀλλὰ τοῦ ὀρικοῦ ζεύγους οἶμαι ἐπιτρέπουσίν σοι ἄρχειν, κἂν εἰ βούλοιο λαβὼν τὴν μάστιγα τύπτειν, ἐῷεν ἄν.
“那么,我想他们应该会允许你驾驭那一对骡车吧,如果你想拿起鞭子抽打它们,他们也会允许吗?
— πόθεν, ἦ δʼ ὅς, ἐῷεν;
” “怎么可能允许呢? ” 他说。
—τί δέ;
“那又怎样?
ἦν δʼ ἐγώ·
”我说。
οὐδενὶ ἔξεστιν αὐτοὺς τύπτειν;
“难道谁都不能抽打它们吗?
— καὶ μάλα, ἔφη, τῷ ὀρεοκόμῳ.
” “可以的,” 他说,“骡夫可以。
—δούλῳ ὄντι ἢ ἐλευθέρῳ;
” “他是奴隶还是自由人?
— δούλῳ, ἔφη.
” “奴隶,” 他说。
—καὶ δοῦλον, ὡς ἔοικεν, ἡγοῦνται περὶ πλείονος ἢ σὲ τὸν ὑόν, καὶ ἐπιτρέπουσι τὰ ἑαυτῶν μᾶλλον ἢ σοί, καὶ ἐῶσιν ποιεῖν ὅτι βούλεται, σὲ δὲ διακωλύουσι;
“看来,他们重视奴隶更甚于你这个儿子,把家产委托给他而不是你,允许他做他想做的事,而对你却严加阻拦。
καί μοι ἔτι τόδε εἰπέ.
再告诉我这件事:他们允许你自己管束自己吗,还是连这件事也不托付给你?
σὲ αὐτὸν ἐῶσιν ἄρχειν σεαυτοῦ, ἢ οὐδὲ τοῦτο ἐπιτρέπουσί σοι;
” “怎么可能会托付给我呢?
— πῶς γάρ, ἔφη, ἐπιτρέπουσιν;
” 他说。
—ἀλλʼ ἄρχει τίς σου;
“那谁来管束你呢?
— ὅδε, παιδαγωγός, ἔφη.
” “这个,家奴塾师,” 他说。
—μῶν δοῦλος ὤν;
“难道是个奴隶?
— ἀλλὰ τί μήν;
” “那还能是谁?
ἡμέτερός γε, ἔφη.
当然是我们的家奴,” 他说。
—ἦ δεινόν, ἦν δʼ ἐγώ, ἐλεύθερον ὄντα ὑπὸ δούλου ἄρχεσθαι.
“这可真是奇闻,”我说,“一个自由人居然受奴隶的管束。
τί δὲ ποιῶν αὖ οὗτος ὁ παιδαγωγός σου ἄρχει;
那么,这个家奴塾师又是通过做什么来管束你呢?
— ἄγων δήπου, ἔφη, εἰς διδασκάλου.
” “想必是带我去老师那里吧,” 他说。
—μῶν μὴ καὶ οὗτοί σου ἄρχουσιν, οἱ διδάσκαλοι;
“难道连那些老师们也管束你吗?
— πάντως δήπου.
” “那是当然。
—παμπόλλους ἄρα σοι δεσπότας καὶ ἄρχοντας ἑκὼν ὁ πατὴρ ἐφίστησιν.
” “看来你父亲很乐意为你设立极多的主人和管束者。
ἀλλʼ ἆρα ἐπειδὰν οἴκαδε ἔλθῃς παρὰ τὴν μητέρα, ἐκείνη σε ἐᾷ ποιεῖν ὅτι ἂν βούλῃ, ἵνʼ αὐτῇ μακάριος ᾖς, ἢ περὶ τὰ ἔρια ἢ περὶ τὸν ἱστόν, ὅταν ὑφαίνῃ;
但是,当你回到家里去见你的母亲时,她会允许你做你想做的任何事,好让她觉得你快乐吗?
οὔ τι γάρ που διακωλύει σε ἢ τῆς σπάθης ἢ τῆς κερκίδος ἢ ἄλλου του τῶν περὶ ταλασιουργίαν ὀργάνων ἅπτεσθαι.
不管是关于毛线,还是关于她织布时的织机? 她总该不至于阻拦你抚摸打纬刀、梭子,或者任何其他关于纺织的工具吧?
—καὶ ὃς γελάσας, μὰ Δία, ἔφη, ὦ Σώκρατες, οὐ μόνον γε διακωλύει, ἀλλὰ καὶ τυπτοίμην ἂν εἰ ἁπτοίμην.
” 他笑着说: “凭宙斯起誓,苏格拉底,她不仅会阻拦,如果我碰了的话还会挨揍呢。
—Ἡράκλεις, ἦν δʼ ἐγώ, μῶν μή τι ἠδίκηκας τὸν πατέρα ἢ τὴν μητέρα;
” “赫拉克勒斯啊! ”我说,“难道你对你父亲或母亲犯了什么错吗?
— μὰ Δίʼ οὐκ ἔγωγε, ἔφη.
” “凭宙斯起誓,我可没有,” 他说。

词汇与语法注释

  1. 207aοὐ τὸ καλὸς εἶναι μόνον ἄξιος ἀκοῦσαι — 不定式 `ἀκοῦσαι` 是修饰形容词 `ἄξιος`(值得的)的解释性(或说明性)不定式,意为“被听闻/被称为”。带冠词的不定式短语 `τὸ καλὸς εἶναι`(意为“美丽”)在此结构中充当主格补足语。
  2. 207aδῆλος ἦν ἐπιθυμῶν — 形容词 `δῆλος`(明显的)与人称动词 `ἦν` 以及分词 `ἐπιθυμῶν` 结合,构成希腊语典型的人称结构,意为“他显然渴望着”,而非使用非人称结构(“他渴望……是显而易见的”)。
  3. 208eτυπτοίμην ἂν εἰ ἁπτοίμην — 这是一个潜在(或虚拟)条件句,由主句中的“`ἄν` + 祈愿式(`τυπτοίμην`)”和条件从句中的“`εἰ` + 祈愿式(`ἁπτοίμην`)”构成,表示一种假设情况:“如果我碰了它们,我就会挨揍。”

引用这一段

柏拉图, 赖西斯篇 §207-208. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg020.humanitext-grc2:207-208

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。