§203ἐπορευόμην μὲν ἐξ Ἀκαδημείας εὐθὺ Λυκείου τὴν ἔξω τείχους ὑπʼ αὐτὸ τὸ τεῖχος·
我正从学园直接前往吕克昂,走的是城墙外的路,紧贴着城墙根。
ἐπειδὴ δʼ ἐγενόμην κατὰ τὴν πυλίδα ᾗ ἡ Πάνοπος κρήνη, ἐνταῦθα συνέτυχον Ἱπποθάλει τε τῷ Ἱερωνύμου καὶ Κτησίππῳ τῷ Παιανιεῖ καὶ ἄλλοις μετὰ τούτων νεανίσκοις ἁθρόοις συνεστῶσι.
当我走到帕诺普斯神泉所在的小门旁时,在那里碰巧遇到了希罗尼穆斯之子希波塔勒斯、派阿尼亚区的克特西普斯,以及和他们在一起聚成一团的其他青年。
καί με προσιόντα ὁ Ἱπποθάλης ἰδών,
ὦ Σώκρατες,
ἔφη,
ποῖ δὴ πορεύῃ καὶ πόθεν;
希波塔勒斯看见我走过来,便说: “苏格拉底啊,他说,你这是要去哪里,又是从哪里来?
ἐξ Ἀκαδημείας, ἦν δʼ ἐγώ, πορεύομαι εὐθὺ Λυκείου.
” “我从学园来,”我说,“正直接前往吕克昂。
δεῦρο δή,
ἦ δʼ ὅς,
εὐθὺ ἡμῶν.
” “到这里来吧,” 他说, “直接到我们这里来。
οὐ παραβάλλεις;
你不过来吗?
ἄξιον μέντοι.
这真的很值得。
ποῖ, ἔφην ἐγώ, λέγεις, καὶ παρὰ τίνας τοὺς ὑμᾶς;
” “到哪里去? ”我说,“你说的‘你们’是指谁?
δεῦρο,
ἔφη, δείξας μοι ἐν τῷ καταντικρὺ τοῦ τείχους περίβολόν τέ τινα καὶ θύραν ἀνεῳγμένην.
” “到这里,” 他说,并向我指了指城墙对面的一处围墙和一扇敞开的门。
διατρίβομεν δέ,
ἦ δʼ ὅς,
αὐτόθι ἡμεῖς τε αὐτοὶ καὶ ἄλλοι πάνυ πολλοὶ καὶ καλοί.
“我们,他说,自己以及其他许多非常俊美的人,都在那里消磨时光。
§204ἔστιν δὲ δὴ τί τοῦτο, καὶ τίς ἡ διατριβή;
” “这究竟是什么地方,你们在那里消磨时光的方式又是什么?
παλαίστρα,
ἔφη,
νεωστὶ ᾠκοδομημένη·
” “是一家摔跤场,” 他说, “新建成的。
ἡ δὲ διατριβὴ τὰ πολλὰ ἐν λόγοις, ὧν ἡδέως ἄν σοι μεταδιδοῖμεν.
我们的活动大多是进行谈话,我们很乐意让你分享这些谈话。
καλῶς γε, ἦν δʼ ἐγώ, ποιοῦντες· διδάσκει δὲ τίς αὐτόθι;
” “你们真是太好了,”我说,“那是谁在那里授课呢?
σὸς ἑταῖρός γε,
ἦ δʼ ὅς,
καὶ ἐπαινέτης, Μίκκος.
” “是你的同伴,” 他说, “也是你的崇拜者,米科斯。
μὰ Δία, ἦν δʼ ἐγώ, οὐ φαῦλός γε ἁνήρ, ἀλλʼ ἱκανὸς σοφιστής.
” “凭宙斯起誓,”我说,“那可不是个普通人,而是一位有能力的智者。
βούλει οὖν ἕπεσθαι,
ἔφη,
ἵνα καὶ ἴδῃς τοὺς ὄντας αὐτόθι;
” “那么你愿意跟我们来,他说,好见见在那里的那些人吗?
πρῶτον ἡδέως ἀκούσαιμʼ ἂν ἐπὶ τῷ καὶ εἴσειμι καὶ τίς ὁ καλός.
” “首先,我很乐意听听进去的条件是什么,以及谁是那个俊美的人。
ἄλλος,
ἔφη,
ἄλλῳ ἡμῶν δοκεῖ, ὦ Σώκρατες.
” “苏格拉底,” 他说, “我们每个人都有不同的看法。
σοὶ δὲ δὴ τίς, ὦ Ἱππόθαλες;
” “但对你来说,希波塔勒斯,那人是谁?
τοῦτό μοι εἰπέ.
告诉我这个。
καὶ ὃς ἐρωτηθεὶς ἠρυθρίασεν.
”他被问到时,脸红了。
καὶ ἐγὼ εἶπον· ὦ παῖ Ἱερωνύμου Ἱππόθαλες, τοῦτο μὲν μηκέτι εἴπῃς, εἴτε ἐρᾷς του εἴτε μή·
于是我说:“希罗尼穆斯之子希波塔勒斯啊,这件事你不用再说了,不管你是不是在恋爱中。
οἶδα γὰρ ὅτι οὐ μόνον ἐρᾷς, ἀλλὰ καὶ πόρρω ἤδη εἶ πορευόμενος τοῦ ἔρωτος.
因为我知道你不仅恋爱了,而且在爱河中已经陷得很深了。
εἰμὶ δʼ ἐγὼ τὰ μὲν ἄλλα φαῦλος καὶ ἄχρηστος, τοῦτο δέ μοί πως ἐκ θεοῦ δέδοται, ταχὺ οἵῳ τʼ εἶναι γνῶναι ἐρῶντά τε καὶ ἐρώμενον.
我虽然在其他方面平庸且无用,但不知怎的,神赐予了我这种能力,能很快辨认出爱者和被爱者。
καὶ ὃς ἀκούσας πολὺ ἔτι μᾶλλον ἠρυθρίασεν.
”他听了这话,脸红得更厉害了。
ὁ οὖν Κτήσιππος,
Ἀστεῖόν γε,
ἦ δʼ ὅς,
ὅτι ἐρυθριᾷς, ὦ Ἱππόθαλες, καὶ ὀκνεῖς εἰπεῖν Σωκράτει τοὔνομα·
于是克特西普斯说: “这真有趣,他说,你竟然脸红了,希波塔勒斯,还不好意思把名字告诉苏格拉底。
ἐὰν δʼ οὗτος καὶ σμικρὸν χρόνον συνδιατρίψῃ σοι, παραταθήσεται ὑπὸ σοῦ ἀκούων θαμὰ λέγοντος.
但如果他和你相处哪怕一小会儿,他就会因为经常听你唠叨而被折磨得筋疲力尽。
ἡμῶν γοῦν, ὦ Σώκρατες, ἐκκεκώφωκε τὰ ὦτα καὶ ἐμπέπληκε Λύσιδος·
苏格拉底啊,他已经震聋了我们的耳朵,让我们满耳都是‘吕西斯’。
ἂν μὲν δὴ καὶ ὑποπίῃ, εὐμαρία ἡμῖν ἐστιν καὶ ἐξ ὕπνου ἐγρομένοις Λύσιδος οἴεσθαι τοὔνομα ἀκούειν.
要是他再喝点酒,我们甚至连从睡梦中醒来,都会以为听到了‘吕西斯’的名字。
καὶ ἃ μὲν καταλογάδην διηγεῖται, δεινὰ ὄντα, οὐ πάνυ τι δεινά ἐστιν, ἀλλʼ ἐπειδὰν τὰ ποιήματα ἡμῶν ἐπιχειρήσῃ καταντλεῖν καὶ συγγράμματα.
他用散文所讲的那些可怕的事,其实还算不上太可怕;但当他企图用他的诗歌和作品来向我们倾泻时,那才可怕。
καὶ ὅ ἐστιν τούτων δεινότερον, ὅτι καὶ ᾁδει εἰς τὰ παιδικὰ φωνῇ θαυμασίᾳ, ἣν ἡμᾶς δεῖ ἀκούοντας ἀνέχεσθαι.
而比这些更可怕的是,他还用那奇妙的歌喉向心爱的人唱歌,我们听着还必须忍受。
νῦν δὲ ἐρωτώμενος ὑπὸ σοῦ ἐρυθριᾷ.
现在被你一问,他倒脸红了。
ἔστιν δέ, ἦν δʼ ἐγώ, ὁ Λύσις νέος τις, ὡς ἔοικε· τεκμαίρομαι δέ, ὅτι ἀκούσας τοὔνομα οὐκ ἔγνων.
” “看来吕西斯是个很年轻的人,”我说,“因为我听到这个名字时,并不知道是谁。
οὐ γὰρ πάνυ,
ἔφη,
τὶ αὐτοῦ τοὔνομα λέγουσιν, ἀλλʼ ἔτι πατρόθεν ἐπονομάζεται διὰ τὸ σφόδρα τὸν πατέρα γιγνώσκεσθαι αὐτοῦ.
” “确实,” 他说, “人们不怎么叫他自己的名字,而是仍然用他父亲的名字来称呼他,因为他的父亲非常有名。
ἐπεὶ εὖ οἶδʼ ὅτι πολλοῦ δεῖς τὸ εἶδος ἀγνοεῖν τοῦ παιδός· ἱκανὸς γὰρ καὶ ἀπὸ μόνου τούτου γιγνώσκεσθαι.
不过我很清楚,你绝不可能不知道这孩子的长相,因为光凭长相就足以认出他了。
λεγέσθω, ἦν δʼ ἐγώ, οὗτινος ἔστιν.
” “那么请告诉我,”我说,“他是谁的儿子。
Δημοκράτους,
ἔφη,
τοῦ Αἰξωνέως ὁ πρεσβύτατος ὑός.
” “德莫克拉特斯,” 他说, “埃克索内区的,他的长子。 ”